back

Polyaenus: Stratagems

    - BOOK 5, Chapters 1-15

From the edition by E.Woelfflin and J.Melber (1887). Click on the E symbols to go to an English translation of each section.


← Book 4

ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ

  Καὶ τόδε ὑμῖν πέμπτον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων οὐχ οὕτως ἐμαυτὸν ἄξιον ἐπαίνου ἡγούμενος ἐπὶ τῷ συγγράφειν, ὡς ὑμᾶς ἐπὶ τῷ σπουδάζειν ἀναγιγνώσκειν τοσαῦτα συγγράμματα, τοσαύτης ἀρχῆς προεστηκότας· νυνί γε μὴν μάλιστα, ὁπότε μὴ μόνον τὰ δίκαια τῆς εἰρήνης πρυτανεύετε, ἀλλὰ καὶ τὰ ἔργα τοῦ πολέμου διατάσσετε, καὶ τοῦτο ἄρα στρατήγημα νίκης ἡγούμενοι, εἰ δι' ὧν ἐνίκησαν οἱ παλαιοὶ στρατηγοὶ, ταῦτα καταμανθάνοιτε. βασιλεῦσι γὰρ πόλεμον ἐκτάσσουσι προσήκειν ὑπολαμβάνετε κατανοεῖν ἔργων ἀγώνισμα. λόγων μὲν γὰρ σπουδὴ τοῖς ἄγουσι σχολὴν χρῆμα ὠφέλιμον· ἔργων δὲ ἐπιστήμη τοῖς ὅπλων ἄρχουσιν ἀρίστη διδάσκαλος ὧν χρὴ δρᾶν κατὰ ζῆλον τῶν πάλαι κρατησάντων. ὅπως οὖν ζηλώσετε τὰς τῶν ἀρχαίων ἀρετὰς καὶ νίκας, αὐτὰ δείξει τὰ στρατηγήματα.

[1]   ΦΑΛΑΡΙΣ

E   Φάλαρις Ἀκραγαντῖνος τελώνης τῶν πολιτῶν κατασκευάσαι βουλομένων Διὸς Πολιέως νεὼν ἀπὸ διακοσίων ταλάντων ἐπὶ τῆς ἄκρας ὡς πετρώδους καὶ στερεωτάτης, καὶ ἄλλως ὁσίως ἂν ἔχον ἐν ὑψηλοτάτῳ τὸν θεὸν ἱδρύσασθαι, αὐτὸς ὑπέσχετο, τοῦ ἔργου ἐπιστάτης ἂν γένηται, καὶ τοὺς ἀρίστους τεχνίτας ἕξειν καὶ τὴν ὕλην λυσιτελῶς παρέξειν καὶ τῶν χρημάτων ἀσφαλεῖς ἐγγυητὰς δώσειν. ἐπίστευσεν ὁ δῆμος, ὡς διὰ τὸν τελωνικὸν βίον ἐμπειρίαν τῶν τοιούτων ἔχοντι. λαβὼν δὴ τὰ κοινὰ χρήματα πολλοὺς μὲν μισθοῦται ξένους, πολλοὺς δὲ ὠνεῖται δεσμώτας, πολλὴν δὲ ὕλην ἐς τὴν ἄκραν ἀνακομίζει λίθων, ξύλων, σιδήρου. ἤδη δὲ τῶν θεμελίων ὀρυσσομένων καθῆκε τὸν κηρύξοντα 'ὃς ἂν μηνύσῃ τοὺς κλέψαντας τοῦ ἐν τῇ ἄκρᾳ λίθου καὶ σιδήρου, λήψεται ἀργύριον τόσον'. ἠγανάκτησεν ὁ δῆμος, ὡς τῆς ὕλης κλεπτομένης. ὁ δὲ 'οὐκοῦν', ἔφη, 'συγχωρήσατέ μοι περιφράξαι τὴν ἀκρόπολιν'. συνεχώρησεν ἡ πόλις περιφράξαι καὶ περίβολον ἐγεῖραι. λύσας τοὺς δεσμώτας, τοῖς λίθοις καὶ τοῖς πελέκεσι καὶ ταῖς ἀξίναις ὁπλίσας, Θεσμοφορίων ὄντων ἐπιθέμενος, τοὺς πλείστους τῶν ἀνδρῶν ἀποκτείνας, γυναικῶν καὶ παίδων κύριος καταστὰς ἐτυράννησε τῆς Ἀκραγαντίνων πόλεως.

2   Φάλαρις Ἀκραγαντίνων τὰ ὅπλα παρελέσθαι βουλόμενος ἀγῶνα γυμνικὸν λαμπρότατον ἔξω τῆς πόλεως ποιήσειν ἐπήγγειλε. τῶν δὲ πολιτῶν ἁπάντων ἐπὶ τὴν θέαν προελθόντων τὰς πύλας κλείσας προσέταξε τοῖς δορυφόροις τὰ ὅπλα τῶν οἰκιῶν ἐκφέρειν.

3   Φάλαρις πολιορκούντων Ἀκραγαντίνων Σικανοὺς οὐ δυνάμενος ἑλεῖν αὐτοὺς πολὺν σῖτον παρεσκευασμένους, διελύσατο τὸν πόλεμον· ἀλλὰ καὶ τὸν ἀπὸ τοῦ στρατοπέδου σῖτον αὐτοῖς παρακατέθετο συνθέμενος ἀπολήψεσθαι τὸν θερίζεσθαι μέλλοντα. ἀσμένως ἐδέξαντο οἱ Σικανοί. ὁ δὲ Φάλαρις τοὺς σιτοφύλακας αὐτῶν ἔπεισεν ἀργυρίῳ διαφθείρας τὰς ὀροφὰς τῶν οἰκημάτων διελεῖν, ὅπως ὁ σῖτος ὑόμενος κατασαπείη· τὸν δὲ θερισθέντα κατὰ συνθήκας αὐτὸς ἀπέλαβεν. ἀναγκαίως οὖν τὸν μὲν ἀπὸ τῆς χώρας τῷ Φαλάριδι ἀποδόντες, τὸν δὲ ἐν τῇ πόλει διεφθαρμένον εὑρόντες ὑπήκουσαν αὐτῷ διὰ τὴν σιτοδείαν.

4   Φάλαρις πρὸς Τεῦτον ἄρχοντα Οὐέσσης, ἥπερ εὐδαιμονεστάτη καὶ μεγίστη Σικανῶν πόλις, ἔπεμψε τοὺς μνηστευσομένους αὐτῷ τὴν ἐκείνου θυγατέρα. ὑποσχομένου δὲ στρατιώτας ἀγενείους ἐπὶ τῶν ζευγῶν καθίσας ἔπεμψε στολὰς γυναικῶν ἔχοντας ὡς θεραπαινίδας δῶρα τῇ κόρῃ κομιζούσας. ἐπεὶ δὲ κατελάβοντο τὴν οἰκίαν, οἱ μὲν τὰς μαχαίρας ἐσπάσαντο, Φάλαρις δ' εὐθὺς ἐπιφανεὶς τὴν Οὐέσσαν ἐχειρώσατο.

[2]   ΔΙΟΝΥΣΙΟΣ

E   Διονύσιον Σικελίας τύραννον ὥρμησαν οἱ μισθοφόροι κτεῖναι ἀθρόοι τὴν οἰκίαν αὐτοῦ περιστάντες ἀπὸ συνθήματος. ὁ δὲ προῆλθεν ἐσθῆτα ἐλεεινὴν λαβὼν καὶ τῆς κόμης κόνιν καταχεάμενος, παρέχων ἑαυτὸν ἔκδοτον ὡς βούλοιντο χρῆσθαι. οἱ μισθοφόροι τὴν εἰς τὸ ταπεινὸν αὐτοῦ μεταβολὴν ἐλεήσαντες ἀθῶον ἀφῆκαν. Διονύσιος οὐκ ἐς μακρὰν ἐν Λεοντίνοις περιστήσας αὐτοῖς τὴν ἑαυτοῦ δύναμιν ἅπαντας κατηκόντισεν.

2   Διονύσιος Ἑρμοκράτους, Συρακουσίοις ὑπηρετῶν καὶ γραμματεύων τοῖς στρατηγοῖς, ἐν τῷ πολέμῳ [τῷ] πρὸς Καρχηδονίους ἡττωμένων πολλάκις Συρακουσίων καὶ τοὺς στρατηγοὺς αἰτιωμένων ἐτόλμησε προδοσίας αὐτοὺς γράψασθαι. οἱ μὲν αὐτῶν ἑάλωσαν ἀποθανεῖν, οἱ δὲ φυγεῖν. ὁ δὲ ὡς ἐπιβουλευόμενος ὑπὸ τῶν διὰ τοὺς ἁλόντας ἐχθρῶν γενομένων καὶ τοῦ πολέμου τοῦ πρὸς Καρχηδονίους ἀκμάζοντος, φυλακὴν τοῦ σώματος αἰτήσας, παρὰ τοῦ δήμου λαβὼν τύραννος ἐγένετο Συρακουσίων μέγιστος· καὶ μέχρι γήρως τὴν ἀρχὴν κατασχὼν, προσέτι καὶ τῷ υἱῷ κατέλιπεν.

3   Διονύσιος τοὺς ἐπιβουλεύοντας φωρᾶν μάλιστα πάντων ἐσπούδαζε. τῶν ξένων τις περιῄει τὴν πόλιν φάσκων μόνος δύνασθαι διδάξαι προγιγνώσκειν τοὺς ἐπιβουλεύοντας. κληθεὶς εἰς τὴν ἀκρόπολιν ἔφη πρὸς τὸν Διονύσιον, μόνον αὐτὸν διδάξειν, ἵνα μὴ φανερὰ γένοιτο πᾶσιν ἡ τέχνη. Μεταστάντων ὅσοι παρῆσαν, ἰδίᾳ πρὸς αὐτὸν ἔφη· 'ὁμολόγησον, ὅτι μεμάθηκας τὴν τέχνην τοῦ προγιγνώσκειν, καὶ οὐδεὶς ἐπιβουλεύειν ἔτι τολμήσει.' ὁ δὲ ἡσθεὶς τῷ σοφίσματι τὸν μὲν ἄνθρωπον δώροις λαμπροῖς ἐτίμησε, πρὸς δὲ τοὺς σωματοφύλακας καὶ τοὺς στρατιώτας ἀπήγγειλεν, ὡς θαυμαστὸν εἴη γνώρισμα τῶν ἐπιβουλευόντων δεδιδαγμένος. οἱ δὲ ἐπίστευσαν καὶ ἐπιβουλεύειν ἐτόλμων οὐκέτι.

4   Διονύσιος ἀπέπλει καταστήσας Ἄνδρωνα φύλακα τῆς ἀκροπόλεως καὶ τῶν χρημάτων· Ἑρμοκράτης παρεκάλει συλλαβεῖν αὐτῷ πρὸς τὸ κατασχεῖν [τῆς] ἀκροπόλεως καὶ τῶν χρημάτων. ἐπεὶ δὲ σῶος κατέπλευσεν ὁ Διονύσιος μετ' ὀλίγας ἡμέρας, οὐδὲν πυθόμενος τοῦ Ἄνδρωνος ἔφη πάντα μὲν πεπύσθαι παρ' ἄλλων· ὅμως δὲ καὶ παρ' αὐτοῦ βούλεσθαι μαθεῖν, τίς ἦν ὁ μάλιστα σπουδάσας ἐπιπηδῆσαι τῷ καιρῷ. ὁ δὲ ἐξαπατηθεὶς ὡμολόγησε τὸν Ἑρμοκράτην. Διονύσιος τὸν μὲν Ἄνδρωνα προσέταξεν ἀναιρεθῆναι, ὅτι εὐθὺς αὐτῷ καταπλεύσαντι μὴ τοῦτο ἐμήνυσε, τὸν δὲ Ἑρμοκράτην καθεῖρξεν ἄνδρα ὄντα τῆς ἀδελφῆς, δι' ἣν ὕστερον καὶ λύσας αὐτὸν ἐς Πελοπόννησον ἀπεπέμψατο.

5   Διονύσιος συνθέμενος πρὸς τοὺς ἐνδιδόντας Νάξον αὐτὸς μὲν ὀψὲ τῆς ὥρας προσῆλθε τοῖς τείχεσιν ἑπτακισχιλίους στρατιώτας ἔχων· οἱ δὲ Νάξιοι τῆς προδοσίας αἰσθόμενοι ὥρμησαν ἐπὶ τοὺς πύργους. οἱ δὲ προδιδόντες ἀπὸ τῶν πύργων ἐκάλουν τὸν Διονύσιον μετὰ τῆς δυνάμεως ἁπάσης· ὁ δὲ ἠπείλει τοῖς ἐπὶ τοῦ τείχους, εἰ μὴ παραδοῖεν τὴν πόλιν ἑκόντες, ἀποσφάξειν αὐτοὺς ἅπαντας. ὑπὸ δὲ τὴν αὐτὴν ὥραν Διονυσίου προστάξαντος εἰς τὸν λιμένα τῶν Ναξίων κατέπλει πεντηκόντορος Διονυσιακὴ αὐλητὰς αὐλοῦντας ἄγουσα καὶ κελευστὰς κελεύοντας, ὧν (ἂν) ἕκαστος ἀνεκάλει τριήρη μίαν. οἱ δὲ Νάξιοι νομίσαντες ἐπιπλεῖν τοσαύτας τριήρεις, ὅσους (ἑώρων) κελευστὰς, φοβηθέντες παρέδωκαν ἑκόντες Διονυσίῳ τὴν πόλιν.

6   Διονύσιος, Ἱμίλκωνος ἐπιπλεύσαντος καὶ τὸ στόμα τοῦ λιμένος τοῦ Μοτυαίων ἀποφράξαντος, αὐτός τε ἀπὸ τῆς Μοτύης τὸ πεζὸν ἀναστήσας ἐστρατοπέδευσε κατ' ἀντικρὺ καὶ παρεκάλεσε τοὺς ναύτας καὶ στρατιώτας θαρρεῖν καὶ παρασκευάζεσθαι τὴν διαγωγὴν τῶν τριήρων [διὰ] τῆς περιεχούσης ἄκρας τὸν λιμένα. τόπος ἦν ὁμαλὸς καὶ πηλώδης, εὖρος εἴκοσι στάδια· τοῦτον οἱ στρατιῶται ξύλοις φαλαγγώσαντες ὑπερήνεγκαν ὀγδοήκοντα τριήρεις ἡμέρᾳ μιᾷ. Ἱμίλκων φοβηθεὶς μὴ Διονύσιος τὸ ναυτικὸν ὑπερβαλὼν ὑπὲρ τὴν ἄκραν ἐπιπλεύσας τοὺς Καρχηδονίους ἐπὶ τῷ στόματι τοῦ λιμένος κατακλείσας ἔνδον ἐξέλοι, βορέου πνεύσαντος οὐρίου ἀπόπλουν ἐποιήσατο. Διονύσιος δὲ καὶ τὸν λιμένα καὶ τὴν Μοτύην καὶ τὸ ναυτικὸν διεσώσατο.

7   Διονύσιος ὑπὸ Δίωνος [πολιορκούμενος] τὴν ἀκρόπολιν κατέχων ἐπρεσβεύσατο πρὸς Συρακουσίους ὑπὲρ διαλλαγῶν. οἱ δὲ ἀπεκρίναντο 'εἰ μὲν ἀφίησι τὴν ἀρχὴν, δεχόμεθα πρεσβείαν, εἰ δὲ μὴ, ἄσπονδος ὁ πόλεμος ἔστω'. Διονύσιος πάλιν κήρυκα πέμψας ἐκέλευσε πέμψαι πρεσβευτὰς ὡς ἀφήσων τὴν ἀρχὴν καὶ σπονδὰς πρὸς αὐτοὺς ποιησόμενος. οἱ μὲν ἔπεμψαν καὶ ὑπὸ χαρᾶς ἐξέλυσαν τὰς φυλακὰς, ὡς ἤδη τοῦ τυράννου τὴν ἀρχὴν ἀφιέντος· ὁ δὲ τοὺς μὲν πρέσβεις κατασχὼν, τοὺς δὲ στρατιώτας ἐξαγαγὼν μετὰ πολλῆς ὁρμῆς καὶ βοῆς ἐλθὼν πρὸς τὰ διατειχίσματα, καρτερᾷ προσβολῇ χρησάμενος, ἐμπεσὼν ταῖς Συρακούσαις, τήν τε ἀκρόπολιν οὐκ ἀπέδωκε καὶ τὴν πόλιν ἀπέλαβεν.

8   Διονύσιος τοὺς πρεσβευτὰς τῶν Συρακουσίων, οὓς κατέσχε, τῆς ὑστεραίας ἀνέπεμψε τοῖς πολίταις· συνηκολούθησαν δὲ αὐτοῖς καὶ γυναῖκες ἐπιστολὰς φέρουσαι πρὸς Δίωνα καὶ Μεγακλέα παρὰ τῆς ἀδελφῆς καὶ τῆς γυναικὸς καὶ πρὸς τοὺς ἄλλους Συρακουσίους, ὧν ἦσαν αἱ γυναῖκες πολιορκούμεναι. ταύτας τὰς ἐπιστολὰς εὑρόντες [συναγαγόντες] ἐκκλησίαν φανερῶς ἀναγιγνώσκειν ἠξίουν. αἱ μὲν ἄλλαι γυναικῶν ἦσαν ἱκετεῖαι καὶ δεήσεις μὴ περιιδεῖν σφᾶς ἀπολλυμένας, [ἀλλὰ] διαλλαγῆναι πρὸς Διονύσιον· μιᾶς δὲ ἐπιστολῆς ἔξωθεν ἐγέγραπτο 'παρὰ Ἱππαρίωνος τῷ πατρί' τοῦτο δὲ ἦν ὄνομα τῷ Δίωνος υἱῷ. τοῦ δὲ γραμματέως τὴν ἐπιγραφὴν ἀναγνόντος καὶ τὴν ἐπιστολὴν ἀνοίξαντος ὁ μὲν υἱὸς οὐδὲν ἦν γεγραφὼς, Διονύσιος δὲ Δίωνι φιλικῶς καὶ συγγενικῶς ἐπιστέλλων καὶ μεγάλα ὑπισχνούμενος. τούτων ἀναγνωσθέντων διεβλήθη πρὸς τοὺς Συρακουσίους ὁ Δίων καὶ οὐκέθ' ὁμοίως πιστὸς ἦν, ὅ γε δὴ μάλιστα Διονύσιος ἐσπουδάκει.

9   Διονύσιος Καρχηδονίων ἐπιόντων χειρὶ μυριάδων τριάκοντα πολλὰ κατὰ τὴν χώραν ἐρύματα καὶ φρούρια κατεσκεύασε συντάξας διαλύεσθαι πρὸς Καρχηδονίους καὶ τὰς φρουρὰς αὐτῶν δέχεσθαι. οἱ Καρχηδόνιοι πάνυ ἀσμένως τὰ χωρία παρελάμβανον ἄνευ μάχης καὶ πολλοὺς τῶν στρατιωτῶν φρουροὺς καὶ φύλακας ἐν ἑκάστῳ κατέλειπον. ὁπηνίκα τὸ πλεῖστον τῆς δυνάμεως διεσπάρη μεριζόμενον φρουραῖς καὶ φυλακαῖς, τηνικάδε τοῖς ὑπολοίποις Διονύσιος ἐπιθέμενος ἐνίκησεν.

10   Διονύσιος χειρώσασθαι βουλόμενος Ἱμέραν πρὸς μὲν τοὺς Ἱμεραίους φιλίαν συνέθετο, πρὸς δὲ τὰ πλησίον αὐτῶν πολίσματα πόλεμον ἐξήνεγκεν· καὶ δὴ στρατοπεδεύσας οὐ μακρὰν τῆς Ἱμέρας ἐπεκηρυκεύετο πρὸς τοὺς ἐν τοῖς πολίσμασιν. Ἱμεραῖοι δὲ μέχρι πολλοῦ μὲν τοῖς στρατιώταις αὐτοῦ τὴν ἀγορὰν ἔπεμπον· ἐπειδὴ δὲ χρόνου προϊόντος δῆλος ἦν οὐδὲν πράττων, ὑπιδόμενοι δύναμιν τηλικαύτην παραστρατοπεδεύουσαν πέμποντες τὴν ἀγορὰν ἐπαύσαντο. Διονύσιος ἔχθρας ἀρχὴν ποιησάμενος τὴν ἔνδειαν τῶν ἀναγκαίων ἧκεν ἐπὶ τὴν Ἱμέραν αὐτὴν καὶ βίᾳ προσβαλὼν ἐξεῖλε τὴν πόλιν.

11 E   Διονύσιος τοὺς πρεσβυτέρους τῶν στρατιωτῶν ἀπομίσθους ἐβούλετο ποιῆσαι· οἱ δὲ ἠγανάκτουν πρὸς αὐτὸν καὶ οἱ νέοι ὡς ἄδικον, εἰ γηρῶντες ἐκβάλλοιντο. ὁ δὲ, τὸν θόρυβον μαθὼν συναγαγὼν ἐκκλησίαν ἀναγορεύει τάδε· 'τοὺς μὲν νεωτέρους ἐς τὸν κίνδυνον τῆς μάχης τάττω, τοὺς δὲ πρεσβυτέρους ἐς τὰς φυλακὰς τῶν χωρίων ἴσην σύνταξιν λαμβάνοντας· πεῖραν γὰρ πίστεως δεδωκότες ἐπιμελῶς τὰ χωρία φυλάξουσι καὶ πονήσουσιν ἔλαττον.' ἥσθησαν οἱ στρατιῶται πάντες καὶ διῃρέθησαν ἀπ' ἀλλήλων ἄσμενοι. ἐπειδὴ δὲ διελύθη τὸ πλῆθος καὶ κατ' ὀλίγους εἰς πολλὰς φυλακὰς ἐμερίσθη, καὶ δὴ τότε ἑκάστους τῶν πρεσβυτέρων ἀπομίσθους ἐποίησεν οὐκέτι τὴν παρὰ τοῦ πλήθους ἐπικουρίαν ἔχοντας.

12   Διονύσιος βουλόμενος ἐπιθέσθαι πόλει κατὰ θάλατταν καὶ γνῶναι τοὺς πιστοὺς τῶν τριηράρχων, ἀλλὰ μὴν οὐδὲ προειδέναι τινὰ, ποῖ μέλλει πλεῖν, βιβλίον ἄγραφον ἐσφραγισμένον ἔδωκεν ἑκάστῳ τριηράρχῳ προστάξας, ἐπειδὰν ἀναχθέντων ἀρθῇ τὸ σημεῖον, τότε λύειν τὰ βιβλία καὶ μαθόντας ἐκεῖσε πλεῖν, οἷ κελεύει τὰ γεγραμμένα. οἱ μὲν δὴ ἀνήχθησαν· ὁ δὲ, πρὶν ἆραι τὸ σημεῖον, ἐπιβὰς ὑπηρετικοῦ περιέπλει καὶ παρ' ἑκάστου τριηράρχου τὸ βιβλίον ἀπῄτησεν. ὅσους μὲν εὗρε τὴν σφραγίδα λελυκότας, ὡς προδότας ἐκέλευσεν ἀπαχθῆναι τὴν ἐπὶ θανάτῳ· τοῖς δὲ ἄλλοις ἔδωκεν ἕτερα βιβλία, ἐν οἷς ἀληθῶς ἐγέγραπτο ποίᾳ πόλει βούλοιτο ἐπιπλεῦσαι. καὶ δὴ τὸ ἀπόρρητον οὕτω φυλαχθὲν παρέσχεν αὐτῷ τὴν πόλιν ἀφύλακτον λαβεῖν.

13   Διονύσιος βουλόμενος μαθεῖν, οἷα περὶ αὐτοῦ φρονοῖεν καὶ λέγοιεν οἱ ἀρχόμενοι, τὰς μουσουργοὺς καὶ τὰς ἑταίρας ἐκέλευσεν ἀπογράψασθαι. αἱ μὲν δὴ πολλοῦ τέλους ἐπιβολὴν ἐνόμισαν γενήσεσθαι, ὁ δὲ τέλος μὲν οὐκ ἐπέβαλεν, ἑκάστην δὲ τῶν ἑταιρῶν ἀνέκρινε βασανίζων, τίνα παρὰ τῶν ἐραστῶν συνόντων ἀκούσειαν περὶ τῆς τυραννίδος. οὕτω τοὺς βλασφημοῦντας μαθὼν οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ἐδίωξεν.

14   Διονύσιος τὰ ὅπλα τῶν πολιτῶν παρελόμενος, ἡνίκα πρὸς τοὺς πολεμίους κινδύνου καιρὸς ἦν, προάγειν αὐτοὺς ἀπὸ τῆς πόλεως ἑκατὸν στάδια κελεύσας, τότε ἀπεδίδου τὰ ὅπλα· μετὰ δὲ τὴν μάχην, πρὶν ἐπανελθεῖν εἰς τὴν πόλιν καὶ τὰς πύλας ἀνοῖξαι, πάλιν αὐτοὺς ἐκέλευεν ἀποτίθεσθαι τὰς πανοπλίας.

15   Διονύσιος βουλόμενος εἰδέναι, τίνες εἶεν οἱ πρὸς τὴν τυραννίδα ἀλλοτρίως ἔχοντες, κατέπλευσεν ἐκ τῆς Ἰταλίας ἐς τὸ κρυπτὸν νεώριον ὡς ἀπολωλὼς [ὑπὸ] τῶν ἰδίων στρατιωτῶν. οἱ δὲ δυσμενῶς ἔχοντες συνθέοντες μετὰ χαρᾶς ἀλλήλοις τὸ πταῖσμα διηγοῦντο· [Διονύσιος] συναρπάσας τοὺς ἐφηδομένους ἀπέκτεινεν.

16   Διονύσιος ἀρρωστεῖν προσποιησάμενος λόγον διέδωκεν, ὡς ἐσχάτως εἴη διακείμενος. ἐπεὶ δὲ πολλοὶ πρὸς τὴν φήμην ὑπερήσθησαν, αὐτὸς μετὰ τῶν δορυφόρων ἐπεξελθὼν ἅπασιν ἐφάνη καὶ τοὺς ἐφηδομένους ἀπαχθῆναι προσέταξεν.

17   Διονύσιος Καρχηδονίους ἐπὶ μεγάλοις λύτροις ἀπεδίδου, τοὺς δὲ Ἕλληνας ἄνευ λύτρων. Καρχηδόνιοι τὴν τυράννου φιλανθρωπίαν ὑποπτεύσαντες, οὓς εἶχον μισθοφόρους Ἕλληνας ἀπέπεμψαν· τῷ Διονυσίῳ δὲ ἄριστα εἶχε πολεμίων Ἑλλήνων ἀπηλλάχθαι.

18   Διονύσιος πολεμῶν Μεσηνίοις, παρ' οἷς ἦσαν ὕποπτοί τινες ὡς προδιδόντες, βουλόμενος αὐτοὺς ταράττειν, τὴν τῶν ἄλλων χώραν λυμαινόμενος τῆς τῶν διαβαλλομένων ἐκέλευσεν ἀπέχεσθαι. τοῦτο μὲν δὴ καὶ ἄλλοις οἶδα στρατηγοῖς πεπραγμένον. Διονύσιος δὲ πρὸς τούτοις καὶ στρατιώτην εἰσέπεμψε τάλαντον χρυσίου κομίζοντα τοῖς ὑποπτευομένοις. τοῦτον οἱ Μεσήνιοι μετὰ [τοῦ] χρυσίου λαβόντες, ἀνακρίναντες, μαθόντες οἷς ἐκόμιζε, τοὺς μὲν ὡμολογημένους προδότας ὥρμησαν κολάζειν. οἱ δὲ ἦσαν ἐν δυνάμει καὶ αὐτοῖς σφοδρῶς ἀντέστησαν. ἐγένετο στάσις, ἣ παρέσχε Διονυσίῳ Μεσήνης κρατῆσαι.

19   Διονύσιος ἐν σπάνει χρημάτων παρὰ τῶν πολιτῶν εἰσφορὰς ᾔτει. τῶν δὲ πολλάκις δεδωκέναι φασκόντων βιάζεσθαι μὲν οὐκ ἔγνω, διαλιπὼν δὲ ὀλίγον ἐκέλευσε τοὺς ἄρχοντας, ὅσα ἦν ἀναθήματα ἐν Ἀσκληπιοῦ ‑ πολλὰ δὲ ἦν ἀργύρου καὶ χρυσοῦ ‑ ταῦτα ἔξω τοῦ ἱεροῦ κομίσαντας ὡς βέβηλα προκηρύττειν ἐπὶ τῆς ἀγορᾶς. οἱ Συρακούσιοι μετὰ πολλῆς σπουδῆς ἐπρίαντο, ὥστε ἠθροίσθη χρημάτων πλῆθος· ὧν κρατήσας Διονύσιος προσέταξε κηρῦξαι, εἴ τίς [τι] τῶν τοῦ Ἀσκληπιοῦ ἀναθημάτων ἠγόρασεν, αὐτίκα εἰς τὸ ἱερὸν ἀνακομίζειν, ἀποδιδόναι τῷ θεῷ, ἢ θάνατον εἶναι τὴν ζημίαν. οἱ μὲν ἀπέδωκαν τῷ θεῷ, Διονύσιος δὲ εἶχε τὰ χρήματα.

20   Διονύσιος πόλιν ἑλὼν, ἧς τῶν πολιτῶν οἱ μὲν τεθνηκότες, οἱ δὲ πεφευγότες ἦσαν ‑ ἦν δὲ μείζων ἢ ὥστε ὑπὸ ὀλίγων φυλάττεσθαι ‑ φρουροὺς μὲν ὀλίγους αὐτόθι καταλείπει· τοῖς δὲ ἁλοῦσιν οἰκέταις τῶν δεσποτῶν θυγατέρας συνῴκισεν, ἵνα πολεμιώτατοι φανέντες [τοῖς δεσπόταις] αὑτῷ πιστοὶ φύλακες τῆς πόλεως γένοιντο.

21 E   Διονύσιος ἐς Τυρρηνίαν πλεύσας ἑκατὸν τριήρεσι καὶ ἱππαγωγοῖς, παρελθὼν ἐς τὸ τῆς Λευκοθέας ἱερὸν, λαβὼν νομίσματος τάλαντα πεντακόσια παραχρῆμα ἀπέπλευσεν. μαθὼν δὲ ἐν ἀπορρήτῳ χρυσίου τάλαντα χίλια, ἀργυρίου πολλῷ πλείονα ὑπὸ τῶν στρατιωτῶν καὶ τῶν ναυτῶν διηρπάσθαι, πρὶν ἐπιβῆναι τῆς γῆς ἐκήρυξε τοῖς ἔχουσι τὰ χρήματα προστάσσων τὰ μὲν ἡμίσεα ἀναφέρειν, τὰ δὲ ἡμίση συγχωρῶν· ἢ θανάτῳ ζημιώσειν τοὺς μὴ πεισθέντας. οἱ μὲν τὰ ἡμίση προσεκόμισαν· ὁ δὲ ἀπὸ τούτων καὶ τὰ λοιπὰ εἰσπράξας δωρεὰν ἔδωκεν αὐτοῖς μηνὸς σιταρκίαν.

22   Πάριοι, ζηλωταὶ Πυθαγορείων λόγων, διῆγον ἐν τοῖς περὶ Ἰταλίαν χωρίοις. Διονύσιος ὁ Σικελίας τύραννος ἐπεκηρυκεύετο πρὸς Μεταποντίνους καὶ τοὺς ἄλλους Ἰταλιώτας περὶ φιλίας. Εὐήφενος τοῖς φοιτῶσι νέοις καὶ τοῖς πατράσιν αὐτῶν γνώμην ἠγόρευε, μηδαμῶς τυράννῳ πιστεύειν. Διονύσιος ἐπὶ τούτῳ μάλα ὠργίζετο, ὥστε καὶ λαβεῖν αὐτὸν ὑποχείριον ἐσπούδασεν ἐκ Μεταποντίου διακομιζόμενον ἐς Ῥήγιον. ἐπεὶ δὲ ἔλαβεν, ἐπὶ τοῦ συνεδρίου κατηγορήσας ἔδειξεν, ἡλίκων δι' αὐτὸν εἴη πραγμάτων ἀφῃρημένος. ὁ δὲ ὁμολογῶν δικαίως ἔφη ταῦτα ποιῆσαι· τοὺς μὲν γὰρ εἶναι φίλους αὑτῷ καὶ μαθητὰς, τύραννον δ' οὐδὲ ὄψει γνώριμον. [ὁ δὲ] αὐτοῦ θάνατον κατέγνω. Εὐήφενος οὐδὲν ταραχθεὶς πρὸς Διονύσιον ἔφη· 'τοῖς μὲν δεδογμένοις πείθομαι· ἐπεὶ δὲ ἀνέκδοτος ἀδελφὴ ἐστί μοι ἐν Παρίῳ, ταύτην ἐκδοῦναι πρότερον βούλομαι διαπλεύσας εἰς τὴν πατρίδα καὶ συντόμως ἐπανελθὼν τεθνήξομαι.' πάντων γελασάντων ἐπὶ τῷ λόγῳ Διονύσιος ἐθαύμασε καὶ ἤρετο 'τίς ἂν οὖν πίστις γένοιτο;' ὁ δὲ 'ἐγγυητὴν', ἔφη, 'τοῦ θανάτου καταστήσω', καὶ μεταπεμψάμενος τὸν Εὔκριτον ἠξίωσεν ἐγγυήσασθαι. ὁ δὲ μάλα ἀσμένως ἐπένευσε τοῦ θανάτου τὴν ἐγγύην συντάξας τὸν μὲν ἐξιέναι ὡς ἐν μησὶν ἓξ ἐπανήξοντα, αὐτὸν δὲ φυλάττειν αὐτόθι μένοντα καὶ φρουρούμενον. ἦν τὸ χρῆμα ἤδη [θαυμαστόν]· θαυμαστότερον δὲ ἐγένετο. καὶ γὰρ μετὰ τοὺς ἓξ μῆνας ὁ τὸν ἐγγυητὴν παρασχὼν τὴν ἀδελφὴν ἐκδοὺς, ἐπανελθὼν ἐς Σικελίαν, παραδοὺς ἑαυτὸν ἠξίωσε τὸν ἐγγυησάμενον ἀφεῖναι. Διονύσιος ὑπεραγασθεὶς ἀμφοτέρων τὴν ἀρετὴν ἀμφοτέρους ἀφῆκεν καὶ τὰς δεξιὰς λαβὼν ἠξίου τρίτον αὐτὸν εἰς τὴν ἑαυτῶν φιλίαν συγκατατάττειν καὶ μένειν παρ' αὐτῷ κοινωνοῦντας τῶν παρόντων ἀγαθῶν. οἱ δὲ τὴν μὲν προαίρεσιν ἀπεδέξαντο τοῦ τυράννου, ᾐτήσαντο δὲ, εἰ τὸ ζῆν αὐτοῖς βούλοιτο παρασχεῖν, συγχωρῆσαι ἀναστρέφειν ἐπὶ τὰς συνήθεις διατριβὰς μετὰ τῶν νέων. συνεχώρησε Διονύσιος. τοῦτο τὸ ἔργον ἔπεισε πολλοὺς Ἰταλιωτῶν Διονυσίῳ πιστεύειν.

[3]   ΑΓΑΘΟΚΛΗΣ

E   Ἀγαθοκλῆς, Σικελίας τύραννος, ὀμόσας τοῖς πολεμίοις παρέβη τοὺς ὅρκους καὶ κατασφάξας τοὺς ἁλόντας ἐπιχλευάζων πρὸς τοὺς φίλους ἔλεγεν 'δειπνήσαντες ἐξεμέσωμεν τοὺς ὅρκους'.

2   Ἀγαθοκλῆς νικήσας Λεοντίνους Δεινοκράτη τὸν στρατηγὸν αὑτοῦ ἐς τὴν πόλιν ἔπεμψε λέγοντα, ὡς ἄρα φιλοτιμοῖτο πρὸς Διονύσιον καὶ βούλοιτο σῶσαι αὐτοὺς, ὡς ἐκεῖνος ἔσωσε τοὺς περὶ τὸν Ἐλλέπορον ποταμὸν πταίσαντας Ἰταλιώτας. ἐπίστευσαν Λεοντῖνοι καὶ ὅρκους ἔδωκαν. Ἀγαθοκλῆς εἰσελθὼν ἐκέλευσεν αὐτοὺς ἀόπλους εἰς τὴν ἐκκλησίαν συνελθεῖν· ὁ στρατηγὸς ἐπηρώτησεν 'ὅτῳ δοκεῖ ὅπερ καὶ Ἀγαθοκλεῖ, αἰρέτω τὴν χεῖρα'. ὁ τοίνυν Ἀγαθοκλῆς 'δοκεῖ μοι', ἔφη, 'πάντας ἀνελεῖν'. ἦσαν δὲ μύριοι. καὶ δὴ περιστάντες οἱ στρατιῶται πάντας ἀνεῖλον ἐπὶ τῆς ἐκκλησίας.

3   Ἀγαθοκλῆς πυθόμενος τοὺς ἐν τέλει Συρακουσίων νεωτερίζειν, Καρχηδονίους νικήσας, θύων ἐπινίκια πεντακοσίους ἄνδρας τοὺς ὑπόπτους ἐπὶ τὴν ἑστίαν ἐκάλεσεν. ἦν μὲν δὴ μεγαλοπρεπὴς ἡ τῶν κληθέντων ἑστία. αὐτὸς δὲ ἤδη μεθυόντων ἐς μέσους παρελθὼν, κροκωτὸν ἐνδὺς, Ταραντῖνον περιβαλόμενος ηὔλησεν, ἐκιθάρισεν, ὠρχήσατο· ὥστε ὑφ' ἡδονῆς θόρυβος καὶ κρότος ἐκ πάντων ἦν. ἐν δὲ τῷ καιρῷ τῆς ἡδονῆς ὑπεξῆλθε τοῦ συμποσίου ὡς κεκμηκὼς τὴν ἐσθῆτα ἀλλάξων. ἐκυκλώσαντο τὸν ἀνδρῶνα ὁπλῖται πολλοί· χίλιοι δὲ ξίφη σπασάμενοι, δύο κατὰ ἕνα στάντες πάντας ἀπέσφαξαν τοὺς κατακειμένους.

4   Ἀγαθοκλῆς Ὀφέλαν Κυρηναῖον σὺν πολλῇ δυνάμει στρατεύσαντα πυθόμενος εἶναι φιλόπαιδα ὅμηρον αὐτῷ τὸν ἴδιον υἱὸν ἔπεμψεν Ἡρακλείδην ὡραῖον ὄντα ἐντολὴν δοὺς τῷ παιδὶ ἀντισχεῖν τῇ πείρᾳ μέχρις ὀλίγων ἡμερῶν. ἧκεν ὁ παῖς· ὁ Κυρηναῖος τῆς ὥρας ἡττώμενος περιεῖπεν αὐτὸν καὶ περὶ τὴν θεραπείαν αὐτοῦ μόνον ἠσχολεῖτο. Ἀγαθοκλῆς ἄφνω τοὺς Συρακουσίους ἐπαγαγὼν τόν τε Ὀφέλαν ἀπέκτεινε καὶ τῆς δυνάμεως αὐτοῦ πάσης ἐκράτησε καὶ τὸν υἱὸν ἀπέλαβεν οὐχ ὑβρισθέντα.

5   Ἀγαθοκλῆς ἐπὶ Καρχηδόνα διαπλεῦσαι βουλόμενος ἤδη μέλλων ἀνάγεσθαι δοκιμάζει, τίνες αὐτῷ συνδιαπλεῦσαι προθυμοῖντο, καὶ δὴ προέγραψεν 'ἐπιτρέπω τοῖς βουλομένοις ἑαυτοὺς σώζειν ἐξιέναι τῶν νεῶν μετὰ τῶν ἰδίων κτημάτων'. ἐξῆλθον συχνοί. τοὺς μὲν δὴ ἔκτεινε πάντας ὡς δειλοὺς καὶ ἀπίστους· τοὺς δὲ μείναντας ὡς ἀνδρείους καὶ πιστοὺς ἐπαινέσας διέβαλεν ἐς τὴν Λιβύην ἑξήκοντα ναυσὶ καὶ τῆς γῆς ἐπιβὰς παραχρῆμα τὰς ναῦς ἐνέπρησεν, ὅπως ἀγωνίζοιντο γενναιότερον οἱ στρατιῶται τὸ δύνασθαι φεύγειν ἐπὶ τῶν νεῶν ἀπεγνωκότες. τούτοις τοῖς στρατηγήμασι χρησάμενος Ἀγαθοκλῆς αὐτῶν τε Καρχηδονίων καὶ πολλῶν ἐν Λιβύῃ πόλεων ἐκράτησεν.

6   Ἀγαθοκλῆς δισχιλίους στρατιώτας συντεταγμένους ᾔτησε παρὰ Συρακουσίων ὡς διαβησόμενος ἐς τὴν Φοινίκην φάσκων τῶν ἐκεῖ τινὰς προδιδόντας μετὰ σπουδῆς αὐτὸν καλεῖν. πιστεύσαντες ἔδωκαν οἱ Συρακούσιοι. ὁ δὲ λαβὼν τοὺς στρατιώτας Φοίνιξι μὲν μακρὰν χαίρειν ἔφη, ὁρμήσας δὲ ἐπὶ τοὺς συμμάχους τὰ περὶ τὴν Ταυρομενῖτιν φρούρια κατέσκαψεν.

7   Ἀγαθοκλῆς πρὸς Ἀμίλκαν ἀνοχὴν ἔθετο, ὥστε ὁ μὲν εἰς Λιβύην ἀπῆρεν. ὁ δὲ συναγαγὼν ἐκκλησίαν τῶν Συρακουσίων 'ταύτην', [ἔφη], 'τὴν ἡμέραν ηὐξάμην, ἐν ᾗ τοὺς πολίτας ὄψομαι τὴν ἐλευθερίαν ἔχοντας'. ταῦτα λέγων, τὴν χλαμύδα περιελὼν καὶ τὴν μάχαιραν αὑτὸν ἰδιώτην ἀπέφηνε. τῶν Συρακουσίων ὡς ἀνδρὶ δημοτικῷ καὶ μετρίῳ τὴν πολιτείαν ἐπιτρεψάντων, ὁ δὲ μετὰ τὴν ἕκτην ἡμέραν πολλοὺς φονεύσας τῶν πολιτῶν, διώξας δὲ πλείους τῶν πεντακισχιλίων αὐτὸς τὴν ἀρχὴν τῶν Συρακουσίων κατέσχεν.

8   Ἀγαθοκλῆς μαθὼν τοὺς περὶ Τίσαρχον καὶ Ἀνθρώπινον καὶ Διοκλέα φίλους ἐπιβουλεύειν αὑτῷ καλέσας αὐτοὺς ἐνεχείρισεν αὐτοῖς πολλὴν στρατιὰν, ἵνα πόλει συμμάχῳ πολεμουμένῃ βοηθοῖεν ἐξελθόντες· καὶ 'αὔριόν γε', ἔφη, 'συνελθόντες εἰς τὸ Τιμολεόντειον μετὰ τῶν ὅπλων καὶ τῶν ἵππων διατάξωμεν τὴν ἔξοδον'. οἱ μὲν ἄσμενοι ταῦτα ἐδέξαντο ὡς μέλλοντες καὶ δύναμιν στρατιωτικὴν ἔχειν πρὸς τὴν ἐπίθεσιν. ἐπεὶ δὲ τῆς ὑστεραίας εἰς τὸ Τιμολεόντειον συνῆλθον, ὁ μὲν Ἀγαθοκλῆς ἐσήμηνε τὴν σύλληψιν· οἱ δὲ τὸ σύνθημα δεξάμενοι τοὺς περὶ Διοκλέα καὶ Τίσαρχον καὶ Ἀνθρώπινον, ἄνδρας τῶν διακοσίων πλείονας, ἐξεκέντησαν. ὅσοι δὲ βοηθεῖν τούτοις ἐπειρῶντο, καὶ οὗτοι προσανῃρέθησαν οὐκ ἐλάττους τῶν ἑξακοσίων.

[4]   ΙΠΠΑΡΙΝΟΣ

E   Ἱππαρῖνος ἐν Λεοντίνοις ὢν, αἰσθόμενος τὴν Συρακουσίων πόλιν ἔρημον γενομένην διὰ τὸ μετὰ Καλλίππου τοὺς πολίτας εἴς τινα τόπον ἐξωρμηκέναι, ὁρμήσας ἐκ Λεοντίνων, ἐλθὼν ἐπὶ τὰς Συρακούσας νυκτὸς, πέμψας τινὰς ἐπὶ τὴν πόλιν ἐκέλευσε τοὺς παραφυλάττοντας τὴν ἐφοδείαν ἀποκτεῖναι. οἱ μὲν ἔκτειναν τοὺς παραφυλάσσοντας καὶ πυλίδας τινὰς τοῦ τείχους διεῖλον· Ἱππαρῖνος δὲ διὰ τούτων τοὺς ξένους εἰσαγαγὼν κατέσχε τὴν Συρακουσίων πόλιν.

[5]   ΘΕΟΚΛΗΣ

E   Θεοκλῆς Χαλκιδέας τοὺς ἀπ' Εὐβοίας ἀγαγὼν τὴν Λεοντίνων κατέσχε μετὰ Σικελῶν, οἳ προενοικοῦντες ἐτύγχανον. ἐπεὶ δὲ καὶ Λάμις ἐκ Μεγάρων ἀποικίαν ἀγαγὼν τῇ Λεοντίνων προσβάλλειν [παρεσκευάζετο], αὐτὸς μὲν ἐκβαλεῖν ἔφη τοὺς συνοικοῦντας Σικελοὺς μὴ δύνασθαι διὰ τοὺς ὅρκους, ἐκείνοις δὲ νυκτὸς ἀνοίξειν τὰς πύλας, καὶ παρελθόντας αὐτοὺς χρῆσθαι τοῖς Σικελοῖς ὡς πολεμίοις. ὁ μὲν ἀνέῳξεν, οἱ δὲ Μεγαρεῖς καταλαβόμενοι τὴν ἀγορὰν καὶ τὴν ἀκρόπολιν ὡπλισμένοι προσέπιπτον τοῖς Σικελοῖς. οἱ δὲ καταληφθέντες ἄοπλοι τὴν πόλιν ἐκλιπόντες ἔφευγον· Μεγαρεῖς δὲ ἀντὶ Σικελῶν Χαλκιδεῦσι συνῴκησαν.

2   Θεοκλῆς Μεγαρέας Χαλκιδεῦσι συνοικήσαντας ἓξ μῆνας τῆς πόλεως ἐξέβαλε φήσας εὔξασθαι κατὰ τὸν τοῦ πολέμου καιρὸν 'ἐὰν κρατήσωμεν τῆς πόλεως ἀσφαλῶς, θύσειν τοῖς δώδεκα θεοῖς καὶ πέμψειν πομπὴν ὅπλοις κεκοσμημένην'. τῶν δὲ Μεγαρέων [οὐδὲν] ὑπιδομένων, ἀλλὰ θύειν ἀγαθῇ τύχῃ κελευόντων, οἱ Χαλκιδεῖς παρ' αὐτῶν εἰς τὴν πομπὴν χρησάμενοι τὰς πανοπλίας, τῆς θυσίας γενομένης, αὐτοὶ νόμῳ πομπῆς βαδίζοντες, ἐπειδὴ κατὰ τὴν ἀγορὰν ὡπλισμένοι κατέστησαν, Θεοκλῆς ἐκέλευσεν ἀνειπεῖν τὸν κήρυκα· 'Μεγαρεῖς ἐκ τῆς πόλεως ἀπιόντων πρὸ δύντος ἡλίου'. οἱ δὲ ἐπὶ τοὺς βωμοὺς ἱκέται καταφυγόντες ἠξίουν μὴ διώκεσθαι ἢ μετὰ τῶν ὅπλων ἐκπέμπεσθαι. Θεοκλῆς μετὰ τῶν Χαλκιδέων ἐβουλεύσατο οὐκ ἀσφαλῶς ἔχειν ἐκβαλεῖν τοσούτους ἐχθροὺς ὡπλισμένους. καὶ δὴ γυμνοὶ Μεγαρεῖς τῆς Λεοντίνων ἐκπεσόντες Τρώτιλον κατῴκησαν μέχρι ἑνὸς χειμῶνος· μέχρι γὰρ τοσούτου συνεχώρησαν οἱ Χαλκιδεῖς.

[6]   ΙΠΠΟΚΡΑΤΗΣ

E   Ἱπποκράτης κρατῆσαι τῆς Ἐργετίνων πόλεως ἐσπουδακὼς, ὅσους Ἐργετίνους εἶχε μισθοφόρους, τούτοις ἔνεμεν ἀεὶ τῆς λείας τὸ πλεῖον μέρος καὶ μισθοὺς μείζονας ὑπερεπαινῶν αὐτοὺς ὡς προθυμοτάτους καὶ μάλιστα χαριζόμενος, ὡς πλείονας ἐκ τῆς πόλεως ταύτης ἔχοι συμμάχους. ταῦτα ἠγγέλλετο τοῖς ἐν τῇ πόλει· οἱ δὲ ζηλώσαντες τὴν ὠφέλειαν τῶν στρατευομένων ἐθέλοντες πάντες ἐξῆλθον καταλιπόντες ἔρημον τὴν πόλιν. Ἱπποκράτης φιλοφρόνως δεξάμενος τοὺς ἄνδρας, αὐτῆς νυκτὸς ἀναλαβὼν τὴν δύναμιν διὰ τοῦ Λαιστρυγονίου πεδίου προῆγε, τοὺς μὲν Ἐργετίνους τάξας πρὸς τὴν θάλατταν, τὴν δὲ ἄλλην στρατιὰν πρὸς τὴν ἤπειρον. ἐπεὶ δὲ ἀπεφράχθησαν πρὸς ταῖς ῥαχίαις τῶν κυμάτων οἱ Ἐργετῖνοι, τοὺς ἱππεῖς προπέμψας Ἱπποκράτης τὴν πόλιν αὐτῶν ἔρημον οὖσαν κατελάβετο καὶ τὸν κήρυκα πόλεμον αὐτοῖς προειπεῖν ἐκέλευσε καὶ σύνθημα Γελῴοις καὶ Καμαριναίοις ἔδωκε κτείνειν ἀδεῶς Ἐργετίνους ἅπαντας.

[7]   ΔΑΦΝΑΙΟΣ

E   Δαφναῖος Συρακουσίων καὶ Ἰταλιωτῶν πρὸς Καρχηδονίους παρατασσομένων τὸ μὲν δεξιὸν κέρας ἐχόντων Συρακουσίων, τὸ δὲ εὐώνυμον Ἰταλιωτῶν, ἀκούσας μεγάλης βοῆς φερομένης ἀπὸ τῆς λαιᾶς τάξεως, προσδραμὼν, τοὺς Ἰταλιώτας ἰδὼν πονοῦντας καὶ ἡττωμένους, ἐπανελθὼν ἐπὶ τὸ δεξιὸν κέρας εὐηγγέλιζε τοῖς Συρακουσίοις, ὡς τῶν Ἰταλιωτῶν κατὰ τὴν εὐώνυμον τάξιν νενικηκότων· καλῶς δὲ ἔχειν καὶ παρ' αὐτῶν ἔργον τι γενναῖον γενέσθαι. ὑπολαβόντες οἱ Συρακούσιοι τὸν στρατηγὸν ἀληθῆ λέγειν ἀνεβόησαν 'παντὶ θυμῷ τοῖς πολεμίοις ἐμβάλωμεν'· καὶ δὴ προθύμως ἐμβαλόντες ἐτρέποντο τοὺς βαρβάρους.

[8]   ΛΕΠΤΙΝΗΣ

E   Λεπτίνης, Καρχηδονίων ἐπέκεινα τοῦ Παχύνου παραπλεόντων καὶ ἀποβαινόντων ἐπὶ τὴν γῆν καὶ ὅσα ἐπὶ θαλάττῃ καιόντων [καὶ] ἁρπαζόντων, προκαθίσας νύκτωρ ἱππεῖς ἐνεδρεύοντας, προπέμψας κρύφα τινὰς ἐκέλευσεν ἐμπιπράναι τοὺς σταθμούς. οἱ δὲ Καρχηδόνιοι πρὸς τὰ καιόμενα προσθέοντες ὡς ἁρπασόμενοι τὰ ἐν τοῖς σταθμοῖς περιέπιπτον τοῖς ἐνεδρεύουσιν ἱππεῦσιν, ὑφ' ὧν διωκόμενοι μέχρι τῶν τριήρων οἱ πλεῖστοι διεφθείροντο.

2   Λεπτίνης ἐκ Λακεδαίμονος ἀνακομιζόμενος Τάραντι προσέσχεν. ἐκβάντων δὲ τῶν ναυτῶν οἱ Ταραντῖνοι τούτους μὲν οὐκ ἠδίκουν ὄντας Λακωνικοὺς, τὸν δὲ Λεπτίνην ἐζήτουν συλλαβεῖν. ὁ δὲ τὴν ἰδίαν στολὴν ἀποθέμενος καὶ λαβὼν ναύτου σκευὴν καὶ φορτίον ξύλων ἀράμενος ἐπέβη τῆς νεώς· καὶ ἀποκόψας τὰ πρυμνήσια τὸ σκάφος ἐπανήγαγε καὶ τοὺς ναύτας προσνηξαμένους ἀναλαβὼν ἀνέπλευσεν ὡς Διονύσιον.

[9]   ΑΝΝΩΝ

E   Ἄννων Καρχηδόνιος ἀνακομιζόμενος παρέπλει Σικελίαν. Διονύσιος τύραννος ἐξέπεμψε ναῦς ἐπ' αὐτὸν οὐκ ὀλίγας. αἱ μὲν ὅσον οὐκ ἤδη συνῆπτον· ὁ δὲ Ἄννων τῶν αὑτοῦ νεῶν καθαιρεῖ τὰ ἱστία, καὶ οἱ πολέμιοι τὸ αὐτὸ ἐποίησαν. Ἄννων δὲ συνέταξεν ὀξέως ἄρασθαι τὰ ἱστία καὶ οὕτω διέφυγε τοὺς ἐναντίους μέλλοντας καὶ ταρασσομένους καὶ ἀπειροτέρους ὄντας ναυτικῆς ἐπιστήμης.

[10]   ΙΜΙΛΚΩΝ

E   Ἰμίλκων Καρχηδόνιος εἰδὼς τῶν Λιβύων τὸ φίλοινον κεράμια οἴνου πολλὰ μανδραγόρᾳ διαφθείρας καὶ ἐν τοῖς προαστείοις ἐπικλίνας ἐπιόντων ἀνεχώρησεν εἰς τὴν πόλιν, ὡς οὐχ οἷός τε ὢν βιαζομένοις ἀντιστῆναι. οἱ δὲ ὑπερεχάρησαν ὡς κατακλείσαντες εἴσω τειχῶν Καρχηδονίους καὶ τὰ κεράμια εὑρόντες τοῦ οἴνου χανδὸν ἐνεφορήθησαν· καὶ αὐτίκα ὕπνῳ βαρυτάτῳ καταλαμβάνονται.

2   Ἰμίλκων Καρχηδόνιος νύκτωρ ἀναγόμενος ἐκ Λιβύης εἰς Σικελίαν, γράψας καὶ σημηνάμενος (εἰς) γραμματεῖα τοῖς κυβερνήταις ἔδωκε συντιθέμενος, ἐὰν ἀποσπασθῶσιν ἐν τῷ πελάγει, ποῖ χρὴ συνάπτειν, ἵνα μὴ ὑπὸ τῶν αὐτομόλων ἐξαγγελθῇ. λαμπτῆρας [δ' ἦρε] τὸ πρόσθεν μέρος πεφραγμένους, ὅπως μὴ γνωρίζοιεν ἀπὸ τοῦ φωτὸς οἱ πολέμιοι τὸν ἐπίπλουν.

3   Ἰμίλκων ἐν Λιβύῃ καταλαβεῖν ἐσπούδαζεν πόλιν, ἐφ' ἣν ἦσαν ὁδοὶ δύο δύσποροι. ταύτας οἱ μὲν Λίβυες ἐφύλαττον. ὁ δὲ Ἰμίλκων ἔπεμψε πρὸς αὐτοὺς αὐτόμολον φράσοντα· 'ἡ μὲν ἑτέρα τῶν ὁδῶν ἐγχωσθήσεται, ὅπως εὔπορος γένοιτο, ἡ ἑτέρα δὲ ἀποσκαφήσεται, ὅπως μὴ διὰ ταύτης ὁρμησάντων κυκλωθήσωνται'. καὶ δὴ ταῦτα γιγνόμενα ὁρῶντες οἱ πολέμιοι πιστὸν ἡγούμενοι τὸν αὐτόμολον ὥρμησαν ἐπὶ τὴν ἐγχωννυμένην ὁδὸν ὡς ἀνείρξοντες. ὁ δὲ νύκτωρ ξύλοις προπαρεσκευασμένοις τὴν ἀπεσκαμμένην ὁδὸν γεφυρώσας, διὰ ταύτης ἀγαγὼν τὸ στρατόπεδον εἷλε τὴν πόλιν τῶν πολεμίων τὴν ἑτέραν ὁδὸν φυλαττόντων.

4   Ἰμίλκων ἐν Ἀκράγαντι πλησίον τοῦ τείχους ἐστρατοπέδευεν. προῆλθε τῆς πόλεως στρατιὰ πολλή. ὁ δὲ διελὼν τὸ στρατόπεδον ἑνὶ μέρει συνέβαλε παράγγελμα δοὺς ἀπόρρητον ἐς φυγὴν ἑκόντας τραπέσθαι. οἱ μὲν δὴ ἔφευγον, οἱ δ' Ἀκραγαντῖνοι διώκοντες πολὺ τῆς πόλεως ἀπεσπῶντο. Ἰμίλκων πρόσθεν τῶν τειχῶν ὕλην ἐμπρήσας τοὺς ὑπολοίπους εἰς ἐνέδραν ἀφανῆ κατέστησεν. οἱ διώκοντες τὸν καπνὸν αἰρόμενον ἰδόντες ἀπὸ τῶν τειχῶν ᾠήθησαν ὑπὸ τῶν πολεμίων [τὴν πόλιν] ἀνακαίεσθαι καὶ μεταβαλόμενοι πρὸς τὴν πόλιν ἀνέστρεφον ἐπικειμένων αὐτοῖς τῶν πρότερον φυγόντων. ὡς δὲ κατὰ τὴν ἐνέδραν ἐγένοντο, οἱ μετὰ τοῦ Ἰμίλκωνος ἐξαναστάντες τοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ ἐζώγρησαν.

5   Ἰμίλκων περὶ τὸ Κρόνιον ἀντεστρατοπέδευε τοῖς Διονυσίου στρατηγοῖς. τῶν δὲ Κρόνιον οἰκούντων βουλομένων δέξασθαι τοὺς Καρχηδονίους, οὐ μὴν τῶν στρατηγῶν ἐπιτρεπόντων, τοῦτο μαθὼν Ἰμίλκων τὴν ὕλην, ὅση πρὸ τοῦ στρατοπέδου τῶν πολεμίων ἦν ‑ πολλὴ δὲ ἦν καίειν ‑ παραφυλάξας ἄνεμον ἐναντίον τοῖς πολεμίοις ἐνέπρησεν. ὁ μὲν δὴ καπνὸς πολὺς καὶ βίαιος ἐς τὰς ὄψεις τῶν πολεμίων ὑπὸ πνεύματος ἐφέρετο, Ἰμίλκων δὲ ἔλαθε διελθὼν πρὸς τὰ τείχη, καὶ ἀνέῳξαν αὐτῷ τὴν πύλην οἱ βουλόμενοι δέξασθαι, καὶ παρῆλθεν εἴσω τῶν στρατηγῶν ἀγνοούντων.

[11]   ΓΕΣΚΩΝ

E   Ἀμίλκας Καρχηδόνιος, ἄριστος (στρατηγὸς) τῶν ἐν Λιβύῃ στρατηγῶν, πολλοὺς πολέμους κατορθώσας, φθονηθεὶς ὑπὸ τῶν διαπολιτευομένων, διαβληθεὶς ὡς ἐπιθέμενος τυραννίδι αὐτός τε ἀνῃρέθη, καὶ ὁ ἀδελφὸς αὐτοῦ Γέσκων φυγαδευθεὶς ἐξέπεσε· τὰ δὲ χρήματα αὐτῶν δημευθέντα ἐνείμαντο οἱ πολῖται. τούτων πραχθέντων οἱ Καρχηδόνιοι στρατηγοῖς ἄλλοις χρησάμενοι καὶ πολλάκις ἡττώμενοι καὶ ἁλῶναι κινδυνεύοντες μετέγνωσαν ἐπὶ τῇ τοῦ Γέσκωνος φυγῇ καὶ τῇ ἀναιρέσει τοῦ Ἀμίλκου. ἀλλὰ τὸν μὲν Ἀμίλκαν τεθνηκότα οὐχ οἷόν τε ἦν ἀνακαλέσασθαι, τὸν Γέσκωνα δὲ ἀπὸ τῆς φυγῆς ἀνεκαλέσαντο καὶ αὐτοκράτορα στρατηγὸν ἀπέδειξαν καὶ τοὺς ἐχθροὺς αὐτῷ παρέδωκαν εἰς τιμωρίαν καθ' ὃν ἂν βούληται τρόπον. Γέσκων δὲ παραλαβὼν αὐτοὺς δεδεμένους προσέταξε τοῦ πλήθους ἐναντίον κατὰ γαστέρα κατακλῖναι χαμαί· τρὶς δὲ ἑκάστου ἐλαφρῶς τῷ ποδὶ ἐπὶ τὸν τράχηλον ἐπιβὰς, ἱκανὴν ἔφη τιμωρίαν ἔχειν τῆς τοῦ ἀδελφοῦ προαναιρέσεως. τοῦτο πράξας ἀφῆκε τοὺς ἐχθροὺς προσειπὼν 'οὐ κακῷ κακὸν ἠμυνάμην, ἀλλ' ἀγαθῷ κακόν'. τοιγαροῦν αὐτοί τε οἱ ἐχθροὶ καὶ οἱ τούτων οἰκεῖοι καὶ οἱ Καρχηδόνιοι πάντες πειθαρχοῦντες τῷ Γέσκωνι διετέλεσαν ὡς ἀγαθῷ στρατηγῷ· καὶ αὐτίκα μεταβολὴ τῆς τοῦ πολέμου τύχης ἐγένετο νικῶντος τοῦ Γέσκωνος ἐν ταῖς μάχαις διὰ τὴν παρὰ τῶν ἀρχομένων εὔνοιαν καὶ προθυμίαν.

[12]   ΤΙΜΟΛΕΩΝ

E   Τιμολέων ἐν Σικελίᾳ τὴν δύναμιν ἐξήγαγε παραταξομένην Καρχηδονίοις ἐς τὴν νῆσον διαπεπλευκόσιν. ἡμίονος ἀπηντᾶτο αὐτοῖς κομίζων σέλινα. οἱ στρατιῶται τὸ σημεῖον ἐφοβήθησαν, ὅτι ἄρα παρ' αὐτοῖς τὰ μνημεῖα τῶν ἀποθανόντων στεφανοῦται σελίνοις. Τιμολέων 'καὶ μὴν μᾶλλον', ἔφη, 'φανερὰν νίκην οἱ θεοὶ δηλοῦσιν ἡμῖν· τοὺς γὰρ τὰ Ἴσθμια νικῶντας οἱ Κορίνθιοι τῶν σελίνων στεφανοῦσι.' ταῦτα εἰπὼν αὐτός τε τῶν σελίνων ἀνεστέψατο καὶ τοὺς περὶ αὐτὸν ἡγεμόνας ἀνέστεψεν, ὥστε καὶ οἱ στρατιῶται, ἄλλος πρὸς ἄλλου τῶν σελίνων λαβόντες, εὐτολμότεροι πρὸς τὴν μάχην ἐγένοντο.

2   Τιμολέων πολιορκῶν Μάμερκον τὸν τύραννον πολλοὺς ἐξαπατήσαντα καὶ παρὰ τοὺς ὅρκους ἀποκτείναντα κατεστρατήγησεν. ὁ μὲν τύραννος [ὡμολόγησε Τιμολέοντι παραδώσειν ἑαυτὸν ἐφ' ᾧ τε] κριθῆναι παρὰ Συρακουσίοις μὴ κατηγοροῦντος Τιμολέοντος, ὁ δὲ ὤμοσε μὴ κατηγορήσειν. ἐπὶ τούτοις ὁ Μάμερκος ἧκεν εἰς τὰς Συρακούσας. Τιμολέων προαγαγὼν αὐτὸν εἰς τὴν ἐκκλησίαν 'κατηγορήσω μὲν οὐδαμῶς', ἔφη, 'τοῦτο γὰρ συνεθέμην, ἀποκτεῖναι δὲ τὴν ταχίστην αὐτὸν κελεύω. τὸν γὰρ πολλοὺς ἐξαπατήσαντα δίκαιον ἂν εἴη καὶ αὐτὸν ἅπαξ ὁμοίως ἐξαπατηθῆναι.'

3   Τιμολέων συμμαχῶν Συρακουσίοις ἐλθὼν ἐπί τινα λόφον ὑψηλὸν καὶ μετέωρον, ἰδὼν Καρχηδονίους πεντακισμυρίους ἐκτεταγμένους, τὸ δὲ κατάστημα χειμέριον καὶ πνεῦμα κινούμενον ἐναντίον τοῖς πολεμίοις, ἐκκλησίαν συναγαγὼν ἠγόρευσε· 'νῦν ἁλῶναι χρὴ τοὺς πολεμίους· εἶναι γὰρ χρησμὸν, ὡς ἐν τούτῳ τῷ τόπῳ παραταξάμενοι διαφθαρήσοιντο, τεκμηριοῖ δὲ τὸν χρησμὸν ὁ χειμὼν ἐξαπίνης κινούμενος.' οἱ Ἕλληνες ἐπὶ μέγα ταῖς γνώμαις ἀρθέντες ὀλίγοι πολλοὺς ἐνίκησαν.

[13]   ΑΡΙΣΤΩΝ

E   Ἀρίστων κυβερνήτης μιᾷ νηὶ τρεῖς ὁλκάδας σῖτον ἀγούσας παρέπεμπεν. πολεμία τριήρης ἐπεφάνη τοῦ πνεύματος ἐπιλείποντος. ὁ δὲ τὰς τρεῖς ὁλκάδας συναγαγὼν ἐγγὺς αὐτῶν παρέπλει, ἵνα, ἢν μὲν ἡ πολεμία τριήρης προσάγῃ τῇ νηὶ, ὑπὸ τῶν ἐν [ταῖς] σιτηγοῖς προσβάλλοιτο βέλεσι πολλοῖς, εἰ δὲ ταῖς ὁλκάσιν αὐταῖς πειρῷτο προσβάλλειν καὶ βιάζεσθαι, αὐτὸς περιπλέων ἐκ πλαγίων βλάπτοι τὴν πολεμίαν τριήρη καὶ ἀπολαμβάνοι μέσην αὑτοῦ καὶ τῶν ὁλκάδων.

2   Ἀρίστων Κορίνθιος κυβερνήτης ναυμαχούντων Ἀθηναίων καὶ Συρακουσίων καὶ μενόντων ἀμφοτέρων πέμψας πρὸς τοὺς ἄρχοντας ἐκέλευσε τὴν ἀγορὰν τῶν τροφῶν μεταγαγεῖν ἐπὶ τὴν θάλασσαν. ἐπεὶ δὲ ταῦτα ἐκεκόμιστο, κρουσάμενοι πρύμναν ἀνεχώρησαν ἐπὶ τὴν γῆν καὶ ἀποβάντες εὐθὺς ἠριστοποιοῦντο. οἱ Ἀθηναῖοι νομίσαντες αὐτοὺς ἡττωμένους ἀναχωρῆσαι μέγα φρονοῦντες ἐπὶ τῇ νίκῃ ἐκβαίνουσι καὶ περιῄεσαν τά τε ἄλλα πράττοντες καὶ ὅσα πρὸς ἄριστον ἑτοιμάζοντες. ἐπέπλευσαν ἐξαίφνης οἱ Συρακούσιοι. θόρυβος ἦν τῶν Ἀθηναίων ἀσίτων ἐμβαινόντων· οἱ δὲ ἠριστηκότες εὐκολώτερον ἐκράτησαν.

[14]   ΘΡΑΣΥΜΗΔΗΣ

E   Θρασυμήδης Φιλομήλου τῆς Πεισιστράτου θυγατρὸς ἐρασθεὶς πομπεύουσαν αὐτὴν προσδραμὼν ἐφίλησεν. τῶν δὲ ἀδελφῶν τῆς παρθένου βαρέως φερόντων καὶ δεινὴν ὕβριν ἡγουμένων ὁ Πεισίστρατος 'ἢν τοὺς φιλοῦντας', ἔφη, 'κολάσωμεν, τοὺς μισοῦντας τί ποιήσομεν;' Θρασυμήδης ἐπὶ μεῖζον αἰρομένου τοῦ ἔρωτος ἡλικιώτας παραλαβὼν συμμάχους τὴν κόρην ἐπὶ τῇ θαλάσσῃ θυσίαν τελοῦσαν παρεφύλαξεν. οἱ μὲν δὴ σπασάμενοι τὰ ξίφη, τὸν ὄχλον σκεδάσαντες, εἰς σκάφος ἐμβαλόντες ἐπ' Αἰγίνης ἀνήγοντο. Ἱππίας δὲ, ὁ πρεσβύτερος τῶν Πεισιστράτου παίδων, τὰ λῃστρικὰ τῆς θαλάσσης ἀναιρῶν καὶ τοιοῦτο τὸ σκάφος διὰ τὴν σπουδὴν τῆς εἰρεσίας νομίσας εἶναι, τὴν ἀδελφὴν αὐτήν τε ἀνεσώσατο καὶ τοὺς ἁρπάσαντας συλλαβὼν ἐπανήγαγεν. Θρασυμήδης καὶ οἱ φίλοι τῷ τυράννῳ παραστάντες οὐχ ἱκέτευσαν, ἀλλὰ μάλα ἀνδρείως χρῆσθαι αὐτοῖς ᾧ βούλοιτο τρόπῳ προὐκαλέσαντο φήσαντες ἔκτοτε θανάτου καταφρονῆσαι, ὁπότε τὴν ἁρπαγὴν ἐβουλεύσαντο. Πεισίστρατος καταπλαγεὶς τὴν γενναιότητα τῶν νεανίσκων πρὸς γάμον ἐξέδωκε (τῷ νεανίσκῳ) τῷ Θρασυμήδει τὴν θυγατέρα. τοῦτο ποιήσας εὔνοιαν καὶ φιλίαν ἐκτήσατο παρ' αὐτῶν ὡς οὐκέτι τύραννος, ἀλλὰ χρηστὸς πατὴρ καὶ δημοτικὸς πολίτης.

[15]   ΜΕΓΑΚΛΗΣ

E   Μεγακλῆς Μεσήνιος τῆς ἐν Σικελίᾳ Μεσήνης Ἀγαθοκλεῖ τῷ Συρακουσίων τυράννῳ τἀναντία πράττων διετέλει καὶ πολλοὺς Σικελιώτας κατ' αὐτοῦ συνίστη καὶ τοῖς ἀνελοῦσιν αὐτὸν ἐκήρυξε μεγάλας δωρεάς. Ἀγαθοκλῆς παροξυνθεὶς πολιορκεῖν Μεσήνην παρεσκευάζετο καὶ πέμψας κήρυκα ἐξῄτει Μεγακλέα· εἰ δὲ μὴ λάβοι, τὴν πόλιν ἐξανδραποδιεῖσθαι κατὰ κράτος ἑλὼν ἠπείλει. Μεγακλῆς τὸν θάνατον οὐκ ἔδεισεν, ἀλλ' ἑκὼν αὑτὸν εἰς τὴν ἔκδοσιν ἐπέδωκεν, εἰ πέμποιτο πρεσβευτής. ψηφισαμένων ταῦτα Μεσηνίων ἐλθὼν εἰς τὸ στρατόπεδον τοῦ Ἀγαθοκλέους 'ἐγώ τοι', ἔφη, 'καὶ πρεσβεύων παρὰ τῆς πόλεως ἥκω καὶ τεθνηξόμενος, πρότερον δὲ τῆς πρεσβείας ἄκουσον μετὰ τῶν φίλων'. Ἀγαθοκλῆς συνήγαγε τοὺς φίλους. ἐπὶ τούτων ὁ Μεγακλῆς διεξελθὼν τὰ δίκαια τῆς πατρίδος τελευταῖον ἔφη 'εἰ δὲ ἐπὶ τὰς Συρακούσας ἐστράτευον Μεσήνιοι, πότερον ἂν ὑπὲρ Συρακουσίων ἢ Μεσηνίων πάντα ἔπραττες;' τοῦ δὲ Ἀγαθοκλέους πρὸς τὸ ἐρώτημα μειδιάσαντος οἱ παρόντες φίλοι παρεκάλεσαν αὐτὸν φείδεσθαι πρεσβευτοῦ δίκαια λέγοντος· ὁ δὲ διαλυσάμενος τὸν πόλεμον καὶ τὸν Μεγακλέα σῶον ἀπέπεμψε καὶ φιλίαν συνέθετο πρὸς τοὺς Μεσηνίους.

Following Chapters (16-48) →


Attalus' home page   |   08.04.19   |   Any comments?