back

Teles the Cynic: Fragments of Diatribes


Extracts quoted by Stobaeus; based on the edition by O.Hense (1909). The numbers in red are the page numbers in Hense's edition.



[3]   1:  ΕΚ ΤΗΣ ΘΕΟΔΩΡΟΥ ΤΩΝ ΤΕΛΗΤΟΣ ΕΠΙΤΟΜΗΣ ΠΕΡΙ ΤΟΥ ΔΟΚΕΙΝ ΚΑΙ ΤΟΥ ΕΙΝΑΙ

Κρεῖττόν φασι τὸ δοκεῖν δίκαιον εἶναι τοῦ εἶναι· μὴ καὶ τὸ δοκεῖν ἀγαθὸν εἶναι τοῦ εἶναι κρεῖττόν ἐστιν;

{ - }   Ἀμέλει.

{ - }   Πότερον οὖν διὰ τὸ δοκεῖν ἀγαθοὶ ὑποκριταὶ εἶναι <εὖ> ὑποκρίνονται ἢ διὰ τὸ εἶναι;

{ - }   <Διὰ τὸ εἶναι.>

{ - }   Κιθαρίζουσι δὲ <εὖ> πότερον διὰ τὸ δοκεῖν ἀγαθοὶ κιθαρισταὶ <εἶναι> ἢ διὰ τὸ εἶναι;

{ - }   Διὰ τὸ εἶναι.

{ - }   Τὰ δ' ἄλλα πάντα ἁπλῶς διὰ τὸ δοκεῖν ἀγαθοὶ <εἶναι> εὖ πράττουσιν ἢ διὰ τὸ εἶναι;

{ - }   Διὰ τὸ εἶναι.

{ - }   Δι' ὃ δ' εὖ βιοῦσι κρεῖττον ἢ δι' ὃ μή· ὥστε κρεῖττον φαίνοιτ' ἂν τὸ ἀγαθὸν εἶναι τοῦ δοκεῖν, ὁ γὰρ δίκαιος ἀγαθός, οὐχ ὁ δοκῶν δίκαιος εἶναι. καὶ τί ποτε ἐπὶ τῶν ἄλλων ἀγαθῶν, ὅσα δοκοῦσιν ἄνθρωποι; μᾶλλον ἂν βούλοιο εἶναι ἐν αὐτοῖς <ἢ δοκεῖν εἶναι> καὶ ἔχειν αὐτὰ μᾶλλον ἢ δοκεῖν ἔχειν; εὐθέως, ὁρᾶν <μᾶλλον>  [4] ἂν βούλοιο ἢ δοκεῖν ὁρᾶν; ὑγιαίνειν μᾶλλον ἢ δοκεῖν; ἰσχύειν μᾶλλον ἢ δοκεῖν; εὔπορος εἶναι, φίλους ἔχειν μᾶλλον ἢ δοκεῖν; ἐπὶ τῶν ψυχικῶν πάλιν, φρονεῖν μᾶλλον ἢ δοκεῖν; ἄλυπος εἶναι μᾶλλον ἢ δοκεῖν; θαρσαλέος εἶναι, ἄφοβος εἶναι, ἀνδρεῖος εἶναι μᾶλλον ἢ δοκεῖν; ἐπὶ τῆς δικαιοσύνης δὲ οὐκέτι δίκαιος εἶναι μᾶλλον ἢ δοκεῖν;

{ - }   Ἀλλὰ καὶ ἀνδρεῖος ἂν μᾶλλον βουλοίμην δοκεῖν ἢ εἶναι.

{ - }   Ἣ οὐχ ὁ ἀνδρεῖος καὶ ἄφοβος καὶ ἄλυπος, οὐχ ὁ δοκῶν; διὰ τί δὲ βούλει ἀνδρεῖος δοκεῖν εἶναι;

{ - }   Τιμήσουσί με.

{ - }   Καὶ γὰρ πρωτοστάτην σε καταστήσουσι καὶ μονομαχεῖν κελεύσουσι καὶ ἵνα λάχῃς μηχανήσονται καὶ λαχόντι σοι ἐπιχαρήσονται καθάπερ τῷ Αἴαντι· εἶτα τί οἴει πείσεσθαι δειλὸς μὲν ὤν, κινδυνεύων δέ; καὶ ἐὰν αἰχμάλωτος γένῃ δοκῶν ἀνδρεῖος εἶναι πέδας ἕξεις μεγάλας καὶ χειροπέδας, καὶ οὐθείς σοι μὴ πιστεύσει, ἀλλὰ καὶ κατακεκλεισμένος ἔσῃ, κἂν βασανίζωσί σε πολλὰς λήψῃ, καὶ λέγων τὴν ἀλήθειαν οὐ μὴ πιστευθήσῃ, ἀλλὰ δόξεις μωκᾶσθαι διὰ τὸ δοκεῖν καρτερικὸς εἶναι, καὶ κελεύσουσί σε δέρειν καὶ ἐπιτείνειν καὶ παροπτᾶν. ὅρα πόσα λήψῃ δοκῶν ἀνδρεῖος εἶναι καὶ καρτερικός· σὺ δὲ ἐκεῖνο μὲν προφέρῃ, ταῦτα δὲ ἀποκρύπτεις, ὥσπερ οἱ ῥήτορες.

[5]   2:  ΕΚ ΤΟΥ ΤΕΛΗΤΟΣ ΠΕΡΙ ΑΥΤΑΡΚΕΙΑΣ

Δεῖ ὥσπερ τὸν ἀγαθὸν ὑποκριτὴν ὅ τι ἂν ὁ ποιητὴς περιθῇ πρόσωπον τοῦτο ἀγωνίζεσθαι καλῶς, οὕτω καὶ τὸν ἀγαθὸν ἄνδρα ὅ τι ἂν περιθῇ ἡ τύχη. καὶ γὰρ αὕτη, φησὶν ὁ Βίων, ὥσπερ ποιήτρια, ὁτὲ μὲν πρωτολόγου, ὁτὲ δὲ δευτερολόγου περιτίθησι πρόσωπον, καὶ ὁτὲ μὲν βασιλέως, ὁτὲ δὲ ἀλήτου. μὴ οὖν βούλου δευτερολόγος ὢν τὸ πρωτολόγου πρόσωπον· εἰ δὲ μή,  [6] ἀνάρμοστόν τι ποιήσεις. σὺ μὲν ἄρχεις καλῶς, ἐγὼ δὲ ἄρχομαι, φησί, καὶ σὺ μὲν πολλῶν, ἐγὼ δὲ ἑνὸς τουτουῒ παιδαγωγὸς γενόμενος, καὶ σὺ μὲν εὔπορος γενόμενος δίδως ἐλευθερίως, ἐγὼ δὲ λαμβάνω εὐθαρσῶς παρὰ σοῦ οὐχ ὑποπίπτων οὐδὲ ἀγεννίζων οὐδὲ μεμψιμοιρῶν. σὺ κέχρησαι τοῖς πολλοῖς καλῶς, ἐγὼ δὲ τοῖς ὀλίγοις· οὐ γὰρ τὰ πολυτελῆ, φησί, τρέφει, οὐδὲ ἐκείνοις μὲν ἔστι μετ' ὠφελείας χρῆσθαι, τοῖς δὲ ὀλίγοις καὶ εὐτελέσι μετὰ σωφροσύνης οὐκ ἔστι καὶ ἀτυφίας. διὸ καὶ εἰ λάβοι, φησὶν ὁ Βίων, φωνὴν τὰ πράγματα, ὃν τρόπον καὶ ἡμεῖς, καὶ δύναιτο δικαιολογεῖσθαι, οὐκ ἂν εἴποι, φησίν, [πρῶτον ἡ πενία, ἄνθρωπε, τί μοι μάχῃ;] ὥσπερ οἰκέτης πρὸς τὸν κύριον ἐφ' ἱερὸν καθίσας δικαιολογεῖται ‘τί μοι μάχῃ; μή τί σοι κέκλοφα; οὐ πᾶν τὸ προσταττόμενον ὑπὸ  [7] σοῦ ποιῶ; οὐ τὴν ἀποφορὰν εὐτάκτως σοι φέρω;’ καὶ ἡ Πενία <ἂν> εἴποι πρὸς τὸν ἐγκαλοῦντα ‘τί μοι μάχῃ; μὴ καλοῦ τινος δι' ἐμὲ στερίσκῃ; μὴ σωφροσύνης; μὴ δικαιοσύνης; <μὴ> ἀνδρείας; ἀλλὰ μὴ τῶν ἀναγκαίων ἐνδεὴς εἶ; ἢ οὐ μεσταὶ μὲν αἱ ὁδοὶ λαχάνων, πλήρεις δὲ αἱ κρῆναι ὕδατος; οὐκ εὐνάς σοι τοσαύτας παρέχω ὁπόση γῆ; καὶ στρωμνὰς φύλλα; ἢ εὐφραίνεσθαι μετ' ἐμοῦ οὐκ ἔστιν; ἢ οὐχ ὁρᾷς γρᾴδια φυστὴν φαγόντα τερετίζοντα; ἢ οὐκ ὄψον ἀδάπανον καὶ ἀτρύφερον παρασκευάζω σοι τὴν πεῖναν; ἢ οὐχ ὁ πεινῶν ἥδιστα ἐσθίει καὶ ἥκιστα ὄψου δεῖται; καὶ ὁ διψῶν ἥδιστα πίνει καὶ ἥκιστα τὸ μὴ παρὸν ποτὸν ἀναμένει; ἢ πεινᾷ τις πλα?κοῦντα  [8] ἢ διψᾷ Χῖον; ἀλλ' οὐ ταῦτα διὰ τρυφὴν ζητοῦσιν ἄνθρωποι; ἢ οἰκήσεις οὐ παρέχω σοι προῖκα, τὸν μὲν χειμῶνα τὰ βαλανεῖα, θέρους δὲ τὰ ἱερά; ποῖον γάρ σοι τοιοῦτον οἰκητήριον, φησὶν ὁ Διογένης, τοῦ θέρους, οἷον ἐμοὶ ὁ παρθενὼν οὗτος, εὔπνους καὶ πολυτελής;’ εἰ ταῦτα λέγοι ἡ Πενία, τί ἂν ἔχοις ἀντειπεῖν; ἐγὼ μὲν γὰρ <ἂν> δοκῶ ἄφωνος γενέσθαι. ἀλλ' ἡμεῖς πάντα μᾶλλον αἰτιώμεθα ἢ τὴν ἑαυτῶν δυστροπίαν καὶ κακοδαιμονίαν, τὸ γῆρας, τὴν πενίαν, τὸν ἀπαντήσαντα, τὴν ἡμέραν, τὴν ὥραν, τὸν τόπον. διό φησιν ὁ Διογένης φωνῆς ἀκηκοέναι κακίας ἑαυτὴν αἰτιωμένης,
  οὔτις ἐμοὶ τῶνδ' ἄλλος ἐπαίτιος, ἀλλ' ἐγὼ αὐτή.
[9] παράφοροι δὲ πολλοὶ οὐχ ἑαυτοῖς ἀλλὰ τοῖς πράγμασι τὴν αἰτίαν ἐπάγουσιν. ὁ δὲ Βίων, ὥσπερ τῶν θηρίων, φησί, παρὰ τὴν λῆψιν ἡ δῆξις γίνεται, κἂν μέσου τοῦ ὄφεως ἐπιλαμβάνῃ, δηχθήσῃ, ἐὰν τοῦ τραχήλου, οὐδὲν πείσῃ· οὕτω καὶ τῶν πραγμάτων, φησί, παρὰ τὴν ὑπόληψιν ἡ ὀδύνη γίνεται, καὶ ἐὰν μὲν οὕτως ὑπολάβῃς περὶ αὐτῶν, ὡς ὁ Σωκράτης, οὐκ ὀδυνήσῃ, ἐὰν δὲ ὡς ἑτέρως, ἀνιάσῃ, οὐχ ὑπὸ τῶν πραγμάτων ἀλλ' ὑπὸ τῶν ἰδίων τρόπων καὶ τῆς ψευδοῦς δόξης. διὸ δεῖ μὴ τὰ πράγματα πειρᾶσθαι μετατιθέναι, ἀλλ'  [10] αὑτὸν παρασκευάζειν πρὸς ταῦτά πως ἔχοντα, ὅπερ ποιοῦσιν οἱ ναυτικοί· οὐ γὰρ τοὺς ἀνέμους καὶ τὴν θάλατταν πειρῶνται μετατιθέναι, ἀλλὰ παρασκευάζουσιν αὑτοὺς δυναμένους πρὸς ἐκεῖνα στρέφεσθαι. εὐδία, γαλήνη· ταῖς κώπαις πλέουσι. κατὰ ναῦν ἄνεμος· ἐπῆραν τὰ ἄρμενα. ἀντιπέπνευκεν· ἐστείλαντο, μεθείλαντο. καὶ σὺ πρὸς τὰ παρόντα χρῶ. γέρων γέγονας· μὴ ζήτει τὰ τοῦ νέου. ἀσθενὴς πάλιν· μὴ ζήτει τὰ τοῦ ἰσχυροῦ [φορτία βαστάζειν καὶ διατραχηλίζεσθαι], ἀλλ' ὥσπερ Διογένης, ἐπεί τις ὤθει καὶ ἐτραχήλιζεν ἀσθενῶς ἔχοντα, οὐ διετραχηλίζετο, ἀλλὰ δείξας αὐτῷ  [11] τὸν κίονα ‘βέλτιστε’ φησί ‘τοῦτον ὤθει προσστάς‘. ἄπορος πάλιν γέγονας· μὴ ζήτει τὴν τοῦ εὐπόρου δίαιταν, ἀλλ' ὡς πρὸς τὸν ἀέρα φράττῃ (εὐδία, [καὶ] διεστείλω· ψῦχος, συνεστείλω), οὕτω καὶ πρὸς τὰ ὑπάρχοντα· εὐπορία, διάστειλον· ἀπορία, σύστειλον. ἀλλ' ἡμεῖς οὐ δυνάμεθα ἀρκεῖσθαι τοῖς παροῦσιν, ὅταν καὶ τρυφῇ πολὺ διδῶμεν, καὶ τὸ ἐργάζεσθαι . . . αί κρίνωμεν καὶ τὸν θάνατον ἔσχατόν [τι] τῶν κακῶν. ἐὰν δὲ ποιήσῃ καὶ τῆς ἡδονῆς καταφρονοῦντά τινα, καὶ πρὸς τοὺς πόνους μὴ διαβεβλημένον, καὶ πρὸς δόξαν καὶ ἀδοξίαν ἴσως ἔχοντα, καὶ τὸν θάνατον μὴ φοβούμενον, ὅ τι ἂν θέλῃς ἐξέσται σοι ἀνωδύνῳ ὄντι ποιεῖν. διὸ ἄπερ λέγω,  [12] οὐχ ὁρῶ πῶς αὐτὰ τὰ πράγματα ἔχει τι δύσκολον, ἢ γῆρας ἢ πενία ἢ ξενία. οὐκ ἀηδῶς γὰρ Ξενοφῶν ‘ἐάν σοι’ φησί ‘δείξω δύο ἀδελφῶν τὴν ἴσην οὐσίαν διελομένων τὸν μὲν ἐν τῇ πάσῃ ἀπορίᾳ, τὸν δὲ ἐν εὐκολίᾳ, οὐ φανερὸν ὅτι οὐ τὰ χρήματα αἰτιατέον ἀλλ' ἕτερόν τι;’ οὕτως ἐάν σοι δείξω δύο γέροντας, δύο πένητας, δύο φεύγοντας, τὸν μὲν ἐν τῇ πάσῃ εὐκολίᾳ καὶ ἀπαθείᾳ ὄντα, τὸν δὲ ἐν τῇ πάσῃ ταραχῇ, οὐ φανερὸν ὅτι οὐ τὸ γῆρας, οὐ τὴν πενίαν, οὐ τὴν ξενίαν αἰτιατέον ἀλλ' ἕτερόν τι; καὶ ὅπερ Διογένης ἐποίησεν πρὸς τὸν πολυτελῆ φάμενον πόλιν εἶναι τὰς Ἀθήνας· λαβὼν γὰρ αὐτὸν ἦγεν  [13] εἰς τὸ μυροπωλεῖον καὶ ἐπυνθάνετο πόσου τῆς κύπρου ἡ κοτύλη. ‘μνᾶς’ φησὶν ὁ μυροπώλης· ἀνέκραγε ‘πολυτελής γε ἡ πόλις‘. ἀπῆγεν αὐτὸν πάλιν εἰς τὸ μαγειρεῖον καὶ ἐπυνθάνετο πόσου τὸ ἀκροκώλιον. ‘τριῶν δραχμῶν‘· ἐβόα ‘πολυτελής γε ἡ πόλις‘. εἰς τὰ ἔρια πάλιν τὰ μαλακὰ καὶ πόσου τὸ πρόβατον. ‘μνᾶς’ φησίν· ἐβόα ‘πολυτελής γε ἡ πόλις‘.   ‘δεῦρο δή’ φησί. κἀνταῦθα ἄγει αὐτὸν καὶ εἰς τοὺς θέρμους. ‘πόσου ἡ χοῖνιξ;’   ‘χαλκοῦ’ φησίν· ἀνέκραγεν ὁ Διογένης ‘εὐτελής γε ἡ πόλις‘. πάλιν εἰς τὰς ἰσχάδας, ‘δύο χαλκῶν‘·   ‘τῶν δὲ μύρτων;’   ‘δύο χαλκῶν‘·   ‘εὐτελής γε ἡ πόλις‘. ὃν τρόπον οὖν ὧδε οὐχ ἡ πόλις εὐτελὴς καὶ <πολυτελής, ἀλλ' ἐὰν μέν τις οὕτω ζῇ,> πολυτελής, ἐὰν δὲ οὕτως, εὐτελής, οὕτω καὶ τὰ πράγματα, ἐὰν μὲν αὐτοῖς οὕτω χρῆται, εὐπετῆ καὶ ῥᾴδια φανεῖται, ἐὰν δὲ οὕτως, δυσχερῆ.

{ - }   Ἀλλ' ὅμως δοκεῖ μοι ἔχειν τι ἡ  [14] πενία δυσχερὲς καὶ ἐπίπονον· καὶ μᾶλλον ἄν τις ἐπαινέσαι τὸν μετὰ πενίας εὐκόλως <τὸ> γῆρας ἐνεγκόντα ἢ τὸν μετὰ πλούτου.

{ - }   Καὶ τί ἔχει δυσχερὲς ἢ ἐπίπονον ἡ πενία; ἢ οὐ Κράτης καὶ Διογένης πένητες ἦσαν; καὶ πῶς <οὐ> ῥᾳδίως διεξήγαγον, ἄτυφοι γενόμενοι καὶ ἐπαῖται καὶ διαίτῃ εὐτελεῖ καὶ λιτῇ δυνάμενοι χρήσασθαι; ἀπορία καὶ δάνεια περιέστηκεν· κόγχον καὶ κύαμον συνάγαγε, φησὶν ὁ  [15] Κράτης, καὶ τὰ τούτοις πρόσφορα· κἂν τάδε δράσῃς, ῥᾳδίως στήσεις τρόπαιον κατὰ πενίας. ἢ τί δεῖ μᾶλλον ἐπαινέσαι τὸν μετὰ πενίας εὐκόλως <τὸ> γῆρας ἐνεγκόντα ἢ τὸν μετὰ πλούτου; ἐπεί τοι οὐδὲ γνῶναι ῥᾳδιέστερόν ἐστι, ποῖόν τι ἐστὶ πλοῦτος ἢ ποῖόν τι πενία· ἀλλὰ καὶ πλούτῳ πολλοὶ μετὰ γήρως δυσκόλως χρῶνται καὶ πενίᾳ ἀγεννῶς καὶ ὀδυρτικῶς· καὶ οὔτε τούτῳ ῥᾴδιον, ὥστε τῷ πλούτῳ ἐλευθερίως καὶ ἀφόρτως, οὔτε ἐκείνῳ, ὥστε <τῇ> πενίᾳ γενναίως, ἀλλὰ τοῦ αὐτοῦ ἀμφότερα, καὶ ὅσπερ τοῖς πολλοῖς δύναται κατὰ τρόπον, οὗτος καὶ τοῖς ἀνάπαλιν. καὶ ἐὰν μὲν ἐκποιῇ πενητεύουσι <δεῖ> μένειν ἐν τῷ βίῳ, εἰ δὲ μή, ῥᾳδίως ἀπαλλάττεσθαι ὥσπερ ἐκ πανηγύρεως [οὕτω καὶ ἐκ τοῦ βίου]. καθάπερ καὶ ἐξ οἰκίας, φησὶν ὁ Βίων, ἐξοικιζόμεθα, ὅταν τὸ ἐνοίκιον ὁ μισθώσας οὐ κομιζόμενος τὴν θύραν ἀφέλῃ, τὸν κέραμον ἀφέλῃ, τὸ φρέαρ ἐγκλείσῃ, οὕτω, φησί, καὶ ἐκ τοῦ σωματίου ἐξοικίζομαι,  [16] ὅταν ἡ μισθώσασα φύσις τοὺς ὀφθαλμοὺς ἀφαιρῆται τὰ ὦτα τὰς χεῖρας τοὺς πόδας· οὐχ ὑπομένω, ἀλλ' ὥσπερ ἐκ συμποσίου ἀπαλλάττομαι οὐθὲν δυσχεραίνων, οὕτω καὶ ἐκ τοῦ βίου, ὅταν [ἡ] ὥρα ᾖ, ‘ἔμβα πορθμίδος ἔρυμα.’ ὥσπερ <ὁ> ἀγαθὸς ὑποκριτὴς εὖ καὶ τὸν πρόλογον εὖ καὶ τὰ μέσα εὖ καὶ τὴν καταστροφήν, οὕτω καὶ ὁ ἀγαθὸς ἀνὴρ εὖ καὶ τὰ πρῶτα τοῦ βίου εὖ καὶ τὰ μέσα εὖ καὶ τὴν τελευτήν· καὶ ὥσπερ ἱμάτιον τρίβωνα γενόμενον ἀπεθέμην καὶ οὐ . . . παρέλκω οὐδὲ φιλοψυχῶ, ἀλλὰ μὴ δυνάμενος ἔτι εὐδαιμονεῖν  [17] ἀπαλλάττομαι. καθάπερ καὶ Σωκράτης· ἦν αὐτῷ ἐκ τοῦ δεσμωτηρίου, εἰ ἐβούλετο, ἐξελθεῖν . . . καὶ τῶν δικαστῶν κελευόντων ἀργυρίου τιμήσασθαι οὐ προσεῖχεν, ἀλλὰ τῆς ἐν πρυτανείῳ σιτήσεως ἐτιμήσατο· καὶ τριῶν ἡμερῶν αὐτῷ δοθεισῶν τῇ πρώτῃ ἔπιεν καὶ οὐ προσέμεινεν τῆς τρίτης ἡμέρας τὴν ἐσχάτην ὥραν παρατηρῶν, εἰ ἔτι ἥλιος ἐπὶ τῶν ὀρῶν, ἀλλ' εὐθαρσῶς [τῇ πρώτῃ], <ὡς Πλάτων φη>σίν, οὐδὲν τρέψας οὔτε τοῦ προσώπου οὔτε τοῦ χρώματος, ἀλλὰ μάλα ἱλαρῶς τε καὶ εὐκόλως λαβὼν τὸ ποτήριον ἐξέπιεν, καὶ τὸ τελευταῖον ἀποκοτταβίσας ‘τουτὶ δέ φησίν ‘Ἀλκιβιάδῃ  [18] τῷ καλῷ‘· ὅρα σχολὴν καὶ παιδιάν. ἡμεῖς δέ, κἂν ἄλλον <θανατῶντ'> ἴδωμεν, πεφρίκαμεν. καὶ μέλλων ἀποθνῄσκειν, ἐκάθευδε βαθέως, ὥστε μόλις διεγεῖραι τινά. ταχύ γ' ἂν καὶ ἡμῶν τις ἂν κοιμηθείη. . . . καὶ γυναικὸς χαλεπότητα πράως ἔφερε κἀκείνης βοώσης οὐκ ἐφρόντιζεν· ἀλλὰ Κριτοβούλου εἰπόντος ‘πῶς ἀνέχῃ ταύτης συμβιούσης;’ ‘πῶς δὲ σὺ τῶν παρὰ σοὶ χηνῶν;’ ‘τί δέ μοι μέλει ἐκείνων;’ φησίν ‘οὕτως οὐδ' ἐμοὶ ταύτης, ἀλλ' ἀκούω ὥσπερ χηνός‘. καὶ πάλιν παρειληφότος αὐτοῦ Ἀλκιβιάδην ἐπ' ἄριστον, ὡς ἐκείνη παρελθοῦσα τὴν τράπεζαν ἀνέτρεψεν, οὐκ ἐβόα οὐδ'  [19] ὠδυνᾶτο δεινοπαθῶν ‘ὢ τῆς παρανομίας, ὥστε ταύτῃ πάσχειν‘, ἀλλ' ἀναλέξας τὰ πεσόντα, παραθέσθαι πάλιν ἐκέλευσε τὸν Ἀλκιβιάδην· ὡς δὲ ἐκεῖνος οὐ προσεῖχεν ἀλλ' ἐγκαλυψάμενος ἐκάθητο [αἰσχυνόμενος], ‘προάγωμεν δή φησίν ‘ἔξω· φαίνεται γὰρ ἡ Ξανθίππη ὀξυρεγμίᾳ σπαράσσειν ἡμᾶς.’ εἶτα μετ' ὀλίγας ἡμέρας αὐτὸς ἀριστῶν παρὰ τῷ Ἀλκιβιάδῃ, ὡς ἡ ὄρνις ἡ γενναία ἐπιπτᾶσα κατέβαλε τὸν πίνακα, ἐγκαλυψάμενος ἐκάθητο καὶ οὐκ ἠρίστα· ὡς δὲ ἐκεῖνος ἐγέλα καὶ ἐπυνθάνετο εἰ διὰ τοῦτο οὐκ ἀριστᾷ ὅτι ἡ ὄρνις ἐπιπτᾶσα καταβάλοι, ‘δῆλον ὅτι’ φησί ‘σὺ μὲν πρῴην Ξανθίππης ἀνα τρεψάσης οὐκ ἐβούλου ἀριστᾶν, ἐμὲ δὲ οἴει νῦν <ἂν> ἀριστᾶν τῆς ὄρνιθος ἀνατρεψάσης; ἢ διαφέρειν τι ἐκείνην ὄρνιθος κορυζώσης ἡγῇ;’ ‘ἀλλ' εἰ μὲν ὗς’ φησίν ‘ἀνέτρεψεν, οὐκ ἂν ὠργίζου, [οὐκ ἂν  [20] διηνέχθης] εἰ δὲ γυνὴ ὑώδης;’ ὅρα παιδιάν.

[21]   3:  ΤΕΛΗΤΟΣ ΠΕΡΙ ΦΥΓΗΣ

Μήποτε πρὸς μὲν τὸν οἰόμενον ἀλογιστοτέρους τὴν φυγὴν ποιεῖν ὀρθῶς ἂν παραβάλλοιτο τὰ ἐπὶ τῶν τεχνῶν, ὅτι ὃν τρόπον οὐδὲ αὐλεῖν οὐδὲ ὑποκρίνεσθαι χεῖρον ἔστιν ἐπὶ ξένης ὄντα, οὕτως οὐδὲ βουλεύεσθαι· πρὸς δὲ τὸν κατ' ἄλλο τι ἡγούμενον τὴν φυγὴν βλαβερὸν εἶναι, μὴ οὐδὲν λέγηται παρὰ τὸ τοῦ Στίλπωνος, ὃ καὶ πρῴην [22] εἶπον· τί λέγεις, φησί, καὶ τίνων ἡ φυγὴ <ἢ> ποίων ἀγαθῶν στερίσκει; τῶν περὶ <τὴν> ψυχὴν ἢ τῶν περὶ τὸ σῶμα ἢ τῶν ἐκτός; εὐλογιστίας, ὀρθοπραγίας, εὐπραγίας ἡ φυγὴ στερίσκει; οὐ δή. ἀλλὰ μὴ ἀνδρείας ἢ δικαιοσύνης ἢ ἄλλης τινὸς ἀρετῆς; οὐδὲ τοῦτο. ἀλλὰ μὴ τῶν περὶ τὸ σῶμά τινος ἀγαθῶν; ἢ οὐχ ὁμοίως ἔστιν ἐπὶ ξένης ὄντα ὑγιαίνειν καὶ ἰσχύειν καὶ ὀξὺ ὁρᾶν καὶ ὀξὺ ἀκούειν, ἐνίοτε δὲ μᾶλλον <ἢ> ἐν τῇ ἰδίᾳ μένοντα; καὶ μάλα. ἀλλὰ μὴ τῶν ἐκτὸς στερίσκει ἡ φυγή; ἢ οὐ πολλοῖς ὤφθη τὰ πράγματα κατὰ τὴν τῶν τοιούτων ὕπαρξιν ἐπιφανέστερα γεγονότα φυγάδων γενομένων; ἢ οὐ Φοῖνιξ ἐκ Δολοπίας ἐκπεσὼν ὑπὸ Ἀμύντορος εἰς Θετταλίαν φεύγει;
  Πηλέα δ' ἐξικόμην,
  καί μ' ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν.
Θεμιστοκλῆς ἐκεῖνος ‘ὦ παῖ' φησίν ‘ἀπωλόμεθ’ ἂν εἰ μὴ ἀπωλόμεθα‘. [23] νῦν δὲ πολλὴ τῶν τοιούτων ἀφθονία. ποίων οὖν ἀγαθῶν ἡ φυγὴ στερίσκει, ἢ τίνος κακοῦ παραιτία ἐστίν; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ. ἀλλ' ἡμεῖς πολλαχοῦ αὑτοὺς κατορύττομεν καὶ φυγάδες γενόμενοι καὶ ἐν τῇ ἰδίᾳ μένοντες. οὐκ ἄρχουσι, φασίν, οὐ πιστεύονται, οὐ παρρησίαν ἔχουσιν. ἔνιοι δέ γε καὶ φρουροῦσι τὰς πόλεις παρὰ βασιλεῦσι, καὶ ἔθνη πιστεύονται, καὶ δωρεὰς μεγάλας καὶ συντάξεις λαμβάνουσι. Λυκῖνος ἐκεῖνος οὐ παρ' ἡμῖν ἐφρούρει φυγὰς ὢν ἐκ τῆς Ἰταλίας, πιστευόμενος παρ' Ἀντιγόνῳ, καὶ τὸ προσταττόμενον ἐποιοῦμεν Λυκίνῳ ἡμεῖς ἐν τῇ ἰδίᾳ μένοντες; Ἱππομέδων ὁ Λακεδαιμόνιος ὁ νῦν ἐπὶ Θρᾴκης καθεσταμένος ὑπὸ Πτολεμαίου, Χρεμωνίδης καὶ Γλαύκων οἱ Ἀθηναῖοι οὐ πάρεδροι καὶ σύμβουλοι; ἵνα μὴ τὰ παλαιά σοι λέγω, ἀλλὰ τὰ καθ' ἡμᾶς. καὶ τὸ τελευταῖον οὐκ ἐπὶ στόλου τηλικούτου ἐξαπεστάλη καὶ χρημάτων τοσοῦτον πιστευόμενος καὶ τὴν ἐξουσίαν ἔχων ὡς βούλοιτο χρῆσθαι;

{ - }   Ἀλλ' ἔν γε τῇ ἰδίᾳ οὐκ ἄρχουσιν οἱ φυγάδες.

{ - } [24] Οὐδὲ γὰρ αἱ γυναῖκες οἴκοι μένουσαι, οὐδ' οἱ παῖδες, οὐδὲ τὰ μειράκια ταυτί, οὐδ' οἱ ἔξωροι τῇ ἡλικίᾳ. ἀλλὰ μή τι δυσχερὲς αὐτοῖς; εἰ δ' ὠδυνῶντο ἐπὶ τούτῳ, οὐκ ἂν ἦσαν βάκηλοι; τί δὲ καὶ διαφέρει ἄρχειν ἢ ἰδιωτεύειν; σὺ πολλῶν [ἢ ὀλίγων] καὶ ἡβώντων βασιλεύεις, ἐγὼ δὲ ὀλίγων καὶ ἀνήβων παιδαγωγὸς γενόμενος, καὶ τὸ τελευταῖον ἐμαυτοῦ· τῇ γὰρ αὐτῇ ἐμπειρίᾳ χειρούμενον καὶ τοὺς πολλοὺς καὶ τὸν ἕνα, καὶ δημοσιεύοντα καὶ κατ' οἰκίας ἐργολαβοῦντα, καὶ ἐπὶ ξένης ὄντα καὶ ἐν τῇ ἰδίᾳ μένοντα, καὶ κατὰ τὴν αὐτὴν εὐβουλίαν καὶ τῇ ἀρχῇ καλῶς καὶ τῇ ἰδιωτείᾳ ἔστι χρῆσθαι. τί οὖν διοίσει μοι, εἰ μὴ ἄρξω ἀλλὰ ἰδιωτεύσω;

{ - }   Ἀλλ' οὐδὲ ἐξουσίαν ἕξεις εἰσελθεῖν εἰς τὴν ἰδίαν.

{ - }   Οὐδὲ γὰρ νῦν εἰς τὸ Θεσμοφόριον ἐξουσίαν ἔχω, οὐδ' αἱ γυναῖκες εἰς τὸ τοῦ Ἐνυαλίου, [25] οὐδ' εἰς τὰ ἄβατα <οὐθείς> [ἔξομεν]. ἀλλ' εἰ ἐπὶ τούτῳ ἄχθοιτό τις, οὐκ ἂν παιδαριώδης εἴη; οὐδὲ εἰς τὸ γυμνάσιον ἐνίοτε ἐξουσίαν ἔχω, ἀλλ' ἀπελθὼν <ἂν> εἰς τὸ βαλανεῖον ἠλειψάμην τῇ αὐτῇ παλαιστρικῇ χρώμενος ᾗ καὶ πρὸ τοῦ ἐν τῷ γυμνασίῳ. οὕτω καὶ δεῦρο ἄβατον ἡγησάμενος τὴν ἰδίαν μεταβὰς ἀλλαχοῦ κατοικῶ, δύναμαι δὲ μεταβὰς ὥσπερ ἐξ ἑτέρας νεὼς εἰς ἑτέραν ὁμοίως εὐπλοεῖν, οὕτως ἐξ ἑτέρας πόλεως εἰς ἑτέραν ὁμοίως εὐδαιμονεῖν. οὔκουν ἀκλήρημά τι καὶ ὄνειδος ἐμόν, εἰ μὴ μετὰ πονηρῶν οἰκήσω. ἢ ἐμὸν ὄνειδος, ἀλλ' οὐ τῶν ἐμὲ ἐκβαλόντων ἐπιεικῆ καὶ δίκαιον ὄντα; οὐκ ἀηδῶς Φιλήμων· ἠγωνισμένου γάρ ποτε αὐτοῦ καὶ ἀπηλλαχότος ἀστείως συναντῶντές τινες ‘ὡς εὐημέρηκας’ ἔφασαν ‘Φιλῆμον‘. ‘ὑμεῖς μὲν οὖν’ φησίν ‘οἴεσθε οὕτω τεθεαμένοι· ἐγὼ μὲν γὰρ ἀεὶ ἀγαθὸς ὢν διατελῶ.’

{ - }   Τί οὖν; ὑπὸ χειρόνων φυγαδεύεσθαι οὐ παροινία;

{ - }   Σὺ δ' ἂν ἐβούλου, φησίν, ὑπὸ καλῶν καὶ [26] ἀγαθῶν; ἢ οὐχ οὕτω μὲν σὸν ἔγκλημα; οὐθένα γὰρ ἀγνωμόνως καὶ ἀδίκως ἄνδρες ἀγαθοὶ φυγαδεύουσιν· οὐ γὰρ ἂν ἦσαν δίκαιοι.

{ - }   Παρευδοκιμεῖσθαι οὖν ὑπὸ τῶν τοιούτων καὶ χειροτονίᾳ καὶ ψήφῳ οὐκ ὄνειδος;

{ - }   Οὐ σόν γε, ἀλλὰ τῶν τούτους χειροτονούντων καὶ ψηφοφορούντων· ὥσπερ εἰ τὸν ἄριστον ἰατρὸν ἀφέντες φαρμακοπώλην εἵλοντο καὶ τούτῳ τὸ δημόσιον ἔργον ἐνεχείρισαν, πότερον τοῦ ἰατροῦ εἶπας ἂν ὄνειδος καὶ ἀκλήρημα τοῦτο ἢ τῶν ἑλομένων;

{ - }   Ἀλλὰ τοῦτό γε, εὑρεθῆναι τὴν πατρίδα μοχθηρὰν καὶ ἀχάριστον οὖσαν, εἰς ἣν πολλά τις ἐπόνησε, πῶς οὐκ ἀκλήρημα;

{ - }   Καὶ πῶς ἂν εἴη τοῦτο ἀκλήρημα, ἀλλ' οὐκ εἰ δεῖ εἰπεῖν οὕτως εὐκλήρημα τὸ γνῶναι ποία τις πρότερον μὴ εἰδότα; ἀλλ' εἰ μὲν τὴν γυναῖκα ᾔσθου πονηρὰν καὶ ἐπίβουλον οὖσαν πρότερον μὴ εἰδώς, ἂν ἔσχες χάριν, καὶ εἰ τὸν οἰκέτην δραπέτην καὶ κλέπτην, ἵνα φυλάττῃ· εἰ δὲ τὴν πατρίδα πονηρὰν καὶ ἀχάριστον ᾔσθου, ἀκληρεῖν ἡγῇ σύ, ἀλλ' οὐ χάριν ἔχεις;

{ - }   Ἀλλ' ὅμως μέγα μοι [27] δοκεῖ τὸ ἐν ᾗ ἐγένετό τις καὶ ἐτράφη, ἐν ταύτῃ καταγενέσθαι.

{ - }   Πότερον καὶ ἐν οἰκίᾳ ἐν ᾗ ἐτράφης καὶ ἐγένου [ἐν ταύτῃ καταγενέσθαι], κἂν ᾖ σαπρὰ καὶ ῥέουσα καὶ καταπίπτουσα; καὶ ἐν νηῒ ἐν ᾗ ἐγένου καὶ ἐκ παιδίου ἔπλεις, [ἐνταῦθα] κἂν ἀκάτιον ᾖ, οὐδ' εἰ κωπηλατοῦντα διαρρήγνυσθαι δέοι, εἰς τὴν εἰκόσορον μεταβάντα ἀσφαλῶς καὶ ἀκόπως; καὶ ὀνειδίζουσι μὲν ὅτι Κυθήριος, ὅτι Μυκόνιος, ὅτι Βελβινείτης· ὅμως δὲ μέγα τι φασὶ τὸ ἐν ᾗ ἐγένετό τις καὶ ἐτράφη, ἐν ταύτῃ καταβιῶναι, καὶ τὰς πλείους μὲν ἐξώλεις τῶν πόλεων καὶ τοὺς ἐνοικοῦντας ἀσεβεῖς, μέγα δὲ καὶ προσηνὲς τὴν πατρίδα ὥσπερ καὶ αὐτή.

{ - }   Ἀλλὰ καὶ ὅτι μέτοικος ὀνειδίζουσι [28] δὲ πολλοὶ λέγοντες
  μέτοικε σύ,
  οὐδ' ἐγγενὴς ὢν τήνδε δουλώσας ἔχεις.

{ - }   καὶ Κάδμον μὲν τὸν κτίστην Θηβῶν θαυμάζεις, ἐμὲ δὲ εἰ μή <εἰμι> πολίτης, ὀνειδίζεις; καὶ Ἡρακλέα μὲν ὡς ἄριστον ἄνδρα γεγονότα ἐπαινοῦμεν, τὸ δὲ μέτοικον εἶναι ὄνειδος ἡγούμεθα; Ἡρακλῆς δ' ἐξ Ἅργους ἐκπεσὼν Θήβας κατῴκει. Λακεδαιμόνιοι οὐδὲν τῶν τοιούτων ὄνειδος ἡγοῦνται· ἀλλὰ τὸν μὲν μετασχόντα τῆς ἀγωγῆς καὶ ἐμμείναντα, κἂν ξένος κἂν ἐξ εἵλωτος, ὁμοίως τοῖς ἀρίστοις τιμῶσι· τὸν δὲ μὴ ἐμμείναντα, κἂν ἐξ αὐτοῦ τοῦ βασιλέως, εἰς τοὺς εἵλωτας ἀποστέλλουσι, καὶ τῆς πολιτείας ὁ τοιοῦτος [29] οὐ μετέχει.

{ - }   Ἀλλὰ τό γε ἐν τῇ ἰδίᾳ μὴ ἐξεῖναι ταφῆναι πῶς οὐκ ὄνειδος;

{ - }   Καὶ πῶς μέλλει τοῦτο ὄνειδος εἶναι ὃ τοῖς ἀρίστοις πολλάκις συνέβη; ἢ τίς τιμὴ αὕτη ἥ τις τοῖς κακίστοις περιγίνεται; καὶ Σωκράτην μὲν ἐπαινοῦσιν, ὅταν ἐπιλαμβανόμενος Ἀθηναίων λέγῃ· οἱ μὲν γὰρ στρατηγοὶ ἐφ' οἷς καλλωπίζονται, ὑπερόριοι τεθαμμένοι εἰσί, τὰ δὲ ὀνείδη τῆς δημοκρατίας ἐν τοῖς δημοσίοις τάφοις. ὅμως δὲ τὸ μὲν ἐπὶ ξένης ταφῆναι ὄνειδος, τὸ δ' ἐν τοῖς δημοσίοις τάφοις τίμιον; τί δὲ καὶ διαφέρειν ἂν δόξαι ἐπὶ ξένης ταφῆναι ἢ ἐν τῇ ἰδίᾳ; οὐκ ἀηδῶς γάρ τις τῶν Ἀττικῶν φυγάδων λοιδορουμένου τινὸς αὐτῷ καὶ λέγοντος ‘ἀλλ' οὐδὲ ταφήσῃ ἐν τῇ ἰδίᾳ, ἀλλ' ὥσπερ οἱ ἀσεβεῖς Ἀθηναίων ἐν τῇ Μεγαρικῇ ‘ὥσπερ μὲν οὖν’ <φησίν> ‘οἱ εὐσεβεῖς Μεγαρέων ἐν τῇ Μεγαρικῇ‘. τί γὰρ τὸ διάφορον; ἢ οὐ πανταχόθεν, φησὶν ὁ Ἀρίστιππος, ἴση καὶ ὁμοία ἡ [30] εἰς ᾅδου ὁδός; ἢ τὴν ἀρχὴν εἰ μὴ ταφήσῃ, τί σοι μέλει; ἀλλ' ἡ περὶ ταφῆς ἀγωνία, φησὶν ὁ Βίων, πολλὰς τραγῳδίας ἐποίησεν. ὥσπερ καὶ ὁ Πολυνείκης ἐντέλλεται
  θάψον δέ μ' ὦ τεκοῦσα καὶ σὺ σύγγονε
  ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην
  παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω
  χθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα.
εἰ δὲ μὴ τύχοις χθονὸς πατρῴας, ἀλλ' ἐπὶ ξένης ταφείης, τί ἔσται τὸ διάφορον; ἢ ἐκ Θηβῶν μὲν εἰς ᾅδου ὁ Χάρων πορθμεύει . . .;
  καὶ γῆς φίλης ὄχθοισι κρυφθῆναι καλόν.
[31] εἰ δὲ μὴ κρυφθείης, ἀλλὰ ἄταφος <ῥιφθείης>, τί τὸ δυσχερές; ἢ τί διαφέρει ὑπὸ πυρὸς κατακαυθῆναι ἢ ὑπὸ κυνὸς καταβρωθῆναι ἢ ἐπάνω τῆς γῆς ὄντα ὑπὸ κοράκων ἢ κατορυχθέντα ὑπὸ σκωλήκων;
  συνάρμοσον δέ μου βλέφαρα τῇ σῇ χερί,
  μῆτερ.
ἂν δὲ μὴ συναρμόσῃ σου, ἀλλὰ βλέπων καὶ κεχηνὼς ἀποθάνῃς, τί ἔσται τὸ χαλεπόν; ἢ καὶ τῶν ἐν τῇ θαλάττῃ καὶ ἐν τοῖς πολέμοις ἀποθνῃσκόντων συναρμόζει τις; ἀλλ' ἔμοιγε δοκεῖ ταῦτα παιδιά τις ἡμετέρα εἶναι . . . καὶ ἡμεῖς μὲν καὶ ἰδεῖν καὶ ἅψασθαι ὀκνοῦμεν· οἱ δὲ σκελετεύσαντες ἔνδον ἔχουσιν ὡς καλόν τι καὶ [32] ἐνέχυρα τοὺς νεκροὺς λαμβάνουσιν. οὕτως ἀντέστραπται τῷ ἡμετέρῳ ὁ ἐκείνων τρόπος.

[33]   4A:  ΕΚ ΤΩΝ ΤΕΛΗΤΟΣ ΕΠΙΤΟΜΗ

Δοκεῖ μοι ἡ τῶν χρημάτων κτῆσις σπάνεως καὶ ἐνδείας ἀπολύειν.

{ - }   Καὶ πῶς; οὐχ ὁρᾷς ἐνίους κεκτημένους μὲν πολλὰ ὡς δοκοῦσιν, οὐ χρωμένους δὲ τούτοις δι' ἀνελευθερίαν καὶ ῥυπαρίαν; ἀλλ' ὥσπερ ὁ Πρίαμος οὐδ' ἔτλη ἕζεσθαι ἐπὶ θρόνου
  [34] πολλῶν κατὰ οἶκον ἐόντων,
ἀλλὰ χαμαὶ ἐκάθητο
  κυλινδόμενος κατὰ κόπρον,
οὕτως ἔνιοι πολλῶν ὑπαρχόντων αὐτοῖς δι' ἀνελευθερίαν οὐδενὸς γεύονται οὐδὲ ἅπτονται· ἀλλὰ πλείω οἱ μῦς κατεσθίουσι καὶ οἱ μύρμηκες ἢ αὐτοί. ὥσπερ ὁ Λαέρτης, [ἀγροῦ ἐπ' ἐσχατιῆς γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε παρτίθει] εἰς ἀγρὸν ἀπελθὼν μόνος μετὰ γρᾳδίου κακουχεῖ αὑτὸν καὶ ξηραίνει, οἱ δὲ μνηστῆρες τὰ ἐκείνου. καὶ ὥσπερ ὁ Τάνταλος ἐν λίμνῃ ἕστηκεν, ὥς φησιν ὁ ποιητής, κατὰ κρατὸς δὲ καρποί,
  ἀλλ' ὁπότ' ἰθύσει' ὁ γέρων
πιεῖν ἢ τῶν καρπῶν ἅψασθαι, ἡ μὲν λίμνη ξηρὰ ἐγίνετο,
  [35] τοὺς δ' ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα,
οὕτως ἐνίων ἡ ἀνελευθερία καὶ δυσελπιστία καὶ τὸν οἶνον καὶ τὸν σῖτον καὶ τὴν ὀπώραν ῥίπτασκεν, οὐ ποτὶ νέφεα ἀλλ' ἃ μὲν εἰς τὴν ἀγορὰν ἃ δὲ εἰς τὸ καπηλεῖον, καὶ ἐπιθυμοῦντες οὐδενὸς γεύονται. καὶ ἐὰν μὲν πρὸς ἕτερον κληθῇ, ἐκπαθῶς ἀπολαύει, αὐτὸς δὲ ἔχων οὐθενὶ ἂν παρέχοι, ἀλλ' ἐπιθυμῶν στραγγεύεται· καὶ εἰ μέν τις αὐτὸν ἐξοικίζοι, τὸν τοιοῦτον πολέμιον ἂν ἡγοῖτο, ἑαυτὸν δὲ ἐξοικίζων οὐ δοκεῖ εἶναι πολέμιος. οὐκ ἀηδῶς δ' ἔμοιγε δοκοῦσι καὶ οἱ ἀρχαῖοι πρὸς ταῦτα ἐρωτᾶν· ὃ μὴ ἀπολύει ἀπληστίας καὶ ἀνελευθερίας καὶ ἀλαζονείας ἄνθρωπον, οὐδὲ ἐνδείας οὐδὲ σπάνεως ἀπολύει· οὐθὲν δὲ τῶν τοιούτων ἀπληστίας καὶ ἀνελευθερίας [36] καὶ ἀλαζονείας ἀπολύει· τὸν γὰρ τρόπον οὐ μετατίθησιν· ὥσπερ οὐδὲ τῶν σωφρονούντων ἡ πενία, ἐὰν ἐκ πλουσίων πένητες γένωνται. θᾶττον γὰρ ἂν ἔμοιγε δοκεῖ τις εἰπεῖν ὡς τὴν χρόαν, τὸ μέγεθος, [ἢ] τὴν ὄψιν μετατίθησιν ἡ τῶν χρημάτων κτῆσις ἤπερ τὸν τρόπον· ἕως δ' ἂν ᾖ οὗτος ἄπληστος ἀνελεύθερος ἀλαζὼν δειλός, ἐν ἐνδείᾳ καὶ σπάνει ἔσται.

{ - }   Καὶ πῶς σπανίζουσιν οὗτοι τούτων ἃ ἔχουσι;

{ - }   Πῶς δὲ οἱ τραπεζῖται, φησὶν ὁ Βίων, χρημάτων, ἔχοντες αὐτά; οὐ γὰρ αὑτῶν ὄντα ἔχουσιν· οὐδὲ ἄρα οὗτοι αὑτῶν. εἰ δὲ καὶ τοῦτό τίς σοι δοίη ἐπὶ τοῦ παρόντος, ἀλλ' ὅμοιόν ἐστι τὸ οὕτως ἔχειν <καὶ τὸ μὴ ἔχειν>, ὅταν ἀδυνατῇς αὐτοῖς χρῆσθαι. ἢ τί διαφέρει μὴ ἔχειν ἢ οὕτως ἔχειν ὡς αἱ Φορκίδες τὸν ὀφθαλμὸν ἀποκείμεν<ον ἔχειν λέγοντ>αι, αὐτὰς δὲ εἰς φραγμοὺς καὶ βόθρους καὶ βόρβορον ἐμπίπτειν, μηθὲν προορωμένας, ἀλλ' ἐώσας ἀποκεῖσθαι, ἕως ὅτου καὶ αὐτὸν τὸν ὀφθαλμὸν ὁ Περσεὺς [37] ὑφείλετο; ἢ τί διαφέρει μὴ ἔχειν τροφὴν ἢ τοιαύτην ἔχειν, ἧς οὐ μὴ γεύσηται, . . . ἰχθῦς καὶ περιστέρια ἢ Αἰγυπτίῳ κύνα ἢ Ἔλ ληνι κρανίον ἀνθρώπου; ὁμοίως γὰρ σπανιεῖ τροφῆς καὶ ἔχων ταύτην καὶ μὴ ἔχων. τί οὖν ὄφελος τὸ οὕτως ἔχειν; ἐπεὶ καὶ σὺ ἀργύριον ἔχεις, ἀλλ' οὐ μὴ χρήσῃ διὰ ῥυπαρίαν καὶ δειλίαν. διὸ καὶ οἱ ἀρχαῖοι ἔλεγον οὐκ ἀηδῶς· ἔφασαν γὰρ τῶν ἀνθρώπων οὓς μὲν χρήματα ἔχειν οὓς δὲ κτήματα. οὓς μὲν γὰρ χρᾶσθαι τοῖς ὑπάρχουσιν, οὓς δὲ μόνον κεκτῆσθαι οὔτε ἑαυτοῖς προϊεμένους οὔτε ἄλλοις μεταδιδόντας. καὶ ὃν τρόπον, ὅταν βασιλεὺς ἢ δυνάστης [38] τὰ ὑπάρχοντα παρασφραγίσηται, οὐκ ἔστιν ἅψασθαι, οὕτως ἐνίων ἡ ἀνελευθερία καὶ δυσελπιστία τὰ ὑπάρχοντα παρεσφράγισται οὐκ ἐῶσα ἅψασθαι, ἀλλὰ σπανίζουσι καὶ ἐν ἐνδείᾳ εἰσίν, ἐπιθυμοῦντες μὲν πολλῶν χρᾶσθαι δὲ οὐ δυνάμενοι. διὸ καὶ ὁ Κράτης πρὸς τὸν ἐπιζητοῦντα ‘τί οὖν μοι ἔσται φιλοσοφήσαντι;’ ‘δυνήσῃ φησί ‘τὸ φασκώλιον ῥᾳδίως λῦσαι καὶ τῇ χειρὶ ἐξελὼν εὐλύτως δοῦναι, καὶ οὐχ ὥσπερ νῦν στρέφων καὶ μέλλων καὶ τρέμων, ὥσπερ οἱ παραλελυμένοι τὰς χεῖρας· ἀλλὰ καὶ πλῆρες ὂν αὐτὸ οὕτως ὄψει καὶ κενούμενον ἰδὼν οὐκ ὀδυνήσῃ, καὶ χρᾶσθαι προελόμενος ῥᾳδίως δυνήσῃ καὶ μὴ ἔχων οὐκ ἐπιποθήσεις, ἀλλὰ βιώσῃ ἀρκούμενος τοῖς παροῦσι, τῶν ἀπόντων οὐκ ἐπιθυμῶν, τοῖς συμβεβηκόσιν οὐ δυσαρεστῶν.’ [39] καὶ εἴ τις βούλεται ἢ αὐτὸς ἐνδείας καὶ σπάνεως ἀπολυθῆναι ἢ ἄλλον ἀπολῦσαι, μὴ χρήματα αὐτῷ ζητείτω. ὅμοιον γάρ, φησὶν ὁ Βίων, ὡς εἴ τις τὸν ὑδρωπικὸν βουλόμενος παῦσαι τοῦ δίψους, τὸν μὲν ὕδρωπα μὴ θεραπεύοι, κρήνας δὲ καὶ ποταμοὺς αὐτῷ παρασκευάζοι. ἐκεῖνός τε γὰρ ἂν πρότερον πίνων διαρραγείη ἢ παύσαιτο τοῦ δίψους, οὗτός τε οὐκ ἄν ποθ' ἱκανωθείη, ὅταν ᾖ ἄπληστος καὶ δοξοκόπος καὶ δεισιδαίμων. διὸ καὶ εἰ βούλει τὸν υἱόν σου τῆς ἐνδείας καὶ σπάνεως παῦσαι, μὴ πρὸς τὸν Πτολεμαῖον [40] πέμπε ὅπως χρήματα κτήσεται· εἰ δὲ μή, ἀλαζονείαν προσλαβὼν ἀπελεύσεται, περανεῖς δὲ οὐδέν· ἀλλὰ [εἰς ἀκαδημίαν] πρὸς Κράτητα· ἐκεῖνος ἠδύνατο ἐξ ἀπλήστων καὶ πολυτελῶν ἐλευθερίους καὶ ἀφελεῖς κατασκευάζειν. καὶ Μητροκλῆς δὲ ἐκεῖνος ἔφη, ὡς ἔοικεν, ὅτε μὲν παρὰ Θεοφράστῳ καὶ Ξενοκράτει σχολάζοι, πολλῶν αὐτῷ ἐξ οἴκου ἀποστελλομένων φοβεῖσθαι μὴ τῷ λιμῷ ἀποθάνοι καὶ ἀεὶ σπανίζειν καὶ ἐνδεὴς εἶναι, μεταβὰς δὲ ὕστερον πρὸς Κράτητα κἂν ἄλλον προστρέφειν οὐδενὸς πεμπομένου. τότε μὲν γὰρ ἐξ ἀνάγκης ἔδει ὑπόδημα ἔχειν, καὶ τοῦτο ἀκάττυτον [ἥλους οὐκ ἔχον], εἶτα χλανίδα, παίδων ἀκολουθίαν, οἰκίαν μεγάλην, εἰς τὸ σύνδειπνον ὅπως ἄρτοι καθαροί, ὄψον μὴ τὸ τυχόν, οἶνος ἡδύς, ὑποδοχὰς [41] τὰς ἐπιβαλλούσας, (?) ἵνα πολυτελῶς· ἐλευθέριος γὰρ παρ' αὐτοῖς ἡ τοιαύτη ἀναστροφὴ ἐκρίνετο· πρὸς Κράτητα δὲ μεταβάντι οὐδὲν ἦν τούτων· ἀλλ' ἀφελέστερος τῷ τρόπῳ γενόμενος ἠρκεῖτο τρίβωνι καὶ μάζῃ καὶ λαχανίοις οὐκ ἐπιποθῶν τὴν προτέραν δίαιταν οὐδὲ τῇ παρούσῃ δυσχεραίνων. πρὸς ῥῖγος ἡμεῖς μὲν ζητοῦμεν παχύτερον ἱμάτιον, ἐκεῖνος δὲ διπλώσας τὸν τρίβωνα περιῄει τρόπον τινὰ δύο ἱμάτια ἔχων. εἰ ἀλείψασθαι χρείαν ἔχοι, εἰσελθὼν ἂν εἰς τὸ βαλανεῖον τῷ γλοιῷ ἠλείψατο. καὶ βαδίσας ἐνίοτε πρὸς τὴν κάμινον οὗ τὰ χαλκεῖα, τῶν μαινίδων ἀπόπυριν ποιήσας, περιχέας ἂν ἐλᾴδιον καθίσας ἠρίστησε. καὶ ἐκάθευδε τὸ μὲν θέρος ἐν τοῖς ἱεροῖς, τὸν δὲ χειμῶνα ἐν τοῖς βαλανείοις· οὐ σπανίζων ὥσπερ πρὸ τοῦ οὐδὲ ἐνδεὴς ὤν, ἀλλ' ἀρκούμενος τοῖς παροῦσι, διακόνους οὐκ ἐπιθυμῶν ἔχειν.

θαυμαστὸν μὲν γάρ, φησὶν <ὁ Διογένης>, εἰ Μάνης μὲν Διογένους ἄνευ δυνήσεται ζῆν, Διογένης δὲ ἄνευ Μάνους οὐ δυνήσεται θαρρεῖν. ὅταν δὲ ποιήσας ἀλαζόνα πολυτελῆ δεισιδαίμονα δοξοκόπον [42] ἄπληστον χρήματα πολλὰ διδῷς, οὐδὲν περανεῖς. οὐκ ἀηδῶς γὰρ ὁ Φιλήμων
  πλοῦτον μεταλήψεσθ' ἕτερον, οὐχ ἕτερον τρόπον.
τούτου δὲ μένοντος τοῦ αὐτοῦ ὁμοίως οὐκ ἀρκεῖται οὐδ' ἱκανοῦται, ἀλλ' ἐπιθυμίας καὶ ἐπιβολὰς τοσούτων καὶ τοιούτων ἔχει, ἐξ ὧν ἐν ἐνδείᾳ καὶ σπάνει ἔσται·
  ἄπληστον γὰρ ἔχουσι κακοὶ νόον.
καὶ παῖς μὲν ὢν ἐπιθυμεῖ ἔφηβος γενέσθαι, ἔφηβος δὲ γενόμενος ζητεῖ πάλιν τὸ χλαμύδιον ἀποθέσθαι, ὅταν δὲ ἀνδρωθῇ πάλιν εἰς τὸ γῆρας σπεύδει. νῦν δέ, φησίν, ἀβίωτος ὁ βίος, στρατεία, λειτουργία, πολιτικὰ πράγματα, σχολάσαι [αὐτῷ] οὐκ ἔστι. πρεσβύτης γέγονε· πάλιν ἐπιθυμεῖ τὰ ἐν νεότητι,
  ἡ νεότης μοι φίλον ἀεί, τὸ δὲ γῆρας
  βαρύτερον Αἴτνης,
[43] καὶ μακαρίζει τὸν τοῦ παιδὸς βίον. οἰκέτης ἐστίν· ἐλεύθερος σπεύδει γενέσθαι· κἂν τούτου τύχω, φησί, πάντ' ἔχω. γέγονεν ἐλεύθερος· δοῦλον εὐθὺς ἐπιθυμεῖ κτήσασθαι. γέγονε τοῦτ' αὐτῷ· ἕτερον πρὸς σπεύδει κτήσασθαι· μία γάρ, φησί, χελιδὼν ἔαρ οὐ ποιεῖ. εἶτα δύο, εἶτα κἀγρόν, εἶτ' Ἀθηναῖος . . . γενέσθαι, εἶτα ἄρξαι, εἶτα βασιλεῦσαι, εἶτα, ὥσπερ Ἀλέξανδρος, ἀθάνατος γενέσθαι· εἰ δὲ καὶ τούτου τύχοι, οἶμαι, ἵνα Ζεὺς γένηται ἐπιθυμήσει. πῶς οὖν ὁ τοιοῦτος οὐκ ἐνδεής; ἢ ποία χρημάτων ὕπαρξις <τῶν> τοιούτων ἐπιθυμιῶν ἀπολύει; οἱ βασιλεῖς αὐτοὶ πολλῆς ἐπάρχοντες καὶ προσόδους μεγάλας ἔχοντες οὐδὲν ἧττον σπανίζουσιν, ὥστε καὶ τυμβωρυχεῖν καὶ ἱεροσυλεῖν καὶ παρὰ τὸ προσῆκον φυγαδεύειν. ἅμα γὰρ τῇ ἀρχῇ πολλὰ τὰ ἀναγκαῖα ἀναπεπλάκασι, καὶ οὔτε τῆς ἀρχῆς ἀποστῆναι προαιροῦνται οὔτε τὰ καθ' ἑαυτοὺς λιτότερον διεξάγουσιν· εἶτα ἀναγκάζονται πολλὰ ὧν <οὐ> βούλονται. εἰ δὲ πάντων τις [44] τῶν τοιούτων ὑπεράνω γένοιτο, ἐν πολλῇ ἂν εἴη ἀδείᾳ καὶ ἀσπανιστίᾳ. οὐκ ἀηδῶς γὰρ Κράτης
  οὐκ οἶσθα,
φησί,
  πήρα δύναμιν ἡλίκην ἔχει,
  θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.
τῷ ὄντι μέγα καὶ ἀξιόλογον καὶ πήρας καὶ θέρμων καὶ λαχάνων καὶ ὕδατος <τὸ> μηδενὸς φροντίζειν, ἀλλ' εἶναι ἀθώπευτον καὶ ἀκολάκευτον.

[45]   4B:  ΕΚ ΤΩΝ ΤΕΛΗΤΟΣ ΕΠΙΤΟΜΗ

Ἡ πενία κωλύει πρὸς τὸ φιλοσοφεῖν, ὁ δὲ πλοῦτος εἰς ταῦτα χρήσιμον.

{ - }   Οὐκ εὖ. πόσους γὰρ οἴει δι' εὐπορίαν ἢ δι' ἔνδειαν κωλυθῆναι σχολάζειν; ἢ οὐχ ὁρᾷς ὅτι ὡς ἐπὶ τὸ πολὺ οἱ πτωχότατοι φιλοσοφοῦσιν, οἱ δὲ πλούσιοι διὰ ταῦτ' αὐτὰ ἐν τῇ πάσῃ ἀσχολίᾳ εἰσίν; οὐ κακῶς δὲ καὶ Θέογνις λέγει
  πολλῷ τοι πλείους λιμοῦ κόρος ὤλεσεν ἄνδρας.
ἐπεὶ ποῦ ἂν δείξειας δι' ἔνδειαν κεκωλυμένους φιλοσοφεῖν, ὥσπερ διὰ πλοῦτον; ἢ οὐχ ὁρᾷς ὅτι διὰ μὲν ἔνδειαν καρτερεῖν βιάζονται, [46] διὰ δὲ πλοῦτον τὰ ἐναντία; ὅταν γάρ, οἶμαι, τῷ ἀνθρώπῳ προσγένηται εὐχερῶς πορίζεσθαι ὧν ἂν ἐπιθυμῇ, οὐκέτι οὗτος πρὸς τὸ πονεῖν ἢ ζητεῖν τι ἐστίν, ἀλλ' ἔχων συνεργὸν τὸν πλοῦτον τῇ αὑτοῦ κακίᾳ, οὐδεμιᾶς ἡδονῆς ἀπέχεται. ἢ πάλιν οὐχ ὁρᾷς διότι οἱ μὲν πλούσιοι πλείω πράττοντες κωλύονται τοῦ σχολάζειν, ὁ δὲ πένης οὐκ ἔχων τί πράττῃ, πρὸς τὸ φιλοσοφεῖν γίνεται; Ζήνων ἔφη Κράτητα ἀναγινώσκειν ἐν σκυτείῳ καθήμενον τὸν Ἀριστοτέλους Προτρεπτικόν, ὃν ἔγραψε πρὸς Θεμίσωνα τὸν Κυπρίων βασιλέα λέγων ὅτι οὐδενὶ πλείω ἀγαθὰ ὑπάρχει πρὸς τὸ φιλοσοφῆσαι· πλοῦτόν τε γὰρ πλεῖστον αὐτὸν ἔχειν ὥστε δαπανᾶν εἰς ταῦτα, ἔτι δὲ δόξαν ὑπάρχειν αὐτῷ. ἀναγινώσκοντος δὲ αὐτοῦ τὸν σκυτέα ἔφη προσέχειν ἅμα ῥάπτοντα, καὶ τὸν Κράτητα εἰπεῖν ‘ἐγώ μοι δοκῶ, ὦ Φιλίσκε, γράφειν πρὸς σὲ προτρεπτικόν· πλείω γὰρ ὁρῶ σοι ὑπάρχοντα πρὸς τὸ φιλοσοφῆσαι <ἢ> ᾧ ἔγραψεν Ἀριστοτέλης.’ ἢ πάλιν οἰκέται μὲν οἱ τυχόντες αὑτοὺς τρέφουσι καὶ μισθὸν τελοῦσι [47] τοῖς κυρίοις, ἐλεύθερος δὲ ἀνὴρ αὑτὸν τρέφειν οὐ δυνήσεται; ἐπεὶ καὶ τῶν τοιούτων φροντίδων μοι δοκεῖ ὁ ἄβιος λελυμένος πολὺ εὐσχολώτερος εἶναι τῷ μηδὲν ὑπάρχειν. οἷον δήπου ἐν τῷ νῦν πολέμῳ περὶ οὐδενὸς φροντίζει ἢ περὶ αὑτοῦ, ὁ δὲ πλούσιος καὶ περὶ ἑτέρων. οὐ κακῶς οὖν οὐδὲ Σοφοκλῆς πεποίηκε λέγοντα τὸν Οἰδίπουν
  τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν' ἔρχεται,
  ἐγὼ δ' ἐμαυτὸν καὶ πόλιν καὶ σὲ στένω.
ἀλλ' ὅμως ταῦθ' ὁρῶντες γινόμενα οὐδὲν ἧττον κακοδαιμονεῖν οἴονται, κἂν πένητες ὦσι. φασὶ δὲ καὶ ἐν ταῖς πόλεσιν ἐντιμοτέρους εἶναι μᾶλλον τοὺς πλουσίους τῶν πενήτων. οἱ τοιοῦτοι δέ μοι δοκοῦσιν οὐκ ἀκούειν διότι Ἀριστείδης πτωχότατος ὢν πάντων [48] Ἀθηναίων ἐντιμότατος ἦν, καὶ ὅτε τοὺς φόρους ταῖς πόλεσιν ἤθελον τάξαι Ἀθηναῖοι, ἐκεῖνον κατέστησαν, οὐδένα οἰόμενοι δικαιότερ' ἂν τάξαι· καὶ ὅτι Καλλίας πλουσιώτατος ὢν Ἀθηναίων μᾶλλον προσεποιεῖτο Ἀριστείδου οἰκεῖος εἶναι ἢ Ἀριστείδης Καλλίου, καὶ πολὺ μᾶλλον ἠ|σχύνετο Ἀριστείδης ἐπὶ τῷ πλούτῳ <τῷ> Καλλίου, ἢ Καλλίας ἐπὶ τῇ πενίᾳ τῇ Ἀριστείδου. ἢ πάλιν Λυσάνδρου τοῦ Σπαρτιάτου τίς ἐντιμότερος γέγονεν ἢ τιμῶν πλειόνων ἠξιώθη; καὶ οὗτος τὰς θυγατέρας οὐκ ἐδύνατο ἐκδόσθαι προῖκα δούς. <καὶ> ἄλλους δὲ ὁπόσους θέλεις ἄν τις εἴποι, οἳ πένητες ὄντες ἐν μείζονι τιμῇ ἐγένοντο τῶν πλουσίων. οὐκ ἀπὸ τρόπου δέ μοι δοκεῖ οὐδ' ὁ Εὐριπίδης ἐγκωμιάζων λέγειν τὸν Ἐτεοκλέα διότι νεανίας μὲν ἐνδεὴς ἦν,
  πλείστας δὲ τιμὰς ἔσχ' ἐν Ἀργείων πόλει.

[49]   5:  ΕΚ ΤΩΝ ΤΕΛΗΤΟΣ ΠΕΡΙ ΤΟΥ ΜΗ ΕΙΝΑΙ ΤΕΛΟΣ ΗΔΟΝΗΝ

Εἰ δὲ δεῖ τὸν εὐδαίμονα βίον ἐκ τῶν πλεοναζουσῶν ἡδονῶν συγκρῖναι, οὐδείς, φησὶν ὁ Κράτης, εὐδαίμων γεγονὼς ἂν εἴη. ἀλλ' εἰ θέλει τις ἐκλογίσασθαι ἐν ὅλῳ τῷ βίῳ πάσας τὰς ἡλικίας, εὑρήσει πολλῷ πλείους τὰς ἀλγηδόνας. πρῶτον μὲν γὰρ τοῦ παντὸς χρόνου ὁ ἥμισυς ἀδιάφορος, ἐν ᾧ καθεύδω. εἶθ' ὁ πρῶτος ὁ κατὰ [50] τὴν παιδοτροφίαν ἐπίπονος. πεινᾷ τὸ παιδίον, ἡ δὲ τροφὸς κατακοιμίζει· διψᾷ, ἡ δὲ λούει· κοιμηθῆναι θέλει, ἡ δὲ κρόταλον ἔχουσα ψοφεῖ. εἰ δ' ἐκπέφευγε τὴν τιτθήν, παρέλαβε πάλιν ὁ παιδαγωγός, παιδοτρίβης, γραμματοδιδάσκαλος, ἁρμονικός, ζωγράφος. προάγει ἡλικία· προσγίνεται ἀριθμητικός, γεωμέτρης, πωλοδάμνης, [ὑπὸ τούτων πάντων μαστιγοῦται]· ὄρθρου ἐγείρεται· σχολάσαι οὐκ ἔστιν. ἔφηβος γέγονεν· ἔμπαλιν τὸν κοσμητὴν φοβεῖται, τὸν παιδοτρίβην, τὸν ὁπλομάχον, τὸν γυμνασίαρχον. ὑπὸ πάντων τούτων μαστιγοῦται, παρατηρεῖται, τραχηλίζεται. ἐξ ἐφήβων ἐστὶ καὶ ἤδη εἴκοσι ἐτῶν· ἔτι φοβεῖται καὶ παρατηρεῖ καὶ γυμνασίαρχον καὶ στρατηγόν. παρακοιτεῖν εἴ που δεῖ, οὗτοι παρακοιτοῦσι· φυλάττειν καὶ ἀγρυπνεῖν, οὗτοι φυλάττουσιν· εἰς τὰ πλοῖα ἐμβαίνειν, οὗτοι ἐμβαίνουσιν. ἀνὴρ γέγονε καὶ ἀκμάζει· στρατεύεται καὶ πρεσβεύει ὑπὲρ τῆς πόλεως, πολιτεύεται, στρατηγεῖ, χορηγεῖ, ἀγωνοθετεῖ· μακαρίζει ἐκεῖνον τὸν βίον, ὃν παῖς ὢν ἐβίωσε. παρήκμασε καὶ ἔρχεται εἰς γῆρας· πάλιν παιδοτροφίαν ὑπομένει καὶ ἐπιποθεῖ τὴν νεότητα. καὶ
  [51] ἡ νεότης μοι φίλον, τὸ δὲ γῆρας
  βαρύτερον Αἴτνης.
οὐχ ὁρῶ οὖν, πῶς εὐδαίμονά τις βίον ἔσται βεβιωκώς, εἴπερ δεῖ τῷ πλεονασμῷ τῶν ἡδονῶν ἐκμετρῆσαι.

[52]   6:  ΕΚ ΤΩΝ ΤΕΛΗΤΟΣ ΠΕΡΙ ΠΕΡΙΣΤΑΣΕΩΝ

Ἡ τύχη ὥσπερ ποιήτριά τις οὖσα παντοδαπὰ ποιεῖ πρόσωπα, ναυαγοῦ, πτωχοῦ, φυγάδος, ἐνδόξου, ἀδόξου. δεῖ οὖν τὸν ἀγαθὸν ἄνδρα πᾶν ὅ τι ἂν αὕτη περιθῇ καλῶς ἀγωνίζεσθαι. ναυαγὸς γέγονας, εὖ τὸν ναυαγόν· πένης ἐξ εὐπόρου, εὖ τὸν πένητα·
  ἄρμενος ἐν μικροῖσι καὶ ἄρμενος ἐν μεγάλοισιν·
ἀρκούμενος καὶ ἐσθῆτι τῇ τυχούσῃ καὶ διαίτῃ καὶ διακονίᾳ, ὥσπερ ὁ Λαέρτης
  [53] γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
  παρτίθει·
καὶ ἐκοιμᾶτο χαμαὶ ἐπὶ στιβάδος·
  φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήατο εὐναί.
ἀρκεῖ γὰρ ταῦτα καὶ εἰς τὸ προσηνῶς καὶ εἰς τὸ ὑγιεινῶς, ἐὰν μή τις τρυφᾶν βούληται·
  οὐ γὰρ ἐν γαστρὸς βορᾷ
  τὸ χρηστὸν εἶναι
οὐδέ γε ἐν χλανίδος κατασκευῇ οὐδὲ ἐν στρωμνῆς μαλακότητι. οὐκ ἀηδῶς γὰρ Εὐριπίδης
  τρυφῇ δέ τοι
  πολλῶν ἐδεστῶν μηχανὰς θηρεύομεν·
καὶ οὐ μόνον ἐδεστῶν, ἀλλὰ καὶ ὀσφραντῶν καὶ ἀκουστῶν. οὐ δεῖ δὲ τρυφᾶν οὐδὲν τῶν πραγμάτων μὴ φερόντων, ἀλλ' ὥσπερ οἱ ναυτικοὶ πρὸς τοὺς ἀνέμους καὶ πρὸς τὴν περίστασιν ὁρῶντες· ἐκποιεῖ, χρῆσαι· οὐκ ἐκποιεῖ, παῦσαι. καὶ ὥσπερ ἐπὶ στρατείας ὁ μὲν ἵππον ἔχων ἱππεὺς ἀγωνίζεται, ὁ δὲ ὅπλα ὁπλίτης, ὁ δὲ μηδὲν [54] ἔχων ψιλός, καὶ ὥσπερ ἐκεῖσε ὅταν ἐπικέωνται οἱ πολέμιοι καὶ βάλλωσιν, εἰς τὰ ὅπλα ἀναχωρεῖς ψιλὸς ὤν· οὕτως αὖ δεῦρο ἐπίκειται ἐνίοτε πόλεμος, ἀπορία ἀρρωστία, ἀναχώρει εἰς μονοσιτίαν, εἰς αὐτοδιακονίαν, εἰς τρίβωνα, ἔσχατον εἰς ᾅδου.

[55]   7:  ΕΚ ΤΩΝ ΤΕΛΗΤΟΣ ΠΕΡΙ ΑΠΑΘΕΙΑΣ

Μήποθ' ὃν τρόπον ἀπύρηνος ῥοὰ λέγεται καὶ ἀτράχηλοι καὶ ἄπλευροι ἄνθρωποι, οὕτω καὶ ἄλυποι καὶ ἄφοβοι ἄνθρωποι λέγονται;

{ - }   βούλει οὖν τοῖς αὐτοῖς παραδείγμασι χρησάμενοι λέγωμεν, ὃν τρόπον ἀπύρηνος ῥοὰ λέγεται καὶ ἄπλευροι καὶ ἀτράχηλοι ἄνθρωποι, οὕτω καὶ ἀναμάρτητοι καὶ ἄφθονοι λέγονται; καὶ ὃν τρόπον ἐκεῖ ἄπλευρος οὐ κατὰ στέρησιν πλευρῶν, ἀλλὰ τοιούτων πλευρῶν λέγεται, οὕτω καὶ ὁ ἄφρων καὶ ὁ ἄνους οὐ κατὰ στέρησιν φρενῶν καὶ νοῦ, ἀλλὰ τοιούτων φρενῶν καὶ τοιούτου νοῦ; καὶ ὥσπερ τὸν ἄπλευρον ἔχειν μὲν φαμὲν πλευράς, μοχθηρὰς δέ, οὕτω καὶ τὸν ἄνουν ἔχειν μὲν νοῦν, μοχθηρὸν δέ, καὶ τὸν ἄφρονα ἔχειν μὲν φρένας, μοχθηρὰς δέ; ἢ παντάπασι τὸ πεπεῖσθαι ταῦτα γελοῖον; ἀλλ' ὥσπερ ἀναμάρτητος ὁ ἐκτὸς ἁμαρτίας, καὶ ἄφθονος [56] καὶ ἀβάσκανος <ὁ ἐκτὸς φθόνου καὶ βασκανίας>, καὶ ἀπερίεργος καὶ ἀμεμψίμοιρος <ὁ> ἐκτὸς ἑκατέρου τούτων, οὕτω καὶ ἄλυπος καὶ ἄφοβος <ὁ> ἐκτὸς λύπης καὶ φόβου; οὕτω γὰρ καὶ εὐδαίμων ἔσται [ὁ] ἐκτὸς τοῦ πάθους καὶ ταραχῆς ὤν. ὅστις δὲ ἐν ὀδύνῃ καὶ λύπῃ [ὢν] καὶ φόβῳ ἐστί, πῶς ἂν ἐκεῖνος εὐαρεστοίη τῷ βίῳ, ἢ μὴ εὐαρεστῶν πῶς ἂν εἴη εὐδαίμων; ἢ εἰ λύπη ἅψεται, πῶς οὐ καὶ φόβος καὶ ἀγωνία καὶ ὀργὴ καὶ ἔλεος; ὧν γὰρ ὑπαρξάντων ἄνθρωποι λυποῦνται, τούτων ἐν προσδοκίᾳ γενόμενοι φοβοῦνται καὶ ἀγωνιῶσι καὶ τοὺς ἀναξίως δοκοῦντας περιπίπτειν τούτοις ἐλεοῦσι καὶ τοῖς κατὰ προαίρεσιν περιβάλλουσιν ὀργίζονται καὶ θυμοῦνται καὶ ὑφορῶνται· καὶ οὓς μισοῦσι, τούτους ὁρῶντες εὖ πράττοντας ζηλοτυποῦσι καὶ φθονοῦσι, καὶ ἀκούσαντες ἔχοντάς τι κακὸν ἐπιχαίρουσιν. εἰ οὖν ἐν λύπῃ ἔσται, πῶς ἐκτός τινος ἔσται πάθους; ἢ μηθενὸς ἐκτὸς ὢν πῶς ἀπαθὴς ἔσται; ὅπερ δεῖ τὸν μακάριον εἶναι, ὥστε οὖν μήτε ἐπὶ φίλου μήτε ἐπὶ τέκνου τελευτῇ λυπηθῆναι, [57] εἴπερ μηδὲ ἐπὶ τῇ αὑτοῦ. ἢ οὐκ ἄνανδροί σοι δοκοῦσιν εἶναι οἱ τὸν ἑαυτῶν θάνατον ἀγεννῶς καὶ μὴ εὐθαρσῶς προσδεχόμενοι; ἢ οὐ δεῖ τὸν εὔψυχον καὶ ἀνδρεῖον εὐψύχως τὴν ἑαυτοῦ τελευτὴν φέρειν, ὥσπερ Σωκράτης, μὴ δυσφοροῦντα μηδὲ δυσκολαίνοντα; ἢ δυσχερέστερόν τι κρίνειν τὴν ἄλλου τελευτὴν τῆς ἑαυτοῦ; ἢ οὐχ ὁμοίως αὑτὸν ἀγαπᾷ καὶ στέργει; ἢ τὸν φίλον μᾶλλον καὶ τὰ τέκνα ἢ ἑαυτόν; καὶ ταύτην μὲν ἐπαινοῦσιν ἐντελλομένην
  σὺ δ' ὦ τεκοῦσα, μή τι σὴν
  λιβάσι κατάσπενδε . . . παρηίδα,
τὴν δὲ κατακολουθοῦσαν ὠμὴν φησὶν ἡ δόξα. ἐπεὶ καὶ ταυτασὶ τὰς Λακωνικὰς γυναῖκας πᾶς τις ἐπαινεῖ ὡς εὐψύχους. ἀκούσασά <τις> τὸν ἑαυτῆς υἱὸν σεσωσμένον καὶ πεφευγότα ἐκ τῶν πολεμίων, γράφει αὐτῷ [κακὰ φάμα τεῦ κακκέχυται· τὺ ὦν ἢ ταύταν ἀπότριψαι ἢ μηδ' ἁμῖν φάνευ.] οὐχ ὡς ἂν Ἀττικὴ γυνὴ ἀκούσασα [58] σεσωσμένον ἔγραψεν ἄν ‘εὖ τέκνον, ὅτι σαυτόν μοι ἔσωσας‘, ἀλλ' ἐκ τῶν ἐναντίων ‘κακὰ φάμα τεῦ κακκέχυται· τὺ ὦν ἢ ταύταν ἀπότριψαι ἢ μηδ' ἁμῖν φαίνευ‘, τοῦτο δέ ἐστιν ‘ἄπαγξαι‘. καὶ ἄλλη πάλιν ἀπαγγείλαντος αὐτῇ τοῦ κήρυκος ὅτι ὁ υἱὸς ἐν τῇ παρατάξει τετελεύτηκε ‘ποῖός τις’ φησί ‘γενόμενος‘; ‘ἀνὴρ ἀγαθός, ὦ μῆτερ.’   ‘εὖγε, ὦ τέκνον’ φησί· ‘τούτου γὰρ ἕνεκά σε’ φησίν ‘ἐγέννησα, ἵνα χρήσιμος καὶ βοηθὸς ἦσθα τᾷ Σπάρτᾳ.’ οὐκ ἔκλαιε καὶ ἐδεινοπάθει, ἀλλὰ καὶ ἀκούσασα ὅτι εὐψύχως, ἐπῄνεσε. καὶ ἐκείνη δὲ πάλιν ἡ Λάκαινα ὡς γεννική· φυγόντων γὰρ αὐτῆς τῶν υἱῶν ἐκ τῆς μάχης καὶ παραγενομένων πρὸς αὐτὴν ‘ποῦ’ φησίν ‘ἥκατε φεύγοντες; ἢ δεῦρο καταδυσόμενοι ὅθεν ἐξέδυτε;’ ἀνασυραμένη καὶ δείξασα αὐτοῖς. ὅρα εἰ καὶ τῶν παρ' ἡμῖν τις γυναικῶν τοῦτ' ἂν [59] ποιήσειεν. ἀλλ' οὐκ ἀσμένη ὄψεται σεσωσμένους; ἐκεῖναι δ' οὔ. ἀλλ' ἀποθανόντας εὐψύχως ἥδιον <. . . διὸ> καὶ ἐπιγράφουσι Λακεδαιμόνιοι
  . . . οὔ[τε] τὸ ζῆν θέμενοι καλὸν οὔτε τὸ θνῄσκειν,
  ἀλλὰ τὸ ταῦτα καλῶς ἀμφότερ' ἐκτελέσαι.
πῶς δὲ οὐκ ἀλόγιστον καὶ ἄλλως μάταιον τὸ τελευτήσαντος τοῦ φίλου καθῆσθαι κλαίοντα καὶ λυπούμενον καὶ ἑαυτὸν προσκαταφθείροντα; δέον, ἵνα καί τι μᾶλλον φιλόσοφος δόξῃ παρὰ τοῖς ἀποπλήκτοις, πρὸ τοῦ τελευτῆσαι τὸν φίλον ὀδυνᾶσθαι <καὶ> κλαίειν, ἐνθυμούμενον ὅτι αὐτῷ ὁ φίλος θνητὸς ἐγένετο καὶ ἄνθρωπος. οὐ γὰρ ὀρθῶς φησὶ βουλευομένου ὁ Στίλπων τὸ διὰ τοὺς ἀπογενομένους τῶν ζώντων ὀλιγωρεῖν· γεωργὸς οὐ ποιεῖ τοῦτο, οὐδ' ἐὰν τῶν δένδρων ξηρόν τι γένηται, καὶ τὰ ἄλλα προσεκκόπτει, ἀλλὰ τῶν λοιπῶν ἐπιμελόμενος πειρᾶται τὴν τοῦ ἐκλελοιπότος χρείαν [60] ἀναπληροῦν. οὐδ' ἡμεῖς ἐπὶ τῶν ἡμετέρων μερῶν· γελοῖον γὰρ ἔσται εἰ ἐὰν τὸν ἕτερόν τις ὀφθαλμὸν ἀποβάλῃ, δεήσει καὶ τὸν ἕτερον προσεκκόψαι, κἂν ὁ εἷς ποὺς κυλλός, καὶ τὸν ἕτερον ἀνάπηρον ποιεῖν, κἂν ἕνα ὀδόντα, καὶ τοὺς ἄλλους προσεκλέξαι· ἀλλ' ἐπὶ μὲν τούτων εἴ τις οὕτως οἴοιτο, μαργίτης· τοῦ δὲ υἱοῦ τελευτήσαντος ἢ τῆς γυναικός, <εἰκὸς> αὑτοῦ τε ὀλιγωρεῖν ζῶντος καὶ τὰ ὑπάρχοντα προσκαταφθείρειν; καὶ εἰ μὲν τῶν γνωρίμων τινὸς υἱὸς ἢ γυνὴ ἀπέθανε, παρεκάλεις ἄν, οἰόμενος δεῖν ἀνδρωδῶς καὶ θαρσαλέως καὶ μὴ βαρέως φέρειν· αὐτὸς δὲ τοῖς αὐτοῖς περιπεσὼν συμπτώμασιν, οὕτως οἴει δεῖν δυσφορεῖν. ἀλλ' οὐ πράως καὶ εἴπερ ἕτερον, παρακαλεῖν μέτριον ἐν στενοχωρίᾳ καὶ ἀπορίᾳ μὴ δυσκολαίνειν μηδὲ ἀβίωτον τὸν βίον νομίζειν, ἀλλὰ τῷ δοκοῦντι κακῷ τὸ δοκοῦν ἀγαθὸν ἀντιτιθέναι καὶ ἐξισοῦν ‘ἀπογέγονεν ὁ φίλος, καὶ γὰρ γέγονε.’ σὺ δέ, ὅτι μὲν ἀπογέγονεν, ἀκληρεῖν οἴει, ὅτι δὲ ἐγένετο, οὐκ εὐκληρεῖν· καὶ εἰ μὲν μηκέτι παρέξεται χρείας ἀπογενόμενος, [61] ἄθλιον, ὅτι δὲ παρείχετο γενόμενος, οὐ μακάριον.

{ - }   Ναί· ἀλλ' οὐκέτι ἔσται.

{ - }   Οὐδὲ γὰρ ἦν μυριοστὸν ἔτος, οὐδ' ἐπὶ τῶν Τρωικῶν· οὐδὲ γὰρ κατὰ τοὺς προπάππους σου. σὺ δὲ ἐπὶ μὲν τούτῳ οὐκ ἄχθῃ, ὅτι δὲ εἰς ὕστερον οὐκ ἔσται, δυσχεραίνεις.

{ - }   Χρειῶν γὰρ ἐστέρημαι.

{ - }   Καὶ γὰρ ὑπουργιῶν, ἃς αὐτὸς ἐλειτούργεις ζῶντι τῷ τέκνῳ καὶ τῷ φίλῳ καὶ κακοπαθῶν καὶ δαπανῶν. ἄδηλον γὰρ φησὶν ὁ Σωκράτης οὐ μόνον τῷ καλὴν εἰ ἐπὶ ταύτῃ πλείω, ἀλλὰ καὶ τῷ τέκνα καὶ φίλους εἰ περὶ τούτους πλείω. ἔπειτα δὴ καὶ ἀποδημοῦντος αὐτοῦ χρειῶν στερηθήσῃ καὶ στρατευομένου ὑπὲρ τῆς πατρίδος καὶ πρεσβεύοντος καὶ ἱερεύοντος καὶ ἀρρωστήσαντος καὶ πρεσβυτέρου γενομένου. ἀλλ' εἰ ἐπὶ πᾶσι τούτοις δυσκολαίνοις, τί τοῖς γρᾳδίοις ἀπολείψεις; ἄλογον δὲ καὶ ἅμα μὲν ἐπιβάλλουσαν ἡγεῖσθαι τὴν στρατείαν καὶ τὴν ἀποδημίαν τῷ φίλῳ καὶ αὐτὸν συνεκπίπτειν καὶ εἰ μὴ ἀποδημοίη ἐγκαλεῖν ὡς [62] ἁμαρτάνοντι, ἅμα δὲ δυσφορεῖν εἰ ἀποδημήσει ἢ στρατεύσεται. καλῶς τὸ τοῦ κυβερνήτου ἐκείνου ‘ἀλλ' οὖν γε, ὦ Πόσειδον, ὀρθήν‘. οὕτω καὶ ἀνὴρ ἀγαθὸς εἴποι πρὸς τὴν τύχην ‘ἀλλ' οὖν γε ἄνδρα, καὶ οὐ βλᾶκα.’


Attalus' home page   |   02.01.15   |   Any comments?