back

Alexander Romance, Book 2

  ( chapters 11-20 )

Based on the oldest recension ( α ), as edited by W.Kroll (1926). Click on the E symbols to go to an English translation of each chapter.


← Previous chapters (1-10)

[11] E   Καὶ πέμψας ἕτοιμος ἐγένετο· καὶ γράφει μὲν ἐγκύκλιον τοῖς ὑπ´ αὐτῷ σατράπαις· ‘Βασιλεὺς Ἀλέξανδρος σατράπαις τοῖς ὑποτεταγμένοις μοι Συρίας 〈καὶ〉 Κιλικίας καὶ Καππαδοκίας καὶ Παφλαγονίας 〈καὶ〉 Ἀραβίας καὶ τοῖς ἑτέροις ἔθνεσι χαίρειν. βούλομαι ὑμᾶς χιτῶνας κατασκευάσαντας ἀνὰ χιλίους πέμπειν ἐν Ἀντιοχείᾳ [καὶ] τῆς Συρίας· καὶ ὃ ἐὰν τελευτήσῃ τετράποδον, τούτων αἱ δοραὶ ἐξαποστελλέσθωσαν εἰς Ἀντιόχειαν, ὅπως οἱ στρατιῶται ὑποδέωνται περικνημῖσι καὶ ὑποδέσεσι. τὰς δὲ ὁπλοθήκας τὰς ὑποτεταγμένας, ὧν ὁ ἀριθμὸς ἑκατὸν † διασκεδάζεται ἐξαποστείλατε † αὐτούς. διατεταγμένοι γάρ εἰσι κάμηλοι ἀπὸ τοῦ Εὐφράτου ποταμοῦ ἕως Ἀντιοχείας . . . ὥστε † τὴν ἐπιχρείαν πᾶσαν συναντᾶν. ἔρρωσθε.’ Γράφει δὲ καὶ σατράπης Δαρείῳ περὶ τῶν ἐνεστώτων· ‘ † Οἱμητάδης θεῷ Δαρείῳ χαίρειν. εὐλαβῶς ἔχω τοιαῦτα γράφειν σοι, ἀναγκάζομαι δὲ ὑπὸ τῶν πραγμάτων. αὐτὸς γὰρ τετραυμάτισμαι, δύο μεγιστάνοι ὤλοντο, Κωμάρξης δὲ τραυματιαῖος γενόμενος ἀνεχώρησεν εἰς τὸ ἴδιον σκήνωμα. Νανίας δὲ καὶ οἱ ὑπ´ αὐτὸν μεγιστάνοι διέβησαν πρὸς Ἀλέξανδρον εἰσόδια λαβόντες καὶ βασιλικὰ χωρία παρέδωκαν σὺν ταῖς ἐνούσαις παλλακαῖς καὶ Ὀλυμπιάδα τὴν τοῦ Μιθριδάτου ἀδελφὴν . . . καὶ τὰ χωρία ἐνεπύρισαν.’ Γνοὺς ταῦτα ὁ Δαρεῖος ἔγραψε τῷ ἔγγιστα σατράπῃ † Πηνγάλῳ γενέσθαι ἕτοιμον καὶ παρεμβολὴν θεῖναι· ἔγραψε δὲ καὶ τοῖς γείτοσι βασιλεῦσιν, ὡς ‘μελλόντων ἡμῶν ἱδρῶτας ἀπομάξασθαι ἀγωνίζεσθαι δεῖ 〈καὶ〉 ὑμᾶς πρός τι ἔθνος Μακεδονικόν, οὓς οὐ πείθομαι πάνυ χαρῆναι ἐφ´ οἷς ἐτόλμησαν.’ προσέταξε δὲ καὶ τοῖς περὶ Κοβάρζην ὁδεύειν καὶ προάγειν [οἷς πείθομαι πάνυ ἐπήγην].

[12] E   Γράφει δὲ καὶ τῷ Πώρῳ δεόμενος βοηθείας· λαβὼν δὲ ὁ Πῶρος γράφει· ‘Πῶρος βασιλεὺς Ἰνδῶν Δαρείῳ βασιλεῖ Περσῶν χαίρειν. ἀναγνοὺς [δὲ] τὴν ἐπιστολὴν καὶ λυπηθεὶς τὴν ὁρμὴν πρός σε εἶχον, ὡς ἂν σκεψώμεθα . . . ἀλλ´ ἐμὲ κωλύει ἡ συνεχής μου νόσος. εὔθυμος οὖν ἄγε αἰσθόμενος, ὅτι οὐδὲ ἡμεῖς ὑποφέρομεν τὴν ὕβριν ταύτην. πρὸς ὃ βούλει οὖν γράφε ἡμῖν· σοὶ γὰρ ὑποκείσονται αἱ ὑπ´ ἐμὲ δυνάμεις πᾶσαι καὶ τὰ πόρρω δὲ ὑπακούσονται ἔθνη.’ Μαθοῦσα δὲ ἡ μήτηρ Δαρείου ταῦτα διεπέμψατο αὐτῷ κρυφῇ ἐπιστολὴν τήνδε· ‘Ῥοδογούνη μήτηρ Δαρείῳ τέκνῳ χαίρειν. ἤκουσά σε συναθροίζοντα ὄχλον καὶ βουλόμενον ἑτέραν μάχην συνιστᾶν πρὸς Ἀλέξανδρον. μὴ τὴν οἰκουμένην ταράξῃς ἢ σαλεύσῃς· τὸ γὰρ μέλλον ἄδηλόν ἐστιν. ἔασον οὖν ἐλπίδα ἐπὶ τὸ κρεῖττον, καὶ μὴ ἀποτομίᾳ χρησάμενος ἀναμφιβόλως τοῦ ζῆν στερηθῇς. ἐσμὲν γὰρ ἐν τιμῇ παρὰ Ἀλεξάνδρῳ, καὶ μὴ ἡμᾶς ὡς πολεμίου τέκνα ἀπώλεσεν· ὅθεν ἐλπίζω εἰς συνθήκας ὑμᾶς ἀγαθὰς ἐλεύσεσθαι.’ ἀναγνοὺς ὁ Δαρεῖος τὴν ἐπιστολὴν ἐδάκρυσε μιμνησκόμενος τῆς ἑαυτοῦ συγγενείας· ἅμα δὲ καὶ ἐταράσσετο τῇ ψυχῇ καὶ τὴν τῶν Βακτριανῶν χώραν προμαχεῶνα ἔσχεν.

[13] E   Ὁ δὲ Ἀλέξανδρος τὴν πορείαν ἔγγιστα τῆς Περσίδος ἐποιεῖτο, ὥστε τὰ τῆς πόλεως τείχη ὑψηλότατα ὄντα τοῖς Μακεδόσι κατάδηλα γίνεσθαι. ἐπινοεῖ δέ τι ὁ φρενήρης Ἀλέξανδρος. τὰ γὰρ ἐκεῖ νεμόμενα ποίμνια ἀποσπάσας τῶν νομῶν καὶ ἐκ τῶν δένδρων τοὺς κλάδους ἀφελὼν ἐπὶ τὰ νῶτα τῶν τετραπόδων ἐπέδησεν, καὶ τῶν στρατοπέδων ὄπισθεν ἐβάδιζον αἱ ποῖμναι. τὰ 〈δὲ〉 δένδρα συρόμενα ἐπὶ τῆς γῆς κόνιν οὐ τὴν τυχοῦσαν ἀνήγειρεν, † ἐπεὶ οὖν ὁ κονιορτὸς μέχρι νεφῶν ἔφθασεν, ὥστε τοὺς Πέρσας ὑπονοεῖν ἀμέτρητον αὐτὸν ἐπάγεσθαι ἔθνος. ἐπεὶ δὲ ἐπῆλθε τῆς Περσίδος ἡμέρας εʹ, ἐζήτει ἄγγελον πέμψαι πρὸς Δαρεῖον, πότε τὴν συμβολὴν ποιοῦσι. κοιμᾶται δὲ ὁ Ἀλέξανδρος καὶ ὁρᾷ τὸν Ἄμμωνα ἐν σχήματι Ἑρμοῦ ἔχοντα κηρύκιον καὶ χλαμύδα καὶ Μακεδονικὸν πιλίον λέγοντα αὐτῷ· ‘Τέκνον Ἀλέξανδρε, ὅτε σοι βοηθείας χρεία ἐστί, τότε σοι πάρειμι μηνύων. ἐὰν πέμψῃς ἄγγελον πρὸς Δαρεῖον, προδώσει σε. παραβούλευσαι καὶ σεαυτῷ ἄγγελος πορεύου ἀναλαβών μου τὸ σχῆμα. ἐπικίνδυνον μὲν βασιλέα ὄντα ἑαυτοῦ ἄγγελον γενέσθαι, ἀλλὰ θεοῦ βοηθοῦντος οὐδείς σοι ἔσται κίνδυνος.’ ἰδὼν δὲ τὸν χρησμὸν ἀνίσταται καὶ χαίρων μεταδίδωσι τοῖς φίλοις· οἱ δὲ συνεβούλευον τοῦτο ποιῆσαι.

[14] E   Καὶ δὴ παραλαβὼν γενναῖον σατράπην Εὔμηλον τοὔνομα τρεῖς ἵππους ἔχων εὐσθενεῖς ὁδεύει καὶ παραγίνεται ἐπὶ τὸν Στράγγαν ποταμόν. οὗτος δὲ πήγνυται ταῖς χιόσιν, ὥστε πετρώδη αὐτὸν εἶναι καὶ διαπερᾶν κτήνη τε καὶ ἁμάξας· εἶτα μεθ´ ἡμέρας λύεται αἰφνιδίως καὶ γίνεται βαθύρρους ποταμός. εὗρεν οὖν παγέντα αὐτὸν ὁ Ἀλέξανδρος καὶ ἀναλαβὼν τὸ σχῆμα, ὅπερ εἶδεν κατὰ τοὺς ὕπνους, καθίσας τὸν πῶλον διαπερᾷ μόνος τὸν ποταμόν. τοῦ δὲ Εὐμήλου θέλοντος σὺν αὐτῷ διαπερᾶν, μὴ γένοιτό τις ἀνάγκη βοηθείας, εἶπε· ‘Σὺ μένε· ἐγὼ γὰρ ἔχω βοηθὸν τὸν χρησμοδοτήσαντά μοι.’ καὶ ὁ μὲν εἰπὼν διεπέρασε τὸν ποταμὸν ἔχοντα τὸ πλάτος σταδίου αʹ καὶ ἀποβὰς ὥδευσεν. ἦλθε δὲ πρὸς τὰς πύλας τῆς Περσίδος. οἱ δὲ ἐκεῖ τεταγμένοι ἰδόντες τὸ ξένον τοῦ προσχήματος ὑπενόουν θεὸν εἶναι, ἐμάνθανον δὲ ἄγγελον Ἀλεξάνδρου αὐτὸν ὄντα. Ὁ δὲ Δαρεῖος ἐπὶ λόφου ἦν στρατοῖς κηρύσσων καὶ φάλαγγας συντάσσων ὡς † δὲ ὁ τῶν Μακεδόνων συνεὶς † μηνιοδῷ. ὁ δὲ ἀθρήσας τὸ πολὺ θαῦμα Δαρείου παρ´ ὀλίγον αὐτὸν προσεκύνησεν ὡς θεὸν Μίθραν νομίζων οὐρανοῦ κατελθόντα, τοῖς βαρβάροις πέπλοισιν ἐγκοσμηθέντα. ἦν γὰρ κατ´ αὐτὸν τῶν τύπων τὸ πρόσχημα καὶ τῆς νεότητος οἱ χρόνοι † διαστάντες . . . διαδήματος σφιγχθέντος τὸ κάρηνον ἔσκεπεν· πέπλῳ δὲ ἐχρῆτο οἷον [οὖν] οὐκ εἶδον ἄλλον· Βαβυλωνίαν ὕφανσιν χρύσειον νῆμα, σειραὶ δὲ χρύσειαι καὶ πέδιλα χρυσέων φοινίκων. σκῆπτρον δὲ ἦν . . . καὶ ποδῶν δυοῖν κνῆμαι. . . . ἀλλ´ † οἱ λάγχετοι μύριοι κηρύκων ἔθνεά τε ἑκατέρωθεν μυρίων φωτῶν κυκληδὸν ἔστεψαν τὸ σῶμα Δαρείου. καὶ οἱ μὲν φρουροὶ προσήνεγκαν αὐτῷ τὸν Ἀλέξανδρον· ὁ δὲ εἰσιδὼν τὸ σχῆμα, ὃ μηδέποτε εἶδε, πυνθάνεται αὐτοῦ, τίς ἂν εἴη. ὁ δὲ εἶπεν· ‘Ἐγὼ ἄγγελος Ἀλεξάνδρου· † ὅτι οὖν πάρειμι ἄγγελος αὐτοῦ, ἐγώ σοι μηνύω. παρὼν Ἀλέξανδρος ἐνθάδε ταῦτα λέγει δι´ ἐμοῦ· ’ὀφείλεις εἰδέναι, βασιλεῦ Δαρεῖε, ὅτι βραδύνων εἰς μάχην βασιλεὺς ἤδη πρόδηλός ἐστι τῷ ἀντιδίκῳ ἀσθενῆ ἔχειν τὴν ψυχὴν εἰς τὸ πολεμεῖν· ὥστε μὴ μέλλε, ἀλλὰ ἄγγελλέ μοι, πότε βούλῃ συμβάλλειν τῇ μάχῃ‘.’ Δαρεῖος εἶπε· ‘Μή τι σὺ ὁ Ἀλέξανδρος; οὕτω γάρ μοι μετὰ θράσους [μοι] διαλέγῃ, οὐχ ὡς ἄγγελος, ἀλλ´ ὡς αὐτὸς ἐκεῖνος. ἀλλ´ οὐ μή με ταράξῃς. ἀλλ´ ἐπεὶ τὸ σύνηθες δεῖπνον τοῖς ἀγγέλοις δεῖ τελειοῦσθαι - καὶ γὰρ αὐτὸς Ἀλέξανδρος . . . ’ . . . τῆς δεξιᾶς χειρὸς εἰσήνεγκεν ἔνδον τῶν βασιλείων· ὁ δὲ Ἀλέξανδρος ἔσχεν ἐν καρδίᾳ τὸ σημεῖον 〈ὡς〉 ἤδη κρατήσει τὸν τύραννον νικῶν. ὁ δὲ εἰσελθὼν εἰς τὰ μέλαθρα Δαρείου καὶ ἐπὶ τὸ δεῖπνον εὐθέως ἐκηρύχθη. Πρῶτος δὲ ἀνακλιντὴρ ἦν ὁ Δαρείου· δεύτερος δὲ ἀδελφὸς ἦν Ὀξυάθρης Δαρείου· τρίτος δὲ Ὦχος σατράπης Ὀξυδράκων [Δαρείου]· εἶτα πάλιν Ἀδουλίτης ὁ ἐπὶ Σούσης καὶ Φραόρτης· μετ´ αὐτὸν Μιθριδάτης ἕκτος κατεκλίθη καὶ Τιριδάτης 〈ὁ〉 τοξοτῶν πρῶτος, ἔτι τε Κανδαύλης ὁ νυκτίχροος ἔκειτο † Μένωπος, εἶτ´ ἀνέκειτο Αἰθιόπων ἄναξ καὶ Πολυάρης ἔγγιστα ἡγεμὼν μέγας· † Ὀρνίφατος Ὁδιώνης Καρτερόφωτος Σοβαρίτης Δελεάλκιδες †. τοῖς δὲ ἀντικρὺς αὐτὸς μόνος ἀνέκειτο ἐπὶ μιᾶς κλίνης ὁ πάντα ἄριστος [ὁ] Μακεδών.

[15] E   Καὶ οἱ μὲν Πέρσαι ἀπεθαύμαζον τὴν τοῦ σώματος σμικρότητα, ἀλλ´ ἠγνόουν, ὅτι ἐν μικρῷ ἀγγείῳ ἔκχυμα τύχης 〈οὐρανίου〉 ἐστίν. οἱ μὲν οὖν πινεγχύται πυκνότερον ἐν τοῖς σκύφοις διηκόνουν· μεσάσαντος δὲ τοῦ πότου ἐπινοεῖ τι ὁ Ἀλέξανδρος. οὓς γὰρ ἐλάμβανε σκύφους ἔσωθεν ἔκρυβεν· οἱ δὲ πινεγχύται βλέποντες ἐνεφάνιζον Δαρείῳ. ὁ δὲ Δαρεῖος ἐπαναστὰς τοῦ κλιντῆρος εἶπεν· ‘Ὦ γενναῖε, πρὸς τί ταῦτα ἐγκολπίζεις;’ καὶ ὁ Ἀλέξανδρος εἶπεν· ‘Ὅτι οὕτως ὁ ἡμέτερος Ἀλέξανδρος, ἐὰν δεῖπνον ποιῇ τοῖς ταξιάρχαις καὶ παρασπισταῖς, τὰ κύπελλα ἐκείνοις δωρεῖται, ὑπενόησα καὶ σὲ οὕτως τὸ ἔθος ἔχειν, 〈καὶ〉 ὡς παρὰ τῷ ἐμῷ βασιλεῖ ἐνεκολπισάμην. εἰ δὲ οὐκ ἔστι σοι τοῦτο τὸ ἔθος, ἀπολάμβανε.’ πρὸς ταῦτα οἱ Πέρσαι ἀφορῶντες τὸν Ἀλέξανδρον ἀπεθαύμαζον. πλαστὸς ἀεὶ μῦθος, ἐὰν σχῇ πίστιν, ἐκστῆναι πεποίηκε τοὺς ἀκούοντας. Πολλῆς οὖν σιγῆς γενομένης εἷς ἀνεπόλησεν αὐτόν, ὃς ἦν γενόμενος ἡγεμὼν τῆς Περσίδος [ὃς] ὀνόματι Παρασάγγης· ᾔδει γὰρ αὐτὸν κατὰ πρόσωπον, ἡνίκα τὸ πρῶτον ἦλθεν εἰς Πέλλην τῆς Μακεδονίας ὑπὸ Δαρείου πεμφθεὶς φόρους ἀπαιτῆσαι. καὶ πρὸς ἑαυτὸν ἔλεγεν· ‘Οὐκ ἔστιν οὗτος, ὃν λέγουσιν Ἀλέξανδρον; ἀσφαλῶς ἔστι. δεῖ με τοὺς τύπους ἐπιγνῶναι.’ καὶ κατανοήσας ἐκ δευτέρου εἶπεν· ‘Αὐτός ἐστιν ἀσφαλῶς· ἡ φωνὴ γὰρ αὐτὸν ἤλεγξε † καὶ ὁ τύπος αὐτός.’ οὗτος οὖν ὁ Παρασάγγης νοήσας ἀσφαλῶς, ὅτι αὐτός ἐστι, παρανακλιθεὶς τῷ Δαρείῳ εἶπε· ‘Μέγιστε βασιλεῦ Δαρεῖε, οὗτος ὁ πρεσβεὺς αὐτός ἐστιν [ὁ] Ἀλέξανδρος ὁ Φιλίππου.’ ὡς δὲ διενοήθη ἐγνωσμένον αὑτὸν ὁ Ἀλέξανδρος καὶ πολὺν θροῦν περὶ τὸ βασιλικὸν δεῖπνον γενόμενον, ἀνήλατο ἔχων τὸ χρυσίον ἐν τοῖς κόλποις καὶ ἐξεπήδησεν. ἐκτὸς δὲ τῶν βασιλείων ἰδών τινα Πέρσην παραφυλάσσοντα δᾷδας μετὰ χεῖρας ἔχοντα ταύτας βαστάξας ἐσφαγίασε τὸν ἄνδρα. εὐθὺς δὲ καθίσας τὸν πῶλον ἐφέρετο· οἱ δὲ Πέρσαι ἐξέβαινον ἐπὶ τὸν διωγμὸν καταλαβεῖν θέλοντες τὸν φυγόντα. ὁ δὲ Ἀλέξανδρος ὑπὸ τοῦ θεοῦ βοηθούμενος ὤξυνε τὸν ἵππον πτερνίσας καὶ προέβαλλε τὴν πεύκην καὶ ἐφωταγώγει τὸν πῶλον· ἦν γὰρ νὺξ βαθεῖα, καὶ οἱ μὲν διώκοντες εἰς ὃ μέρος ἔτυχον ἐδίωκον· ὁ μὲν γὰρ ἔχων τὴν πεύκην ὡς ἀστὴρ ἀπέλαμπεν ἑαυτῷ, οἱ δὲ εἰς τὰς φάραγγας κατεκρημνίζοντο. Ὁ δὲ Δαρεῖος συνεφοράζετο ἐπὶ τοῦ κλιντῆρος καθεζόμενος· ἐθεάσατο δὲ [τι] ἐξαίφνης κρήγυόν τι σημεῖον. εἰκὼν γὰρ Ξέρξου τοῦ ὀρόφου κατέπεσε διαστάντος, ἥνπερ ἠγάπα Δαρεῖος. ὁ δὲ Μακεδὼν ᾤχετο καὶ καμὼν ἦλθεν ἐπὶ τὸν Στράγγαν ποταμόν. καὶ ἅμα τῷ διαπερᾶσαι παρὰ τὴν ὄχθην τοῦ πώλου τοὺς ἐμπροσθίους πόδας ἔχοντος ἐπὶ τὴν γῆν ὁ ποταμὸς διελύθη, καὶ ὁ μὲν πῶλος ἐφέρετο 〈τῷ〉 ῥεύματι, τὸν δὲ Ἀλέξανδρον ἐπὶ γῆς ἔρριψε καὶ ἐρρύσθη ἐπὶ γῆς στερεᾶς. οἱ δὲ Πέρσαι παρ´ αὐτὸν τὸν Στράγγαν ποταμὸν ἐλθόντες ἔγνωσαν αὐτὸν διαπεράσαντα καὶ μηδὲν δυνάμενοι . . . ἀπέστησαν τῶν τόπων· ὁ γὰρ ποταμὸς οὗτος ἄπλευστός ἐστι πᾶσιν. καὶ οἱ μὲν Δαρείῳ ἔλεγον τὸ εὐτύχημα Ἀλεξάνδρου· ὁ δὲ Ἀλέξανδρος ἀπὸ τοῦ σάλου καὶ τῆς διώξεως ἀναλαβὼν ἑαυτὸν καὶ ὀλίγον πεζεύσας εὗρεν Εὔμηλον ἐναγώνιον ὀδυρόμενόν τε 〈καὶ〉 ὑφηγεῖται τὰ συμβάντα.

[16] E   Ἀναλαβὼν δὲ ἑαυτὸν καὶ ἕωθεν συναθροίσας τὸν στρατόν, αὐτὸς ἐν μέσῳ ἑστώς, ὁποῖος Ζεὺς τοὺς οὐρανίους δαίμονας διακρίνων, καὶ εἰς ἀριθμὸν ποιησάμενος διὰ τὸ τεθεωρημένον αὐτῷ Περσικὸν πλῆθος, πάντας τοὺς ἑαυτοῦ ἀριθμήσας εὗρε μυριάδας ιβʹ. καὶ ἦν μὲν αὐτὸς ὁ ἀριθμὸς βραχὺς λίαν, ἀλλ´ ὅτι φρενήρης ἦν, ἀνεθάρσει. ἀνελθὼν οὖν ἐπί τινος ὑψηλοῦ τόπου ἐθάρσυνε τὴν στρατείαν λέγων· ‘Ἄνδρες συστρατιῶται καὶ φίλοι, ἐπίσταμαι τὸ πλῆθος τὸ ἡμέτερον ὀλίγον ὄν. ἀλλὰ μὴ εἰς τοῦτο διστάσωμεν· εἷς γὰρ ὑμῶν κατὰ τὸ ἀνδρεῖον τῶν ἀντιδίκων οὕτω τι νωθρῶν 〈ὄντων〉 ὑπὲρ τοὺς ἑκατὸν χειρώσεται. καὶ γὰρ πολλαὶ μυριάδες μυιῶν εἰσιν, αἳ σκέπουσι τὸν ἀέρα· ἐπὰν δὲ αὐταῖς ἐπιστῶσι σφῆκες, σοβοῦσιν αὐτὰς ταῖς πτέρυξι κλαγόντες· οὕτω τὸ πλῆθος οὐδέν ἐστι πλὴν πλῆθος· σφηκῶν γὰρ παρόντων οὐδέν εἰσιν.’ Ὡς δὲ εἶπεν ὁ βασιλεύς, πάντες αὐτὸν εὐφήμουν. πολλὰς οὖν χέρσους καὶ στίβους διευθύνας εὗρε τὸν ὄχλον ἐπὶ τὰ νῶτα τοῦ Στράγγου. ὁ δὲ Δαρεῖος ὡς ἐθεάσατο τὸν στρατὸν Ἀλεξάνδρου ὀλιγοστὸν ὄντα ἐχλεύασεν ὡς μηδὲν· καὶ εὑρὼν ἐπίπηκτον τὸν ποταμὸν διεπέρασεν, ἐπιστῆναι βουλόμενος τοῖς στρατοῖς Ἀλεξάνδρου, καὶ κήρυκας ἐκπέμπει καλεῖν 〈εἰς〉 τὴν μάχην. καὶ ἦν μὲν Περσικὸν πλῆθος ἄμετρον καὶ ἅρματα δρεπανηφόρα ἐτύγχανε. τῶν δὲ Μακεδόνων προῆγεν ὁ Ἀλέξανδρος ἐγκαθίσας τὸν Βουκέφαλον ἵππον· προσεγγίσαι δὲ τούτῳ οὐδεὶς ἠδύνατο διὰ τὴν ἐν αὐτῷ θειότητα. ὡς οὖν ἑκατέρους ἔκλῃζεν 〈ἡ〉 πολέμιος σάλπιγξ, πολύς [δὲ] τις θροῦς συνεκλονεῖτο καὶ κλαγγὴ τῶν στρατῶν· προθυμίᾳ δὲ ἦλθον εἰς δῆριν. καὶ οἱ μὲν λίθοις ἠμύναντο, οἱ δὲ τοῖς βέλεσιν ἐσκέπασαν τὸν ἀέρα, ἄλλοι δὲ μαχαίραις ἐξοιστροῦντο· καὶ πολλοὶ μὲν ὤλοντο, πολὺς δὲ ὀδυρμὸς ὠρώρει· καὶ οἱ μὲν ἐσφάζοντο, ἕτεροι δὲ ἡμισφαγεῖς ἔκειντο. πολλῶν δὲ Περσῶν ὀλεθρίως τελευτώντων ὁ Δαρεῖος ἔστρεφε τὰς ἡνίας τοῦ ἰδίου ἅρματος, καὶ πᾶν τὸ πλῆθος τῶν Περσῶν εἰς φυγὴν ὥρμα. δρεπανηφόρων δὲ πολλῶν ἁρμάτων τροχαζόντων οἱ πεζοὶ ἐθερίζοντο ὥσπερ σῖτος ὑπ´ ἀρότρῳ. Ὁ οὖν Δαρεῖος ἐλθὼν ἐπὶ τὸν Στράγγαν ποταμὸν αὐτὸς μὲν διεπέρασεν ἔτι αὐτὸν πεπηγότα εὑρών· τὸ δὲ ἄλλο πλῆθος ὡς ἦλθεν αὐτὸν διαπερᾶσαι, κάτωθεν διελύθη 〈τὸ〉 κῦμα καὶ ἥρπασε πάντας. οἱ δὲ μὴ φθάσαντες διαπερᾶσαι τὸν ποταμὸν ὑπὸ τῶν Μακεδόνων ἀνῃροῦντο. ὁ δὲ Δαρεῖος φυγὰς γενηθεὶς καὶ εἰσελθὼν εἰς τὰ βασίλεια ἔρριψεν ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους, οἰμώζων 〈καὶ〉 δακρύων διὰ τὸ ἀπολωλεκέναι πολὺ πλῆθος ἀνδρῶν καὶ ὡς ἐρημώσας πᾶσαν τὴν Περσίδα. ἔλεγε δέ· ‘Ποῖος ἀστὴρ οὐράνιος ἔβαλε τὴν Περσικὴν βασιλείαν, ἵνα Δαρεῖος ὁ τοσαύτας πόλεις καὶ ἔθνη ὑποτάξας καὶ νήσους καταδουλωσάμενος, ὁ ἡλίῳ συνανατείλας, οὗτος φυγὰς γενόμενος . . . ἀληθῶς
  οὐδεὶς τὸ μέλλον ἀσφαλῶς ἐπίσταται·
  ἡ γὰρ τύχη, βραχεῖαν ἢν λάβῃ ῥοπήν,
  ἢ τοὺς ταπεινοὺς ὑπεράνω νεφῶν τιθεῖ
  ἢ τοὺς ἀφ´ ὕψους εἰς ζόφον κατήγαγεν.’

[17] E   Ἔκειτο μὲν Δαρεῖος ἔρημος· διαναστὰς δὲ καὶ ἐν ἑαυτῷ γενόμενος τυπωσάμενος ἐπιστολὴν πέμπει πρὸς Ἀλέξανδρον· [Ἐπιστολὴ Δαρείου Ἀλεξάνδρῳ.] ‘Δαρεῖος βασιλεὺς Ἀλεξάνδρῳ τῷ ἐμῷ δεσπότῃ χαίρειν. πρῶτον γίνωσκε, ὅτι ἄνθρωπος ἐγεννήθης· ἱκανὸν δὲ τοῦτο ὑπόμνημα τοῦ μὴ μεγαλοφρονεῖν. καὶ γὰρ καὶ Ξέρξης ὁ τὸ φῶς μοι δείξας ὑπερφρονήσας καὶ καταφρονήσας 〈πάντων ἀνθρώπων〉 μέγαν ἔρωτα ἔσχεν εἰς τὴν Ἑλλάδα . . . ἄπληστος ὢν χρυσοῦ τε καὶ τῶν ἄλλων πραγμάτων. τί γὰρ αὐτὸν ἦν λεῖπον; χρυσὸς ἢ λίθοι ἢ ἀγάλματα, ἅπερ καὶ αὐτὸς παρ´ ἡμῖν εἶδες; . . . ἀλλά γε σκοπήσας τὴν τύχην οἴκτειρον ἡμᾶς πρὸς σὲ καταπεφευγότας. πρὸς Διὸς ἱκεσίου καὶ τῆς ἄλλης ἐνυπαρχούσης ἡμῖν εὐγενείας ἀπὸ Περσίδος, ἀποδὸς τὴν μητέρα καὶ γυναῖκα καὶ τέκνα· ἀντὶ δὲ τούτων ὑπισχνοῦμαί σοι τοὺς θησαυροὺς δεῖξαι τοὺς ἐν Μινυάδι χώρᾳ καὶ Σούσοις καὶ Βάκτροις, οὓς οἱ πατέρες ἡμῶν παρέθεντο τῇ γῇ· ἐπεύχομαί δέ σοι τῆς Περσῶν καὶ Μήδων καὶ τῶν ἄλλων ἀνδρῶν κυριεύειν τὸν ἅπαντα χρόνον. Ζεύς σε ποιείτω μέγαν. ἔρρωσο.’ Ταύτης τῆς ἐπιστολῆς ἀναγνωσθείσης ἔδοξεν Ἀλεξάνδρῳ συναθροίζειν τὴν δύναμιν καὶ ἐκκλησιάσαι· καὶ ἐσκέπτετο σὺν αὐτοῖς. εἶπεν οὖν Παρμενίων 〈ὁ〉 στρατηγός· ‘Ἀλέξανδρε, ἔλαβον ἂν τὰ χρήματα καὶ τὴν χώραν τὴν δεδομένην σοι καὶ ἀπεδίδουν αὐτῷ τὴν μητέρα καὶ τὰ τέκνα.’ πρὸς ταῦτα εἶπεν ὁ Ἀλέξανδρος· ‘Κἀγὼ Παρμενίων 〈ὢν〉 ἔλαβον 〈ἄν〉. ἀλλὰ θαυμάζω, εἰ τῶν ἐμῶν χρημάτων Δαρεῖος λυτρώσεται μητέρα καὶ γυναῖκα καὶ τέκνα· πολὺ δὲ μᾶλλον, ὅτι καὶ τὴν ἐμήν μοι χώραν ὑπέσχηται δώσειν. ἀγνοεῖ δήπου ὅτι, εἰ μὴ μαχόμενος νικήσει, ἐμὰ ταῦτά εἰσιν· εἰ μὲν οὖν ἥττων ὑπάρχει ἐμοῦ, μηδὲν ἐπαγγελλέσθω τῶν ἐμῶν· ἐὰν γὰρ νικήσῃ μαχόμενος, οὐδὲ περὶ τῆς ἐκείνου γυναικὸς ἢ μητρὸς ἢ τέκνων λόγος αὐτῷ γίνεται πρὸς ἡμᾶς, ἀλλ´ ἡμῖν πρὸς ἐκεῖνον περὶ τῶν ἡμετέρων. τὸ δ´ ὅλον οὐκ ἂν διέβην 〈εἰς〉 τὴν Ἀσίαν, εἰ μὴ τὴν χώραν ὑπελάμβανον ἡμῶν εἶναι· καὶ γὰρ ἂν ἠδίκουν τῶν ἀλλοτρίων ἁπτόμενος. εἰ δὲ πρότερον ἐκεῖνος αὐτῆς ἦρξεν, κερδαινέτω, διότι χώραν ἀλλοτρίαν ἔχων τοσοῦτον χρόνον οὐδὲν ἔπαθεν.’ ταῦτα ἐκέλευσε τῷ Δαρείῳ ἀπαγγέλλειν τοὺς Πέρσας. Αὐτὸς δὲ ἐκέλευσε τοὺς μὲν τραυματίας γενομένους θεραπείας ἔχεσθαι, τοὺς δὲ τελευτήσαντας ἐπὶ τῶν τόπων κηδείας τυχεῖν. μείνας δὲ τὸν ἀκμαιότατον χειμῶνα καὶ ποιήσας τοῖς ἐγχωρίοις θεοῖς θυσίας προσέταξεν ἐμπρησθῆναι τὰ Ξέρξου βασίλεια ὄντα κάλλιστα κατὰ τὴν χώραν· μετὰ δὲ μικρὸν μετανοήσας σβεσθῆναι ἐκέλευσεν.

[18] E   Ἐθεάσατο δὲ καὶ τοὺς Περσῶν τάφους, ἐν οἷς ἦσαν χρυσώματα πολλὰ καὶ κρατῆρες ἀργύρεοι· ἦν δὲ καὶ ὁ Κύρου τάφος τοιοῦτος, πύργος δεκάστεγος λίθινος. ἐν δὲ τῇ ἄνω στέγῃ ἔκειτο ἐν χρυσῇ πυάλῳ, ὕελος δὲ περιεκέχυτο, ὥστε τὸ τρίχωμα αὐτοῦ φαίνεσθαι καὶ αὐτὸν ὅλον. ἐνταῦθα δὲ ἦσαν τῶν Ἑλλήνων ἄνδρες τεχνῖται λελωβημένοι οἱ μὲν πόδας, οἱ δὲ ῥῖνας, οἱ δὲ τὰ ὦτα· ἐδέδεντο δὲ ἐν πέδαις καθηλωταῖς. συνελθόντες οὖν ἀθρόοι ἐφώνησαν τῷ Ἀλεξάνδρῳ σῶσαι αὐτούς· ἦν δὲ τὸ θέαμα δεινόν, Ἕλληνες ἄνδρες λελωβημένοι. ἰδὼν δὲ αὐτοὺς ὁ Ἀλέξανδρος ἐδάκρυσε καὶ βαρέως ἤνεγκε· τούτοις δὲ προσέταξε δοθῆναι ἑκάστῳ δραχμὰς ͵αʹ καὶ κατασταθῆναι εἰς τὰς ἑαυτῶν πατρίδας. οἱ δὲ λαβόντες τὸ ἀργύριον ἐβουλεύσαντο αὐτοῦ μένειν· ἐντυγχάνοντες οὖν τῷ βασιλεῖ ἠξίωσαν μὴ ἀποστῆναι, χώραν δὲ αὐτοῖς ἀπονεῖμαι. ‘ὄνειδος γάρ (φησίν) ἐσμὲν τοῖς οἰκείοις.’ ὁ δὲ Ἀλέξανδρος προσέταξεν αὐτοῖς ἀναμετρηθῆναι γῆν καὶ σῖτον εἰς σπερμοβολίαν καὶ βόας ἑκάστῳ ϛʹ καὶ τὰ λοιπά, ὅσα πρὸς γεωργίαν, καὶ ἕτερα χρήματα.

[19] E   Ἤδη δὲ πάλιν ὁ Δαρεῖος ἐστέλλετο πρὸς ἑτέραν συμβολήν· καὶ γράφει Πώρῳ ἐπιστολὴν περιέχουσαν οὕτως· [Ἐπιστολὴ Δαρείου Πώρῳ βασιλεῖ Ἰνδῶν.] ‘Βασιλεὺς βασιλέων Δαρεῖος Πώρῳ βασιλεῖ χαίρειν. ἔγραψά σοι συμπάσχειν ἐπὶ τῇ γενομένῃ καταστροφῇ τοῦ οἴκου μου, ἐπειδὴ ὁ ἐπιβὰς πολέμιος θηρὸς ἀγρίου θυμὸν ἔχει καὶ θαλάσσης ψυχήν, οὐ βουλόμενός μοι τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ἀποδοῦναι· † ὅθεν συγχρησάμενός μοι τοῖς πράγμασιν οὐ πείθεται. διὸ ἀναγκάζομαι εἰς ἑτέραν συνδρομὴν ἐλθεῖν, μέχρις οὗ ἀμύνωμαι τὸ ἔθνος ἢ αὐτὸς οὐκ ἔσομαι ἐν τῷ κόσμῳ. διὸ οἰκτείρας τὰ κατ´ ἐμὲ ἀγανάκτησον καὶ ἀπεκδίκει τὴν ἐμὴν ὕβριν, μνησθεὶς τῶν προγονικῶν ἡμῶν δικαίων. συνάθροισον οὖν πλείονα ἔθνη καὶ γίνου ἐπὶ τὰς Κασπίας πύλας. τοῖς δὲ συνερχομένοις κατὰ μῆνα χορηγήσω ἀνδρὶ εὐζώνῳ χρυσοῦς τρεῖς, ἱππεῖ δὲ χρυσοῦς πέντε καὶ σῖτον καὶ χόρτον καὶ πᾶν ὅτι οὖν ἔδεσμα· τῶν δὲ γιγνομένων λαφύρων τὸ ἥμισύ σοι πέμψω. χαρίζομαι δέ σοι καὶ τὸν Βουκέφαλον ἵππον σὺν τοῖς βασιλικοῖς χωρίοις καὶ τὰς ἐν Σούσοις [τούτοις] παλλακὰς ρηʹ μετὰ τοῦ ἰδίου κόσμου. δεξάμενος οὖν τὴν ἐπιστολὴν μὴ ἀναμείνῃς.’ Ὁ δὲ Ἀλέξανδρος ταῦτα μαθὼν ὑπό τινος τῶν τοῦ Δαρείου προσπεφευγότων αὐτῷ ἀναλαβὼν τὴν δύναμιν ἀνέζευξεν ἐπὶ τὴν Μηδίαν· ἤκουσε γὰρ τὸν Δαρεῖον εἶναι ἐν Ἐκβατάνοις. οὐκ ᾤετο δὲ βασιλεύειν τῆς Ἀσίας ὁ Ἀλέξανδρος, εἰ μὴ κατεφρόνησε τοῦ Δαρείου ὀνόματος. προσηγγέλη δὲ αὐτῷ, ὅτι εἴη πεφευγὼς ἐπὶ τὰς Κασπίας πύλας· σύντονον δὲ ἐποίει τὸν διωγμὸν ἀκούσας παρά τινων, ὅτι πλησίον εἴη· Βαγιστάνου 〈δὲ〉 τοῦ εὐνούχου αὐτομολήσαντος 〈καὶ ἀπαγγείλαντος〉 πάντα πρὸς ἀλήθειαν εὐτολμότερον τὸν διωγμὸν ἐποιεῖτο.

[20] E   Ὡς δὲ ἐπέγνωσαν οἱ τοῦ Δαρείου σατράπαι . . . Βῆσσος καὶ Ἀριοβαρζάνης παρατραπέντες ἐβουλεύσαντο τὸν Δαρεῖον ἀναιρῆσαι, οἰόμενοι γέρας λαμβάνειν παρὰ Ἀλεξάνδρου ὡς ἀναιρήσαντες αὐτοῦ τὸν ἐχθρόν. οὕτως . . . ἐπήνεγκαν Δαρείῳ ἐξιφωμένας τὰς χεῖρας· ὁ δὲ τοὺς πονηροὺς Δαρεῖος ἰδὼν εἶπεν· ‘Ὦ ἐμοῦ δεσπόται οἱ τὸ πρίν μου δοῦλοι, τί τοσοῦτον ἠδίκησα ὑμᾶς, ἵνα με ἀνέλητε; μὴ χείρονα μήσασθε τοῦ Ἀλεξάνδρου· ἐάσατέ με οὕτως ἐπὶ τὰ μέλαθρα ῥιφέντα
  ἀναστενάζειν τὴν δυσέκβατον τύχην.
  ἐὰν γὰρ ἐλθὼν ὁ βασιλεὺς Ἀλέξανδρος
  εὕρῃ σφαγέντα βασιλέα λῃστρικῇ γνώμῃ,
  ἔμ´ ἐκδικήσει. οὐ θέμις γὰρ ὀφθῆναι
  〈βασιλεῖ〉 βασιλέα δολοφονηθέντα οἰκτίστως.’
Καὶ ὁ μὲν Δαρεῖος ἀντεῖχε πρὸς τοὺς πονηρούς. αὐτοῦ δὲ τὰς χεῖρας ἀντέχοντος αἱ πληγαὶ τοῦ ξίφους οὐκ ἐγίνοντο καίριοι, ἀλλὰ πλάγιοι ἐγίνοντο. οἱ δὲ Μακεδόνες τὸν Στράγγαν ποταμὸν παγέντα εὑρόντες διεπέρασαν· καὶ ὁ Ἀλέξανδρος εἰσεπήδησεν εἰς τὰ βασίλεια Δαρείου. οἱ δὲ ἀσεβεῖς μαθόντες τὴν εἴσοδον αὐτοῦ προλείψαντες τὸν Δαρεῖον ἡμίπνουν ἀποφεύγουσιν, μέχρις οὗ μάθωσιν ποίαν γνώμην ἔχει περὶ αὐτῶν ὁ Ἀλέξανδρος. ὁ οὖν Ἀλέξανδρος καταλαμβάνει Δαρεῖον ἡμίπνουν, καὶ ἐπιστὰς αὐτῷ πάνυ ἐδάκρυσεν καὶ τῇ βασιλικῇ χλαμύδι αὐτοῦ τὸ σῶμα αὐτοῦ ἐπέσκεπε. τὰς χεῖρας δὲ αὐτοῦ ἐπιθεὶς ἐπὶ τὸ Δαρείου
  στῆθος τοίους ἔλεξε συμπαθεῖς μύθους·
  ‘ἀνάστα, φησί, τῆς τύχης ὦ Δαρεῖε
  καὶ τῶν σεαυτοῦ δεσπότης πάλιν γίνου.
  δέξαι σοῦ τὸ διάδημα Περσικοῦ πλήθους,
  ἔχε σοῦ τὸ μέγεθος τῆς τυραννικῆς δόξης.
  ὄμνυμί σοι, Δαρεῖε, τοὺς θεοὺς πάντας,
  ὡς ταῦτ´ ἀληθῶς καὶ οὐ πεπλασμένως φράζω·
  μόνῳ παραχωρῶ τὸ διάδημα τῶν σκήπτρων.
  μετὰ σοῦ γὰρ αὐτὸς καὶ τροφῆς ἐκοινώνουν.
  ἐπὶ σαῖς τραπέζαις σὴν ἀν´ ἑστίαν † χεῖραν,
  ἡνίκα παρήμην ἄγγελος Ἀλεξάνδρου.
  ἀλλ´ ἐξανάστα καὶ κράτυνε τῆς χώρας.
  οὐ δεῖ βασιλέα δυστυχοῦντα λυπεῖσθαι·
  ἰσότης γὰρ ἀνθρώποισι περὶ τέλους μοίρης.
  τίνες δέ ς´ οἱ τρώσαντες; εἰπὲ Δαρεῖε.
  μήνυσον αὐτούς, ἵνα με ἔκδικον ἔχῃς.’

ταῦτα λέγοντος Ἀλεξάνδρου ἐστέναξεν ὁ Δαρεῖος καὶ ἐπισπασάμενος αὐτὸν καὶ τὰς χεῖρας καὶ τὸ
  στῆθος φιλήσας εἶπε· ‘Τέκνον Ἀλέξανδρε,
  μηδέποτ´ ἐπαρθῇς τῇ τυραννικῇ δόξῃ.
  〈ὁπ〉ότε γὰρ ἔργον ἰσόθεον κατορθώσεις
  καὶ χερσὶ ταῖς σαῖς οὐρανοῦ δόξεις ψαύειν,
  σκόπει τὸ μέλλον· ἡ τύχη γὰρ οὐκ οἶδεν
  † βασιλέα ἢ λῃστὴν οὔτε πλῆθος †
  ἀκρίτῳ δὲ ῥοίζῳ † παντὶ κακῶς ἐκρίπτεται.
  ὅρα τίς ἤμην καὶ τίς ἐγενόμην τλήμων·
  ὁ τῆς τοσαύτης 〈ἄρτι〉 κύριος γύης
  νῦν οὐδ´ ἐμαυτοῦ δεσπότης ἀποθνῄσκω.
  θάψον με ταῖς σαῖς εὐσεβεστάταις χερσίν,
  κηδευσάτωσαν Μακεδόνες 〈με〉 καὶ Πέρσαι.
  μία γενέσθω συγγένεια Δαρείῳ.
  τὴν δ´ ἐμὲ τεκοῦσαν παραδίδωμί σοι τλήμων,
  καὶ τὴν γυναῖκα ὡς σύναιμον οἴκτειρον.
  καὶ τὴν θυγατέρα Ῥωξάνην δίδωμί σοι,
  ἵν´ εἴ τι καὶ ἐν φθιτοῖσι λείπεται γνώμης,
  οἱ δύο γονῆες ἐπὶ τέκνοισι καυχῶνται,
  σοὶ μὲν Φίλιππος, Ῥωξάνῃ δὲ Δαρεῖος.’

τοσαῦτα λέξας ὁ βασιλεὺς Δαρεῖος ἔλειψε τὸ πνεῦμα ἐν χερσὶν Ἀλεξάνδρου.

Following chapters (21-40) →


Attalus' home page   |   08.04.15   |   Any comments?