back

Polyaenus: Stratagems

    - BOOK 4, Chapters 4-21

From the edition by E.Woelfflin and J.Melber (1887). Click on the E symbols to go to an English translation of each section.


← Previous Chapters (1-3)

[4]   ΑΝΤΙΠΑΤΡΟΣ

E   Ἀντίπατρος ἐν τῇ Τετραχωριτῶν στρατεύων ἔταξε τὸν χόρτον τῶν ἵππων ἐμπρῆσαι τὸν περὶ τῇ σκηνῇ. οἱ μὲν ἐνέπρησαν, ὁ δὲ σαλπιγκτὴς ἐσήμηνεν· οἱ δὲ Μακεδόνες περὶ τὴν σκηνὴν ἠθροίζοντο μετέωρα ἔχοντες τὰ δόρατα. ταῦτα ἰδόντες οἱ Τετραχωρῖται καταπλαγέντες ἐξέλιπον τὸ χωρίον· ἀμαχεὶ δὲ Ἀντίπατρος ἐκράτησεν.

2   Ἀντίπατρος τὸν Σπερχειὸν διαβῆναι ἐβούλετο. Θετταλῶν δὲ ἱππέων κωλυόντων διαβαίνειν, ὁ μὲν τὴν δύναμιν ἀπήγαγεν εἰς τὴν αὑτοῦ στρατοπεδείαν καὶ παρήγγειλε τοῖς Μακεδόσι μένειν ἐν τοῖς ὅπλοις καὶ τὰ σκευοφόρα μὴ λύειν. οἱ Θετταλοὶ δὲ εἰς τὴν Λαμίαν ἀφιππεύσαντες ἠριστοποιοῦντο κατὰ τὰς οἰκίας. Ἀντίπατρος [ἐπανῆλθε πρὸς] τὸν ποταμὸν καὶ φθάσας διεβίβασε τὴν δύναμιν, πρὶν ἐκβοηθῆσαι Θετταλοὺς, καὶ κατελάβετο τὴν Λαμίαν προσπεσών.

3   Ἀντίπατρος ἐν Θετταλίᾳ βουλόμενος φαντασίαν τοῖς πολεμίοις παρασχεῖν ἱππέων πολλῶν συναγαγὼν ὄνους πολλοὺς καὶ ἡμιόνους συνέταξεν εἰς ἴλας, καὶ ἀνεβίβασεν ἄνδρας ὅπλισιν ἱππικὴν ἔχοντας· προέταξε δὲ ἑκάστης ἴλης τὸν πρῶτον ζυγὸν ἀληθινῶν ἱππέων. τούτους ὁρῶντες οἱ πολέμιοι καὶ τοὺς ἑπομένους ἱππεῖς εἶναι νομίσαντες καταπλαγέντες ἔφευγον. τούτῳ τῷ στρατηγήματι καὶ Ἀγησίλαος ἐχρήσατο πρὸς Ἀέροπον ἐν Μακεδονίᾳ καὶ Εὐμένης πρὸς Ἀντίγονον ἐν Ἀσίᾳ.

[5]   ΠΑΡΜΕΝΙΩΝ

E   Παρμενίων μετὰ τὴν ἐν Ἰσσῷ μάχην ὑπὸ Ἀλεξάνδρου πεμφθεὶς εἰς Δαμασκὸν ἐπὶ τὴν ἀποσκευὴν τῶν Περσῶν συνῆψε τοῖς σκευοφόροις. ἐπεὶ δὲ οἱ βάρβαροι φοβηθέντες ἔφυγον, ἐννοήσας Παρμενίων, ὅτι μὴ δύναται διασῶσαι τοσαύτην ἀποσκευὴν, τῶν κομιζόντων βαρβάρων φυγόντων, τρεῖς ἴλας ἱππέων πέμψας πρὸς αὐτοὺς ἐκήρυξεν 'ὃς ἂν μὴ ταῖς ἑαυτοῦ χερσὶ λάβηται τῶν ἰδίων ὑποζυγίων, φονευθήσεται'. τοῦτο τὸ κήρυγμα οἱ βάρβαροι δείσαντες αὖθις προσῆλθον τοῖς ὑποζυγίοις καὶ τὴν ἀποσκευὴν διεκόμισαν.

[6]   ΑΝΤΙΓΟΝΟΣ

E   Ἀντίγονος ἐκράτησε Κορίνθου τοιῷδε στρατηγήματι. Ἀλέξανδρος ὁ κατέχων Ἀκροκόρινθον ἐτελεύτησεν· ἦν αὐτῷ γυνὴ Νίκαια ἡλικίας ἅλις ἔχουσα. ταύτην Ἀντίγονος τῷ υἱῷ Δημητρίῳ μνηστεύεται· ἡ δὲ ἀσμένη μειρακίῳ καὶ βασιλεῖ πρὸς γάμον αὑτὴν ἐπέδωκεν. ἦν θυσίᾳ μεγαλοπρεπής· πανήγυρις Ἑλληνική· Ἀμοιβεὺς κιθαρῳδεῖν ἔμελλε· πολλὴ σπουδὴ περὶ τὴν θέαν ἦν· τὴν Νίκαιαν αὐτὴν ἐν φορείῳ βασιλικῶς κεκοσμημένῳ, τρυφῶσαν καὶ θρυπτομένην, δορυφόροι παρέπεμπον. ἐς δὲ τὸ θέατρον ἐσιούσης, μακρὰν χαίρειν τῷ κιθαρῳδῷ καὶ τῷ γάμῳ φράσας Ἀντίγονος ὥρμησεν ἐπὶ τὸν Ἀκροκόρινθον καὶ τῶν φυλάκων περὶ τὴν πανήγυριν ἀσχολουμένων καὶ θέαν κατειληφότων ῥᾳδίως κατέσχε τὸ χωρίον καὶ τῆς Κορίνθου πάσης ἐκράτησε στρατηγήματι τῷ γάμῳ χρησάμενος.

2   Ἀντίγονος ταῖς πρεσβείαις χρηματίζων προεδιδάσκετο ἐκ τῶν ὑπομνημάτων, τίνες εἶεν ὡς αὐτὸν οἱ καὶ πάλαι πρεσβεύσαντες καὶ μετὰ τίνων καὶ ὑπὲρ οἵων πραγμάτων. ἐν δὲ ταῖς ἐντεύξεσιν ἀπομεμνημένος ἑκάστου πρὸς τοὺς πρεσβεύοντας πάντας ἐξεπτόησεν ὡς μνήμην ἔχων ὑπερβάλλουσαν.

3   Ἀντίγονος Μέγαρα πολιορκῶν τοὺς ἐλέφαντας ἐπῆγεν. οἱ Μεγαρεῖς σύας καταλείφοντες ὑγρᾷ πίσσῃ καὶ ὑφάπτοντες ἠφίεσαν· αἱ δὲ ὑπὸ τοῦ πυρὸς καιόμεναι κεκραγυῖαι πολλῷ δρόμῳ εἰς τοὺς ἐλέφαντας ἐνέπιπτον· οἱ δὲ οἰστρῶντες καὶ ταρασσόμενοι ἄλλος ἄλλῃ διέφευγον. Ἀντίγονος τοῦ λοιποῦ προσέταξε τοῖς Ἰνδοῖς τρέφειν ὗς μετὰ τῶν ἐλεφάντων, ἵνα τὴν ὄψιν αὐτῶν καὶ τὴν κραυγὴν τὰ θηρία φέρειν ἐθίζοιτο.

4   Ἀντίγονος Ἀντίπατρον κινδυνεύοντα βληθῆναι ὑπὸ Μακεδόνων ἔσωσε. τοῦ στρατοπέδου μέσος ἦν ποταμὸς ὀξὺς τὸ ῥεῦμα γέφυραν ἔχων· ἔνθεν οἱ Μακεδόνες ἐσκήνουν· ἐκεῖθεν Ἀντίγονος ἔχων ἱππέας ὁμοφρονοῦντας. οἱ μὲν μετὰ πολλοῦ θορύβου καὶ μεγάλης βοῆς ᾔτουν χρήματα βαλεῖν ἀπειλοῦντες, εἰ μὴ λάβοιεν· Ἀντίπατρος δὲ μὴ ἔχων δοῦναι ἦν ἐν ἀμηχάνῳ. Ἀντίγονος ἔφη πρὸς αὐτὸν 'ἀλλ' ἔγωγέ σοι δώσω καιρὸν ἀφόδου'. ταῦτα εἰπὼν, ἐν αὐτῇ τῇ πανοπλίᾳ διαδραμὼν τὴν γέφυραν, μέσας τεμὼν τὰς φάλαγγας ἑκάστῳ προσῄει ἐοικὼς δημηγορήσοντι. οἱ Μακεδόνες ὡς ἀνδρὶ τῶν ἐπιφανῶν ἐξεχώρουν καὶ παρίεσαν καὶ πάντες εἵποντο ἀκουσόμενοι [ὧν] προλέγειν μέλλει. ἐπεὶ δὲ περιέστη τὸ πλῆθος, μακρὰ ἐδημηγόρησεν ἀπολογούμενος ὑπὲρ Ἀντιπάτρου, ἐπαγγελλόμενος, παρακαλῶν, διαλλάσσων. ἐν δὲ τῷ καιρῷ τῆς μακρᾶς δημηγορίας Ἀντίπατρος μετὰ τῶν ἱππέων τὴν γέφυραν παρελθὼν ἐξέφυγε τοὺς ἀπὸ τῶν στρατιωτῶν λίθους.

5   Ἀντίγονος ὁ πρῶτος, [εἰ μὲν δύναμιν εἶχε] αὐτὸς ἰσχυροτέραν, τῷ πολέμῳ σχολαίτερον ἐχρῆτο· εἰ δὲ ἀσθενεστέραν, φιλοκινδύνους τὰς ἐπιθέσεις ἐποιεῖτο τοῦ ζῆν ἀγεννῶς τὸ θνήσκειν ἀνδρείως αἱρετώτερον ἡγούμενος.

6   Ἀντίγονος ὅτε περὶ Καππαδοκίαν ἐχείμαζεν, ἀπέστησαν αὐτοῦ Μακεδόνες ὁπλῖται τρισχίλιοι. οὗτοι καταλαβόμενοι λόφους καρτεροὺς Λυκαονίαν ἐπόρθουν, ἤδη δὲ καὶ Φρυγίαν. Ἀντίγονος κτεῖναι μὲν τοσούτους ὠμὸν ἡγεῖτο· ἐδεδοίκει δὲ, μὴ προσθοῖντο τοῖς πολεμίοις, ὧν Ἀλκέτας ἦρχεν. τοιοῦτό τι οὖν ἐμηχανήσατο. καθῆκε πρὸς αὐτοὺς Λεωνίδαν τῶν ἰδίων ἡγεμόνων [ὡς ἐπὶ] κοινοπραγίᾳ τῆς ἀποστάσεως δή· οἱ δὲ ἄσμενοι τὸν ἄνδρα ἐδέξαντο καὶ στρατηγὸν εἵλοντο. Λεωνίδας πρῶτον μὲν ἔπεισεν αὐτοὺς προστίθεσθαι μηδενὶ, ὥστε γε τοῦτο πρῶτον Ἀντιγόνῳ κατώρθωτο ἔπειτα δὲ κατήγαγεν αὐτοὺς ἀπὸ τῶν λόφων ἐς χωρίον ἱππάσιμον, ἀφίππους ὄντας. ἐνταῦθα προσιππασάμενος Ἀντίγονος Ὁλκίαν καὶ δύο τῆς ἀποστάσεως ἐξάρχους συνέλαβεν. οἱ μὲν ὑπὲρ σωτηρίας αὑτῶν ἱκέτευον. ὁ δὲ ἀφήσειν τούτους ὑπέσχετο, εἰ μετὰ ἡσυχίας εἰς Μακεδονίαν ἐπανέλθοιεν. ἐπὶ τούτοις ἐσπείσαντο καὶ ἀνεχώρησαν. Ἀντίγονος Λεωνίδαν τῶν ἀνδρῶν ἡγήσασθαι μέχρι Μακεδονίας [ἐκέλευσεν] ὡς ἀσφαλῶς αὐτοὺς εἰς τὴν οἰκείαν παραπέμψοντα.

7   Ἀντίγονος Ἄτταλον, Ἀλκέταν, Δόκιμον, στρατηγοὺς Μακεδόνων οὐκ ἀδόξους, ἐν αὐλῶνι Πισιδικῷ στρατοπεδεύοντας ἐδίωκε κρύβδην. τῶν δ' ἐλεφάντων κλαγξάντων καὶ φρυαξαμένων ᾔσθοντο, ὡς Ἀντίγονος προσάγοι· μόνῳ γὰρ τούτῳ παρασκευὴ τοιούτων θηρίων ἦν. Ἀλκέτας τὸ πελταστικὸν ἀναλαβὼν τὴν διὰ τῶν ὀρῶν τραχεῖαν καὶ δύσβατον οὖσαν ἠπείγετο καταλαβέσθαι. Ἀντίγονος Ἀλκέταν μὲν οὐκ ἐδίωξε· λοξώσας δὲ τὴν στρατιὰν ὑπὸ τοὺς τῶν ὀρῶν λαγόνας ἔσπευσεν ἐπὶ τὸ στρατόπεδον [καὶ] κατέλαβε τῶν πολεμίων τοὺς μὲν ἄρτι ὁπλιζομένους, τοὺς δὲ ἀόπλους, ταρασσομένους δὲ πάντας· ὥστε φόνου μὲν ἀπεχόμενος, σωτηρίαν δὲ ὑποσχόμενος χωρὶς μάχης ἐνίκησεν.

8   Ἀντιγόνου νῆες ἑκατὸν τριάκοντα, ὧν ἦν ναύαρχος Νικάνωρ, ἐναυμάχησαν πρὸς τὸ Πολυσπέρχοντος ναυτικὸν, οὗ Κλεῖτος ἐναυάρχει. Ἑλλήσποντος, ἔνθα ἡ μάχη. Νικάνωρ τῶν ναυτῶν ὑπ' ἀπειρίας πρὸς ἐναντίον κῦμα βιαζομένων ἀπέβαλε ναῦς ἑβδομήκοντα. τῶν πολεμίων λαμπρῶς νικησάντων παρῆν Ἀντίγονος ἑσπέρας καὶ τὴν ἧτταν οὐκ ἔδεισεν· ἀλλὰ τοὺς μὲν ἐπὶ τῶν λοιπῶν νεῶν ἑξήκοντα ἑτοίμους εἶναι πρὸς ναυμαχίαν αὖθις νυκτὸς ἐκέλευσε· τῶν δὲ ὑπασπιστῶν τοὺς ἀλκιμωτάτους ἐπιστήσας τοῖς σκάφεσι προσέταξεν ἀπειλεῖν ὡς ἀποκτενοῦσι τοὺς μὴ χωροῦντας ἐς μάχην. Βυζάντιον δὲ φίλην ἔχων, ἐγγὺς οὖσαν, ἐντεῦθεν ὑπηρεσίαν ναυτικὴν διὰ τάχους ἐκέλευσε [ἐπιπλεῦσαι], πελταστὰς καὶ ψιλοὺς καὶ τοξότας χιλίους παρὰ τὰς ναῦς τῶν πολεμίων ὁρμούσας ἀπὸ γῆς ἀκοντίζειν καὶ τοξεύειν ἔταξεν. ταῦτα μὲν ἐν νυκτὶ μιᾷ διετέτακτο. ἀρχομένης δὲ ἕω οἱ μὲν ἀπὸ γῆς ἐτόξευον καὶ ἠκόντιζον· οἱ πολέμιοι δὲ, οἱ μὲν ἔτι καθεύδοντες, οἱ δὲ ἄρτι ἀφυπνίζοντες, ἀφυλάκτως ἐτιτρώσκοντο. ἄλλοι μὲν ἀνέσπων τὰ πρυμνήσια, ἄλλοι δὲ ἀνεῖλκον τὰς ἀποβάθρας, ἄλλοι δὲ ἀγκύρας ἀνιμῶντο· πάντων δὲ βοὴ καὶ τάραχος ἦν. Ἀντίγονος ἐσήμηνε καὶ ταῖς ἑξήκοντα ναυσὶν ἐπιπλεῦσαι καὶ μετὰ θυμοῦ καὶ ῥοθίου ποιεῖσθαι τὰς ἐμβολάς. αὐτίκα δὴ συνέβαινε, τῶν μὲν ἀπὸ γῆς βαλλόντων, [τῶν δὲ ἐπιπλεόντων,] κρατεῖν μὲν [τοὺς ἡττημένους, ἡττᾶσθαι δὲ] τοὺς νενικηκότας.

9   Ἀντίγονος μετὰ τὴν νίκην τῆς ἐν Ἑλλησπόντῳ ναυμαχίας πλεῖν τὰς ναῦς ἐπὶ Φοινίκης ἔταξε, τοὺς μὲν ναύτας ἐστεφανωμένους, τὰς δὲ πρύμνας κεκοσμημένας λαφύροις καὶ ἀκροστολίοις αἰχμαλώτων τριήρων· τοῖς δὲ κυβερνήταις ἐνετείλατο κατὰ τὸ πέλαγος παραπλεῖν πᾶσι μὲν ὅρμοις, πάσαις δὲ πόλεσι προσπελάζοντας, ὅπως ἡ νίκη διαβόητος ἀνὰ πᾶσαν τὴν Ἀσίαν γένοιτο. Φοίνισσαι νῆες ὁρμοῦσαι Κιλικίας ὑπὸ τῷ Ῥωσίῳ λιμένι χρήματα Εὐμένους ἄγουσαι Σωσιγένην ναύαρχον εἶχον. ὁ μὲν Σωσιγένης ἐπὶ ὀρθίου πάγου διέτριβεν ἀποσκοπῶν τὴν τοῦ πελάγους κίνησιν. οἱ δὲ ἀπὸ τῶν Φοινισσῶν νεῶν, ὡς εἶδον τὰς νικώσας λαμπρῶς κεκοσμημένας, ἁρπάσαντες τὰ χρήματα ἐσεπήδησαν ἐς τὰς Ἀντιγόνου τριήρεις· αἱ δὲ αὐτίκα ἀνήγοντο πολλὰ χρήματα καὶ συμμάχους [ἄγουσαι]. Σωσιγένης δὲ ὁ ναύαρχος τὸ πέλαγος ἀπεσκόπει.

10   Ἀντίγονος καὶ Εὐμένης παρετάξαντο· ἀγχώμαλος ἡ νίκη· Εὐμένης κήρυκα περὶ νεκρῶν ἀναιρέσεως ἔπεμψεν. Ἀντίγονος πλείονας ὄντας τοὺς οἰκείους νεκροὺς λαθεῖν βουλόμενος ἐπὶ τοσοῦτον κατέσχε τὸν κήρυκα, ἐφ' ὅσον αὐτῶν πάντων τὰ σώματα ἔκαυσεν. ἐπεὶ δὲ πέρας ἔσχεν ἡ ταφὴ, τότε τὸν κήρυκα ἀπέπεμψε συγχωρῶν τὴν ἀναίρεσιν.

11 E   Ἀντίγονος ἐν Γαδαμάρτοις τῆς Μηδίας προσεχείμαζεν. Εὐμένης προκατελάβετο τὴν ὁδὸν ἄχρι σταδίων χιλίων διατάξας τὴν δύναμιν πανταχοῦ. ἦν δὲ ἡ μὲν ὁδὸς παρὰ τὰς ὑπωρείας· τὸ δὲ κάτω πεδίον ὁμαλὸν, ἄνυδρον, ἀοίκητον, οὐ βοτάνην ἔχον, οὐ δένδρον, οὐ φυτὸν, ἀσφαλτῶδες δὲ καὶ πλῆθον ἁλμυρίδος· οὐκ ἄρα ἦν διαβατὸν οὔτε ζώοις οὔτε ἀνθρώποις. Ἀντίγονος τὰς κατὰ τὴν ὁδὸν φυλακὰς ἐκκλῖναι στρατηγῶν μέσον ἔγνω τὸ πεδίον τεμέσθαι. προσέταξε δὴ ῥάψασθαι μυρίους ἀσκοὺς καὶ πλῆσαι τούτους ὕδατος καὶ σιτία δέκα ἡμερῶν πέψαντας ἔχειν καὶ κριθὰς τοῖς ἵπποις καὶ χιλὸν αὐτάρκη. τὰ μὲν ηὐτρέπιστο· ὁ δὲ διὰ τῆς ἀοικήτου μέσης ἦγε τὴν στρατιὰν τῇ νυκτὶ [πυρὰ] καίειν οὐκ ἐπιτρέπων, ἵνα μὴ τοῖς φυλάττουσι τὰς ὑπωρείας κατάδηλον γένηται. καὶ μὴν μέχρι τέλους ἔλαθον ἂν, εἰ ἐπείσθησαν τῷ Ἀντιγόνου παραγγέλματι. ὀλίγοι δὲ αὐτῶν παγετώδους νυκτὸς γενομένης πῦρ ἀνέκαυσαν, ὥστε τὴν φλόγα ἰδόντες οἱ πολέμιοι συνῆκαν καὶ τὸ πεδίον ἐκβαινόντων προσβαλόντες κατὰ τὴν οὐραγίαν ἔστιν οὓς τῶν ὑστάτων ἀπέκτειναν. ὅσον δὲ ἐπὶ τῷ Ἀντιγόνου στρατηγήματι ἀβλαβεῖς ἐσώθησαν [ἂν] πάντες.

12   Ἀντίγονος ἐν παρατάξει ὄρους ὑπτίαν λαγόνα περιλαβὼν, ὡς εἶδεν Εὐμένους ἀνὰ τὸ πεδίον ἔκταξιν οὐκ ἐχυρὰν, τοῖς ὀπισθοφυλακοῦσιν ἐπιπέμψας ἱππικὰ στίφη πολὺ μέρος τῆς ἀποσκευῆς αὐτοῦ κατέσυρεν.

13   Ἀντίγονος περὶ τὴν Γαβιηνὴν συνέβαλλεν Εὐμένει μάχην. ἦν πεδίον λεπτόγεων καὶ ψαμμῶδες· ἐν τούτῳ συνιόντων μεγάλων στρατευμάτων αἴρεται νεφελώδης κόνις ἐπισκοτοῦσα καὶ φιλίοις καὶ πολεμίοις. ἡ μάχη μὲν ἐν χερσὶν ἦν. Ἀντίγονος δὲ τῶν Εὐμενείων στρατιωτῶν εἰδὼς ἑπομένην τὴν ἀποσκευὴν, ἐν ᾗ γυναῖκες ἦσαν αὐτῶν καὶ τέκνα καὶ παλλακαὶ καὶ οἰκέται καὶ χρυσὸς καὶ ἄργυρος καὶ ὅσα ἄλλα ἐκτήσαντο ἀπὸ τῆς μετὰ Ἀλεξάνδρου στρατείας, ἐκέλευσεν ἐπιλέκτους ἴλας περιελάσαι τὴν ἀποσκευὴν ἐς τὴν ἑαυτῶν στρατοπεδείαν. οἱ μὲν περιήλασαν ἀσχολουμένων τῶν πολεμίων περὶ τὴν μάχην καὶ τῆς κόνεως ἐπισκοτούσης. ἐπεὶ δὲ πέρας ἔσχεν ἡ μάχη [καὶ] πεντακισχίλιοι μὲν ἔπεσον Ἀντιγόνου, τριακόσιοι δὲ Εὐμένους, μέγα δὴ φρονοῦντες ἐπὶ τῇ νίκῃ διελύθησαν. ἐπεὶ δὲ τὴν ἀποσκευὴν εἶδον ἡρπασμένην καὶ τοὺς οἰκείους ἀπολωλότας, ἀθυμία καὶ θρῆνος ἦν τῶν νενικηκότων, ὥστε οἱ πλεῖστοι διὰ τὸν ἔρωτα τῶν οἰκείων ἐπρεσβεύοντο παρὰ Ἀντίγονον ἀξιοῦντες αὐτῷ προστίθεσθαι. Ἀντίγονος τὴν ἀποσκευὴν τῶν Εὐμενείων στρατιωτῶν ἁρπάσας, ἐπειδὴ βαρέως ἔφερον ἀπολέσαντες τὰ φίλτατα, ἐκήρυξεν προῖκα ἀποδώσειν τὰ ἡρπασμένα. οἱ δὲ πρὸς τὸ κήρυγμα αὐτίκα μετεβάλοντο, οὐ μόνον οἱ Μακεδόνες, ἀλλὰ καὶ μύριοι Περσῶν, ὧν ἦρχε Πευκέστης· καὶ γὰρ οὗτος τοὺς Μακεδόνας ἰδὼν ἀντιγονίζοντας ὡς τούτους ἐνέκλινεν. τέλος δὲ τοσαύτη μεταβολὴ γνώμης καὶ τύχης ἐγένετο, ὥστε οἱ ἀργυράσπιδες συλλαβόντες Εὐμένη δεσμώτην παρέδωκαν, Ἀντίγονος δὲ ἁπάσης τῆς Ἀσίας βασιλεὺς ἀνηγορεύθη.

14   Ἀντίγονος Πίθωνα σατράπην Μηδίας πυθόμενος ξενολογεῖν καὶ χρήματα συλλέγειν, ἀποστῆναι βεβουλευμένον ἀπιστεῖν τοῖς ἀγγέλλουσι προσεποιήσατο φάσκων 'οὐκ ἂν ἐγὼ πιστεύσαιμι ταῦτα Πίθωνα πράττειν, ᾧ πεντακισχιλίους Μακεδόνας ὁπλίτας καὶ Θρᾷκας χιλίους φύλακας τῆς σατραπείας πέμψαι παρεσκεύακα'. ταῦτα Πίθων ἀκούσας πιστεύει τῇ φιλανθρωπίᾳ καὶ διὰ τάχους ἧκε ληψόμενος τὴν ἐπικουρίαν. Ἀντίγονος δὲ ἐς τὸ κοινὸν τῶν Μακεδόνων ἐσαγαγῶν Πίθωνα ἑλὼν τιμωρησάμενος ἀπέκτεινεν.

15   Ἀντίγονος τοὺς ἀργυράσπιδας, οἳ τὸν Εὐμένη δεσμώτην αὐτῷ παρέδωκαν, ἐτίμησε δωρεαῖς· τὸ δὲ ἄπιστον αὐτῶν φυλαττόμενος χιλίους μὲν αὐτῶν ἔδωκε συμμάχους εἶναι Σιβυρτίῳ τῷ σατράπῃ τῆς Ἀραχωσίας, τοὺς δὲ ἄλλους εἰς ἄλλα χωρία φρουροὺς διέπεμψεν ἐχυρὰ καὶ δύσβατα, ἵνα φρουρὰν αὐτὴν τὴν χώραν ἔχοιεν. διὸ ταχέως ἀφανεῖς πάντες ἐγένοντο.

16   Ἀντίγονος ἐπολιόρκει Ῥόδον ἐπιστήσας τῇ πολιορκίᾳ τὸν υἱὸν Δημήτριον, κηρύξας αὐτομόλοις Ῥοδίοις εἶναι πᾶσαν ἀσφάλειαν· ὁπόσοι δὲ περὶ Συρίαν, Φοινίκην, Κιλικίαν, Παμφυλίαν ἦσαν ἔμποροι καὶ θαλασσουργοὶ Ῥόδιοι, καὶ τούτοις ἐκήρυξεν ἀσφάλειαν τῆς θαλάσσης ἐπὶ τῷ μὴ καταίρειν εἰς Ῥόδον, ἵνα βοηθείας ἐρήμην Ῥόδον ἐξέλοι, τῶν παρὰ Πτολεμαίου συμμάχων οὐχ ἱκανῶν ὄντων ἀντισχεῖν Δημητρίῳ πολιορκοῦντι.

17   Ἀντίγονος μισθοφόρους ἐμισθώσατο Γαλάτας, ὧν Κιδήριος ἦρχε, συνθέμενος [ἑνὶ] ἑκάστῳ δώσειν χρυσοῦν Μακεδονικὸν, ὅμηρα δοὺς τοῦ μισθοῦ ἄνδρας καὶ παῖδας τῶν εὐγενῶν. ἡ μάχη πρὸς Ἀντίπατρον ἐγένετο· ἐπεὶ δὲ ἐγένετο, οἱ Γαλάται τὸν μισθὸν ἀπῄτουν. Ἀντίγονος ἑκάστῳ θυρεαφόρῳ τὸν μισθὸν ἀπεδίδου. οἱ Γαλάται καὶ τοῖς ἀόπλοις καὶ ταῖς γυναιξὶ καὶ τοῖς παισὶν ἀπῄτουν· τοῦτο γὰρ εἶναι 'τῶν Γαλατῶν ἑνὶ ἑκάστῳ'. ἦν οὖν, εἰ μὲν οἱ μάχιμοι λαμβάνοιεν, τριάκοντα τάλαντα· εἰ δὲ μετὰ τῶν ἀπομάχων, ἑκατόν. ἀφίσταται δὴ τὸ Γαλατικὸν καὶ τοὺς ὁμήρους ἀποκτενεῖν ἠπείλει. Ἀντίγονος δείσας περὶ τοῖς ὁμηρεύουσι πρεσβευτὴν ἔπεμψεν, ὅσα αἰτοῦσι δώσειν ὑπισχνούμενος, εἰ πέμψειαν τοὺς ληψομένους τὸ χρυσίον. οἱ δὲ περιχαρεῖς τῷ πλήθει τῶν χρημάτων τοὺς ἀρίστους Γαλατῶν οἷα δὴ χρυσοφόρους ἔπεμψαν. Ἀντίγονος κατασχὼν τοὺς ἥκοντας οὐκ ἄλλως ἔφη τοῖς Γαλάταις τοὺς ἄνδρας ἀποδώσειν, εἰ μὴ τοὺς αὑτοῦ ἀπολάβοι πάλιν. οἱ Γαλάται σπουδάζοντες ἀνασώσασθαι τοὺς αὑτῶν, ἀποδόντες τοὺς ὁμήρους τότε τοὺς ἰδίους ἀπολαμβάνουσι καὶ σὺν αὐτοῖς τὰ τριάκοντα τάλαντα.

18   Ἀντίγονος Κασσάνδρειαν ἐπολιόρκει βουλόμενος ἐξελεῖν Ἀπολλόδωρον τὸν Κασσανδρέων τύραννον. δέκα μηνῶν χρόνος ἦν τῇ πολιορκίᾳ. αὐτὸς μὲν ἀνεχώρησεν· Ἀμεινίαν δὲ τὸν ἀρχιπειρατὴν καθῆκε συνθησόμενον φιλίαν πρὸς Ἀπολλόδωρον. ὁ δὲ κήρυκα πέμψας πραϋνεῖν Ἀντίγονον ἐπηγγέλλετο καὶ σιτία πολλὰ καὶ οἶνον πέμψειν, ὥστ' ἐδόκει πιστὸς Ἀμεινίας. οἱ δὲ ἀμφὶ τὸν τύραννον τῇ τε Ἀμεινίου φιλίᾳ πιστεύοντες καὶ τῆς ἀπουσίας τῆς Ἀντιγόνου καταφρονοῦντες οὐκ ἀκριβῶς ἐφύλαττον τὰ τείχη. τῷ δὲ Ἀμεινίᾳ κλίμακες ἰσομήκεις τοῖς τείχεσιν ἐπεποίηντο, καὶ ὑπὸ τὴν καλουμένην Βῶλον, ἀπέχουσαν οὐ πρόσω τῶν τειχῶν, ἀπεκρύπτοντο στρατιῶται δισχίλιοι καὶ μετὰ τούτων Αἰτωλοὶ πειραταὶ δέκα, ὧν Μελάτας ἡγεῖτο. οὗτοι κατὰ τὴν πρώτην αὐγὴν τῆς ἡμέρας ἀραιοὺς τοὺς ἐπὶ τῶν τειχῶν φρουροὺς ἰδόντες προσέρπουσι τοῖς μεσοπυργίοις καὶ προσθέμενοι τὰς κλίμακας αἴρουσι σύνθημα. Ἀμεινίας μετὰ τῶν δισχιλίων στρατιωτῶν ἀναβὰς διὰ τῶν κλιμάκων ἐκράτησε τῶν τειχῶν, ὥστε οἱ μὲν ἔνδον ἦσαν, Ἀντίγονος δὲ αὐτίκα παρῆν· καὶ τὴν Κασσάνδρειαν κατασχὼν τὴν Ἀπολλοδώρου τυραννίδα κατέλυσεν.

19   Ἀντίγονος ἐλάττονας ἔχων στρατιώτας ἀντεστρατοπεδεύετο τοῖς περὶ Εὐμένη πολεμίοις. ἐπικηρυκευομένων δὲ συνεχῶς προσυνέταξεν, ἐπειδὰν ὁ κήρυξ ἀφίκηται, στρατιώτην ἐσδραμεῖν πνευστιῶντα, κεκονιμένον, ἀγγέλλοντα 'οἱ σύμμαχοι πάρεισιν'. Ἀντίγονος μὲν ἀκούσας περιχαρὴς ἀνεπήδησε· τοὺς κήρυκας ἀποπεμψάμενος καὶ τῆς ὑστεραίας τὸ μῆκος τῆς φάλαγγος διπλάσιον ἐκτείνας τοῦ χάρακος ἐξήγαγεν. οἱ δὲ πολέμιοι παρὰ τῶν κηρύκων ἀκούσαντες τὴν παρουσίαν τῶν συμμάχων τὴν μὲν ἔκτασιν τοῦ μήκους τῆς φάλαγγος ὁρῶντες, τὸ δὲ βάθος εὐκαταφρόνητον ἔχοντος, μάχην συνάψαι φοβηθέντες φυγόντες ᾤχοντο.

20   Ἀντίγονος τὰς Ἀθήνας βουλόμενος λαβεῖν εἰρήνην ἐσπείσατο τῷ τοῦ φθινοπώρου καιρῷ. Ἀθηναῖοι τὸν σῖτον κατασπείραντες ὀλίγον ἐφύλαξαν τὸν ἀποχρήσοντα μέχρι τῆς τῶν καρπῶν ἀκμῆς. ἐπεὶ δὲ ἤκμαζον οἱ καρποὶ, Ἀντίγονος μετὰ τοῦ στρατεύματος ἐς τὴν Ἀττικὴν ἐνέβαλεν. οἱ δὲ τοῦ σίτου τὸν μὲν καταναλωκότες, τὸν δὲ κωλυόμενοι θερίζειν Ἀντίγονον εἴσω τοῦ ἄστεος ἐξεδέξαντο καὶ ὑπήκουσαν ἅπασιν αὐτοῦ τοῖς προστάγμασιν.

[7]   ΔΗΜΗΤΡΙΟΣ

E   Δημήτριος χρήματα οὐκ ἔχων διπλασίους συνέλεξε στρατιώτας· καὶ δὴ θαυμάζοντός τινος, πόθεν ἡ μισθοφορὰ τοσούτοις, ὅπου μηδὲ τοῖς ἐλάττοσιν, 'ὅτι', ἔφη, 'βαρύτεροι ὄντες ἀσθενεστέρους τοὺς ἀντιπάλους ἕξομεν καὶ τῆς τούτων χώρας κρατήσομεν, καὶ φόρους οἴσουσιν ἄλλοι, [ἄλλοι] καὶ στεφάνους πέμψουσι τὸ πλῆθος τῶν στρατιωτῶν δεδιότες ἤδη.'

2   Δημήτριος μέλλων ἐπὶ τὴν Εὐρώπην πλεῖν βουλόμενος λαθεῖν, ὅποι ἀποβαίνειν μέλλοι, τῶν κυβερνητῶν ἑκάστῳ βιβλίον ἔδωκεν ἐσφραγισμένον προστάξας 'εἰ μὲν ὁμοῦ πλέοιμεν, ἐᾶτε μένειν τὰς σφραγίδας, εἰ δὲ διασπασθείημεν, ἀνοίξαντες τὰ γραμματεῖα ποιεῖσθε τὸν πλοῦν εἰς τὸν γεγραμμένον τόπον'.

3   Δημήτριος ἀδοκήτως προσπεσεῖν τῇ Σικυῶνι βουλόμενος ἀνεχώρησεν εἰς Κεγχρέας κἀκεῖ διέτριβεν ἡμέραις πλείοσι προσέχων ἡδοναῖς καὶ τρυφαῖς. ὁπηνίκα δὲ πόρρῳ τῆς ὑπονοίας ἐγένοντο Σικυώνιοι, τὸ μὲν ξενικὸν μετὰ Διοδώρου νυκτὸς ἔταξε προσβαλεῖν κατὰ τὰς ἐπὶ Πελλήνην πόλιν πύλας, τὸ δὲ ναυτικὸν τοῖς λιμέσιν ἐπιφαίνεσθαι, τὸ δὲ ὁπλιτικὸν αὐτὸς ἤγαγεν ἐπὶ τὴν πόλιν, ὥστε πανταχόθεν τὰς προσβολὰς ποιησάμενος τῆς πόλεως ἐκράτησεν.

4   Δημήτριος Διοδώρῳ φρουράρχῳ τὴν Ἔφεσον παραδοὺς ἔπλευσεν ἐπὶ Καρίας. ὁ δὲ Λυσιμάχῳ συνέθετο προδώσειν τὴν πόλιν ἐπὶ πεντήκοντα ταλάντοις. πυθόμενος Δημήτριος, ἀναλαβὼν τὰς ἡμιολίας, τὰς μὲν ὑπὸ τὴν χώραν ἐκέλευσεν ὑφορμῆσαι· αὐτὸς δὲ ἐπὶ μιᾶς πλέων καὶ Νικάνορα προσλαβὼν ἔπλει πρὸς τὸν λιμένα τῆς Ἐφέσου. ὁ μὲν Δημήτριος ἐν κοίλῃ νηὶ κατεκέκρυπτο· φανερῶς δὲ ὁ Νικάνωρ ἐκάλει τὸν Διόδωρον ὡς διαλεξόμενος αὐτῷ περὶ τῶν στρατιωτῶν, ὅπως ἀσφαλῶς αὐτοῖς ἀπελθεῖν ἐπιτρέψειεν. ὁ δὲ ὑπολαβὼν ἥκειν τὸν Νικάνορα μόνον ἐπιβὰς ἐπικώπου κέλητος ἕτοιμος ἦν ποιεῖσθαι τὰς συνθήκας. ὡς δὲ ἐγγὺς ἦν, ἐκ νεὼς κοίλης ἀναπηδήσας Δημήτριος τὸν μὲν κέλητα κατέδυσεν αὐτοῖς ἀνδράσι, τοὺς δ' ἀπονηξαμένους συνέλαβε, τὴν δ' Ἔφεσον κατέσχε τὸν προδιδόντα φθάσας.

5   Δημήτριος Αἴγιναν καὶ Σαλαμῖνα λαβὼν ἐν τῇ Ἀττικῇ στρατοπεδεύων, ἔπεμψε πρὸς τοὺς ἐν Πειραιεῖ, αἰτῶν ὅπλα χιλίοις ἀνδράσιν ὡς ἥκων σύμμαχος αὐτοῖς κατὰ τοῦ τυράννου Λαχάρους. οἱ μὲν πιστεύσαντες ἔπεμψαν· ὁ δὲ λαβὼν καὶ ὁπλισάμενος αὐτοὺς ἐπολιόρκησε τοὺς πέμψαντας.

6   Δημήτριος τοῦ Πειραιῶς ἐκράτησεν οὐχὶ παντὶ τῷ ναυτικῷ κατάρας, ἀλλὰ τὰς μὲν πλείστας τριήρεις ὑπὸ τῷ Σουνίῳ ναυλοχεῖν κελεύσας, εἴκοσι δὲ τὰς ἄριστα πλεούσας ἐπιλεξάμενος προσέταξε ῥοθίῳ τῇ εἰρεσίᾳ πλεῖν οὐκ ἐπὶ τὸ ἄστυ, ἀλλ' ὡς ἐπὶ τὴν Σαλαμῖνα. Δημήτριος ὁ Φαληρεὺς, Ἀθηναίων στρατηγῶν, ἐτύγχανε μὲν κασσανδρίζων· ἀπὸ δὲ τῆς ἀκροπόλεως κατιδὼν τὰς εἴκοσι νέας ἐπὶ Σαλαμῖνος πλεούσας, ἐνόμισεν εἶναι Πτολεμαϊκὰς ἐπὶ Κορίνθου πορευομένας. οἱ δὲ ἐπὶ τῶν εἴκοσι ἐπιστρέψαντες εὐθὺ τοῦ Πειραιῶς κατέσχον, παραχρῆμα δὲ καὶ Σουνιόθεν ὁ στόλος ἅπας ἐπικατήγετο· ὥστε πολὺ πλῆθος ἐκβάντες κατελάβοντο τοὺς πύργους καὶ τὸν λιμένα. κήρυκες δὲ ἀνεβόων· 'Δημήτριος τὰς Ἀθήνας ἐλευθεροῖ' καὶ Ἀθηναῖοι τὸ κήρυγμα τῆς ἐλευθερίας ἀκροώμενοι Δημήτριον προσεδέξαντο.

7   Δημήτριος ἐπολιόρκει Σαλαμῖνα τὴν ἐν Κύπρῳ τριήρεσιν ἑκατὸν ἑβδομήκοντα· Πτολεμαίου στρατηγὸς Μενέλεως ἑξήκοντα ναυσὶν ἐφρούρει τὴν πόλιν, καὶ αὐτὸς δὲ Πτολεμαῖος προσεδοκᾶτο ναυσὶ τεσσαράκοντα καὶ ἑκατὸν ἐπιπλευσεῖσθαι. Δημήτριος πρὸς διακοσίας ὁμοῦ τριήρεις ἀξιόμαχος οὐκ ὢν τῆς Σαλαμῖνος ἄκραν ὑπερέχουσαν περιπλεύσας ὑπὸ κρημνῷ λιμενίζοντι ναυλοχῶν ἐκρύπτετο. ἐπεὶ δ' ὁ Πτολεμαῖος τοὺς ὄπισθεν τοῦ κρημνοῦ μὴ προορώμενος κατῆρεν ἐς θῖνα εὔορμον, ἀναπεπταμένον καὶ περὶ ἔκβασιν ἦν, ἐπιστρέψαντες οἱ περὶ τὸν Δημήτριον ἐξεφάνησαν· καὶ παραχρῆμα ταῖς Αἰγυπτίαις ναυσὶν ἄρτι προσορμιζομέναις ἐμβάλλουσιν, ὥστε ὀξύτατον γενέσθαι τῆς νίκης τὸ τάχος. Πτολεμαῖος μὲν παραχρῆμα ἔφυγε· Μενέλεως δὲ ἀπὸ Σαλαμῖνος ἀναχθεὶς ὡς προσβοηθήσων καὶ αὐτὸς Πτολεμαίῳ φεύγοντι συνέφευγεν.

8   Δημήτριος ἐς Κόρινθον προδιδομένην νύκτωρ προῆλθε τῶν προδιδόντων τὰς κατὰ κορυφὴν πύλας ἀνοιξάντων. δεδιὼς τοὺς ἐν τῇ πόλει, μὴ μαθόντες ἐπιθοῖντο, περιέσπασεν αὐτοὺς πολλὴν στρατιὰν προσβαλὼν ταῖς πύλαις ταῖς κατὰ τὸ Λέχαιον. οἱ μὲν δὴ μεγάλα ἠλάλαξαν, οἱ δὲ Κορίνθιοι πρὸς τὴν βοὴν συνέδραμον ἅπαντες. οἱ προδιδόντες τὰς κατὰ κορυφὴν πύλας ἀνοίξαντες τοὺς πολεμίους ἐδέξαντο· Δημήτριος δὲ ᾑρήκει Κόρινθον, Κορινθίων τὰς ἐπὶ Λέχαιον πύλας φυλαττόντων.

9   Δημήτριος ἐπεστράτευε Λακεδαιμονίοις· ἦν μέσον ἀμφοτέρων ὄρος Ἀρκαδικὸν Λύρκειον. οἱ Μακεδόνες οὐκ ἀδεῶς εἶχον ἄπειροι τοῦ ὄρους ὄντες. βορέας ἐπίφορος ἔπνευσεν εἰς τοὺς πολεμίους. Δημήτριος πῦρ ἐμβαλὼν ἀνῆψε τὴν ὕλην· ἡ δὲ φλὸξ μετὰ τοῦ πνεύματος καὶ τοῦ καπνοῦ τοῖς Λακεδαιμονίοις ἐμπεσοῦσα πάντας ἀπέστρεφεν. οἱ δὲ ἀμφὶ Δημήτριον ἐπεξελθόντες θυμῷ καὶ σιδήρῳ Λακεδαιμονίους ἐνίκησαν.

10   Δημήτριος ἀνεχώρει διὰ στενῆς ὁδοῦ· Σπαρτιᾶται κατὰ τὴν οὐραγίαν προσβαλόντες πολλοὺς ἐτίτρωσκον. ὁ δὲ πλῆθος ἁμαξῶν σωρεύσας κατὰ τὸ στενώτατον τῆς δυσχωρίας πῦρ ἐνῆκεν. οἱ μὲν πολέμιοι τὴν πυρκαϊὰν ὑπερβαίνειν οὐκ ἠδύναντο· ἐφ' ὅσον δὲ συνέβαινε καταφλέγεσθαι τὰς ἁμάξας, Δημήτριος προλαβὼν ἐξέφυγε τοὺς διώκοντας.

11 E   Δημήτριος κήρυκα πρὸς Βοιωτοὺς πέμψας πόλεμον ἐπήγγειλεν. ὁ μὲν κήρυξ ἐν Ὀρχομενῷ τοῖς Βοιωτάρχαις τοῦ πολέμου τὴν ἐπιστολὴν ἀπέδωκε· Δημήτριος δὲ ἐν Χαιρωνείᾳ τῇ ὑστεραίᾳ ἐστρατοπέδευσε. κατεπλάγησαν οἱ Βοιωτοὶ πόλεμον ἀγγελλόμενον ὁμοῦ καὶ παρόντα.

12   Δημήτριος Λύκον ποταμὸν ὀξύτατον ἐπεραιοῦτο πεζοῖς μὲν οὐ διαβατὸν, ἱππεῦσι δέ. τῶν ἱππέων ὅσοι μεγίστους καὶ στερνοβριθεῖς ἵππους εἶχον, ἐς τετραφαλαγγίαν ἀντίους ἔστησε τῷ ῥεύματι· τούτοις τὸ ὀξὺ τοῦ ποταμοῦ περικλώμενον ῥᾴονα τὴν διάβασιν τοῖς πεζοῖς παρέσχεν.

[8]   ΕΥΜΕΝΗΣ

E   Εὐμένης ὑπὸ Γαλατῶν ἐδιώκετο τοῦ σώματος ἀρρώστως ἔχων, κομιζόμενος ἐν φορείῳ. βραδεῖαν δὲ τὴν φυγὴν ποιούμενος καὶ ἤδη καταλαμβανόμενος, ἰδὼν ἐν τῇ παρόδῳ γεώλοφον προσέταξε τοῖς κομίζουσιν ἐπὶ τοῦτον θεῖναι τὸ φορεῖον. οἱ βάρβαροι πλησίον ὄντες καὶ νομίσαντες οὐκ ἄν ποτε τοῦτο ποιῆσαι τὸν Εὐμένη μὴ οὐχὶ μεγάλην ἔχοντα βοήθειαν ἐγγὺς ἀποκεκρυμμένην τοῦ διώκειν ἀπέστησαν.

2   Εὐμένης ἤδη συνιεὶς τῶν ἀργυρασπίδων ἀρχομένων νεωτερίζειν, ἀλλὰ μὴν [καὶ] Ἀντιγένους καὶ Τευτάμου, οἳ στρατηγοὶ τούτων ἦσαν, ὑπερηφάνως πρὸς αὐτὸν διακειμένων καὶ βαδίζειν ἐπὶ τὴν σκηνὴν αὐτοῦ κατοκνούντων, συγκαλέσας τοὺς ἡγεμόνας ἐνύπνιον ἔφη τοῦτο δεύτερον ἑωρακέναι διαπειλούμενον, εἰ μὴ πεισθείημεν, κοινὸν ἅπασιν ἔσεσθαι κίνδυνον. ἦν δὲ Ἀλέξανδρος ὁ βασιλεὺς ἐν μέσῳ στρατοπέδῳ προκαθήμενος ἐν σκηνῇ, σκῆπτρον ἔχων, χρηματίζων ἅπασι· καὶ δὴ προσέταξε τοῖς ἡγεμόσι, μηδὲν τῶν κοινῶν καὶ βασιλικῶν διοικεῖν ἔξω τῆς βασιλικῆς σκηνῆς καὶ καλεῖν ταύτην μόνην Ἀλεξάνδρου σκηνήν.' προσεκύνησαν οἱ Μακεδόνες τὸν Ἀλέξανδρον καὶ συνεβούλευσαν ἐκ τῶν βασιλικῶν χρημάτων σκηνὴν κατασκευάσαι βασιλικὴν καὶ θρόνον χρυσοῦν βασιλικῶς κεκοσμημένον· ἐπὶ δὲ τούτου χρυσοῦν στέφανον ἔχοντα διάδημα βασιλικὸν καὶ παρὰ τὸν θρόνον ὅπλα καὶ μέσον σκῆπτρον καὶ πρὸ τοῦ θρόνου τράπεζαν χρυσῆν· ἐπὶ δὲ ταύτης ἐσχαρίδα καὶ λιβανωτίδα χρυσῆν καὶ λιβανωτὸν καὶ θυμιάματα εὐώδη· ἀλλὰ μὴν καὶ δίφρους ἀργυροῦς ἐν τῇ σκηνῇ, ἐφ' ὧν οἱ πάντες ἡγεμόνες βουλεύοιντο περὶ τῶν κοινῶν πραγμάτων. ταῦτα μὲν δὴ κατεσκευάσαντο. Εὐμένης δὲ τὴν αὑτοῦ σκηνὴν ἤγειρε παρὰ τὴν Ἀλεξάνδρου καὶ οἱ ἄλλοι ἡγεμόνες ἐφεξῆς. οὕτω δὴ συνέβαινεν τὸν Εὐμένη εἰσιόντα πάντας ἐκείνους ἡγεμόνας ὑποδέχεσθαι, μεθ' ὧν Ἀντιγένης καὶ Τεύταμος, οἱ στρατηγοὶ τῶν ἀργυρασπίδων, ἐβάδιζον, τῷ μὲν ἔργῳ πρὸς Εὐμένη, τῇ δὲ τιμῇ πρὸς Ἀλέξανδρον.

3   Εὐμένης ἐν τῇ Περσίδι τοὺς στρατιώτας ὁρῶν ὑπὸ Πευκέστου δημαγωγουμένους οἴνῳ καὶ διανομαῖς δεδοικὼς, μὴ περισπάσῃ πᾶσαν τὴν ἡγεμονίαν, ἐπιστολὴν προήνεγκεν ὡς παρὰ Ὀρόντου τοῦ σατράπου τῆς Ἀρμενίας γεγραμμένην Συρίοις γράμμασι δηλοῦσαν, ὡς Ὀλυμπιὰς ἐξ Ἠπείρου κατελθοῦσα τὸν υἱὸν ἄγουσα τὸν Ἀλεξάνδρου κυρίως Μακεδονίας ἔχει [τὴν βασιλείαν ἀναιρεθέντος] Κασσάνδρου. Μακεδόνες ταῦτα ἀκούσαντες Πευκέστου μὲν ἐπελάθοντο, τὴν δὲ Ἀλεξάνδρου μητέρα καὶ τὸν υἱὸν μετὰ πολλῆς ἡδονῆς καὶ χαρᾶς ἀνηγόρευον.

4   Εὐμένης ἐν τῇ Περσίδι τὴν δύναμιν ἀφῆκε κατὰ κώμας χειμάσουσαν· Ἀντίγονος τοῦτο πυθόμενος ἐπήρχετο. Εὐμένης ‑ πέμψας [γὰρ Πευκέστης] ἤγγειλεν αὐτῷ ‑ τοὺς ἡγεμόνας ἐκέλευσε νύκτωρ μετὰ τῶν ἰδίων παίδων πῦρ ἐν ἀγγείοις ἔχοντας τὰ μετέωρα τῆς χώρας καὶ ἄποπτα περιιππεύσαντας ἐπὶ στάδια ἑβδομήκοντα, διαστάντας ἀπ' ἀλλήλων ὅσον πήχεις εἴκοσιν, ὕλην ἱκανὴν καῦσαι· τὰ δὲ πυρὰ καίειν πρώτης μὲν φυλακῆς δαψιλῆ, δευτέρας δὲ ἐλάττω, τρίτης δὲ μικρὰ παντάπασιν, ὡς τὴν μίμησιν ἀληθινῇ στρατοπεδείᾳ προσεοικέναι. ταῦτα ὁρῶντες οἱ περὶ τὸν Ἀντίγονον ἐνόμισαν συνῆχθαι τῷ Εὐμένει τὴν δύναμιν ἅπασαν καὶ μὴ θαρρήσαντες ἐπελθεῖν ἄλλην ὁδὸν ἐτράποντο τὴν οὐ κατεχομένην ὑπὸ τῶν πολεμίων.

5   Εὐμένης τοὺς στρατιώτας ἁρπάσαι βουλομένους τὴν ἀποσκευὴν τῶν πολεμίων ἀπέτρεπεν, ὡς οὐ συμφέρον. ἐπεὶ δ' οὐκ ἔπειθεν, αὐτὸς πέμψας ὡς τοὺς πολεμίους, προεῖπεν αὐτοῖς τὴν ἀποσκευὴν φυλάττειν. ἰδόντες οἱ στρατιῶται φυλακὰς ἀσφαλεστέρας ἀπέσχοντο.

[9]   ΣΕΛΕΥΚΟΣ

E   Σέλευκος Ἀντιγόνῳ παρετάσσετο. ἦν ἴση τῆς μάχης ἡ κρίσις. ἐπεὶ δὲ νὺξ προσῄει, ἔδοξεν ἀμφοῖν ἐς τὴν ὑστεραίαν ὑπερβαλέσθαι. οἱ μὲν Ἀντιγόνου στρατοπεδεύουσιν ἀφοπλισάμενοι· Σέλευκος δὲ προσέταξε τοῖς αὑτοῦ στρατιώταις ἐνόπλοις δειπνῆσαι καὶ κοιμηθῆναι τὸ σχῆμα τῆς τάξεως φυλάσσοντας. ὄρθρος ἦν βαθύς. οἱ μὲν Σελεύκειοι προσῆλθον ὡπλισμένοι καὶ συντεταγμένοι· οἱ δὲ Ἀντιγόνειοι καταληφθέντες ἄοπλοι καὶ ἀσύντακτοι ταχέως τοῖς πολεμίοις τὸ νῖκος ἔδωκαν.

2   Σέλευκος ἀντεστρατοπέδευε Δημητρίῳ· ἀλλ' ὁ μὲν μέγα φρονῶν, Σέλευκος, ἀπεγνωκὼς τῶν πραγμάτων δὲ Δημήτριος. νὺξ ἦν· ἔδοξε νυκτομαχῆσαι Δημητρίῳ ὡς ἐξ ἀπονοίας τι κατεργασομένῳ. προθύμως ὑπήκουον οἱ στρατιῶται τὸ παράλογον τῆς ἐπιθέσεως ἐφόδιον ὑστάτης ἐλπίδος ἔχοντες. οἱ μὲν δὴ ἀνακινούμενοι ὡπλίζοντο· Αἰτωλοὶ δὲ πελτασταὶ Δημητρίου νεανίαι δύο ἐντυχόντες προφυλακῇ Σελεύκου τὴν ταχίστην ἄγειν αὑτοὺς ἠξίωσαν ὡς βασιλέα. ἐπεὶ δὲ ἦλθον, ἤγγειλαν τῆς νυκτομαχίας τὴν παρασκευήν. Σέλευκος δείσας, μὴ τῆς ὁπλίσεως τῶν στρατιωτῶν ὀξυτέρα τῶν πολεμίων ἡ ἔφοδος γένοιτο, προσέταξε τοῖς μὲν σαλπιγκταῖς τὸ πολεμικὸν σημαίνειν, τοῖς δὲ στρατιώταις ὁπλιζομένοις ἀλαλάξαι μέγιστον, ἕκαστον δὲ ἀνὰ τὴν κλισίαν πῦρ ἐμβαλεῖν τοῖς παροῦσι φρυγάνοις. ὁρῶν Δημήτριος περιλαμπομένην πυρὶ τὴν στρατιὰν, ταῖς σάλπιγξι περιηχουμένην, ἀλαλαγμὸν ἐγείρουσαν, ὡς ἀντιπαρεσκευασμένῃ οὐκ ἐθάρρησεν ἐπιθέσθαι.

3   Σέλευκος τῶν Δημητρίου στρατιωτῶν ἀθύμως διακειμένων τοὺς ἀνδρωδεστάτους τῶν ὑπασπιστῶν ἐπιλεξάμενος καὶ προτάξας ἐλέφαντας ὀκτὼ, διὰ στενῆς ἀτραποῦ παρὰ πλευρὸν τῶν πολεμίων βαδίζων, ἀπορρίψας τὸ κράνος ἀνεβόα 'μέχρι ποῦ μαίνεσθε λῃστάρχῳ λιμώσσοντι παραμένοντες, δυνάμενοι πλουτοῦντι βασιλεῖ μισθοφορεῖν καὶ βασιλείας μετέχειν οὐκ ἐλπιζομένης, ἀλλὰ παρούσης;' τούτων ἀκούσαντες οἱ πλεῖστοι τὰ δόρατα καὶ ξίφη ῥίψαντες ἀνέσεισαν τὰς χεῖρας προστεθειμένοι Σελεύκῳ.

4   Σέλευκος τὴν Σάρδεων ἄκραν ἐπολιόρκει, τοὺς ἐν αὐτῇ θησαυροὺς Θεοδότου φυλάσσοντος. τοῦτον θησαυροφύλακα Λυσίμαχος ἔταξε. μὴ δυνάμενος τὴν ἄκραν ἐχυρὰν οὖσαν ἑλεῖν ἐκήρυξε τάλαντα ἑκατὸν δώσειν τῷ κτείναντι Θεόδοτον. ἦν οὖν καὶ τῶν στρατιωτῶν πολλοῖς ἐπιθυμία τῶν ἑκατὸν ταλάντων καὶ τῷ Θεοδότῳ πρὸς τοὺς στρατιώτας ὑποψία καὶ φόβος. ὁ μὲν οὖν οὐδὲ προῄει· [οἱ] πολλοὶ δὲ ἠγανάκτουν ἀπιστούμενοι. τοιαύτης ταραχῆς οὔσης φθάσας Θεόδοτος πυλίδα νύκτωρ ἀνοίξας εἰσαγαγὼν Σέλευκον ἐξέδωκεν αὐτῷ τοὺς θησαυρούς.

5   Σέλευκος Δημητρίου στρατοπεδεύοντος ὑπὸ τοῖς λόφοις Ταύρου δεδοικὼς, μὴ λαθὼν ἐπὶ Συρίας ἀναχωρήσῃ, ἔπεμψε Λυσίαν μετὰ πολλῶν Μακεδόνων ἐπὶ τὰ ὄρη τὰ ὑπερκείμενα τῶν Ἀμανίδων πυλῶν, ᾗ τὴν πορείαν ἔμελλε ποιεῖσθαι, προστάξας πυρὰ καῦσαι πολλά. Δημήτριος προκατειλημμένους ὁρῶν τοὺς τόπους τῆς πορείας ταύτης ἀπετράπετο.

6   Σέλευκος ἐς Κιλικίαν φυγὼν ἐκ τῆς μάχης τῆς πρὸς τοὺς βαρβάρους, ἵνα μηδὲ οἱ φίλοι μάθοιεν, ὅτι μετ' ὀλίγων τυγχάνοι φεύγων, Ἁμακτυόνος τοῦ ἡγεμόνος τῆς βασιλικῆς ἴλης ὁπλοφόρος εἶναι προσεποιήσατο, ἐσθῆτα λαβὼν ἁρμόζουσαν ὁπλοφόρου σχήματι. ἐπεὶ δὲ πολὺ πλῆθος συνῆλθεν ἱππέων καὶ πεζῶν, τότε τὴν βασιλικὴν στολὴν ἀναλαβὼν ἑαυτὸν τοῖς στρατιώταις ἔδειξεν.

[10]   ΠΕΡΔΙΚΚΑΣ

E   Περδίκκας Ἰλλυριῶν καὶ Μακεδόνων πολεμούντων, ἐπειδὴ πολλοὶ Μακεδόνες ἡλίσκοντο ζωγρείᾳ, καὶ οἱ λοιποὶ λύτρων ἐλπίδι πρὸς τὰς μάχας ἦσαν ἀτολμότεροι, ἐπεκηρυκεύσατο περὶ λύτρων ἐντειλάμενος τῷ κήρυκι ἐπανελθόντι ἀγγεῖλαι, ὡς ἄρα λύτρα Ἰλλυριοὶ μὴ προσίοιντο, ἀλλὰ ψηφίσαιντο τοὺς αἰχμαλώτους κτιννύειν. οἱ δὴ Μακεδόνες ἀπογνόντες τῆς διὰ τῶν λύτρων σωτηρίας εὐτολμότεροι πρὸς τὰς μάχας ἐγένοντο, ὡς ἐν μόνῳ τῷ νικᾶν ἔχοντες τὸ σώζεσθαι.

2   Περδίκκας Χαλκιδεῦσι πολεμῶν ἀργυροῦ νομίσματος ἀπορούμενος χαλκόκρατον κασσίτερον ἐχάραξε καὶ οὕτως ἦν μισθοφορὰ τοῖς στρατιώταις. οἱ μὲν ἔμποροι τὸ βασίλειον νόμισμα ἐλάμβανον· ἐπεὶ δὲ ἦν ἀρχεῖον ὑπὲρ τοὺς ὅρους, ἀντεφόρτιζον καρποὺς τοὺς ἐπιχωρίους.

[11]   ΚΑΣΣΑΝΔΡΟΣ

E   Κάσσανδρος ὁμοῦ μὲν ἐπολιόρκει Σαλαμῖνα, ὁμοῦ δὲ καὶ Ἀθηναίοις ἐναυμάχησε. νικήσας τῇ ναυμαχίᾳ, ὅσους μετ' Ἀθηναίων εἷλε Σαλαμινίους ἄνευ λύτρων ἀφῆκε· πυθόμενοι δὲ οἱ τὴν Σαλαμῖνα οἰκοῦντες προσεχώρησαν Κασσάνδρῳ πιστεύσαντες αὐτοῦ τῇ φιλανθρωπίᾳ.

2   Κάσσανδρος Νικάνορα φρουροῦντα τὴν Μουνυχίαν καὶ πρὸς αὐτὸν κακοήθως ἔχοντα τέχνῃ συνέλαβεν. ἀποπλεῖν τῆς Ἀττικῆς προσεποιήσατο. μέλλοντι δὲ αὐτῷ τοῦ σκάφους ἐπιβαίνειν προσελθὼν γραμματοφόρος ἀπέδωκε γράμματα παρὰ τῶν ἐν Μακεδονίᾳ φίλων, ὡς Μακεδόνων αὐτὸν καλούντων ἐς τὴν βασιλείαν διὰ τὴν πρὸς Πολυσπέρχοντα ὀργήν. ταῦτα ἀναγνοὺς Κάσσανδρος φαιδρὸς καὶ περιχαρὴς ἐγένετο καὶ τὸν Νικάνορα παραπέμποντα ἐπισπασάμενος εὐηγγελίσατο, καὶ 'νῦν', ἔφη, 'ἄλλων ἡμῖν περὶ (τῶν) πραγμάτων ἐστὶ βουλευτέον, καὶ κοινῇ γνώμῃ τὴν ἀρχὴν διατάξωμεν'. ταῦτα λέγων ἡσυχῆ παρήγαγεν αὐτὸν εἴς τινα τῶν πλησίον οἰκιῶν, ὡς μόνῳ περὶ μεγάλων ἀπορρήτων διαλεξόμενος. ἦν δ' ἐπὶ τῆς οἰκίας ἀποκεκρυμμένος λόχος ὑπασπιστῶν, οἳ συλλαβόντες Νικάνορα ἐφρούρουν. Κάσσανδρος δὲ παραχρῆμα συνήγαγεν ἐκκλησίαν καὶ τοῖς βουλομένοις κατηγορῆσαι Νικάνορος ἐπέτρεψεν. παρὰ δὲ τὸν καιρὸν τῆς κατηγορίας τὴν Μουνυχίαν ἀνεχειρώσατο. Νικάνορος ἀδεῶς πολλὰ δράσαντος παρανόμως θάνατον ἐπὶ τῆς ἐκκλησίας κατεψηφίσαντο.

3   Κάσσανδρος Ὀλυμπιάδα καθείρξας ἐς Πύδναν τῆς Μακεδονίας ἐπολιόρκει πολέμῳ. Πολυσπέρχων νύκτωρ ἔπεμψε πεντήρη πλησίον ὑφορμοῦσαν, ἧς ἐπιβῆναι τὴν Ὀλυμπιάδα προὔτρεπε διὰ γραμμάτων. ὁ γραμματοφόρος ἁλοὺς, ἀχθεὶς παρὰ Κάσσανδρον ὡμολόγει τὴν πρᾶξιν, ἐφ' ἣν ἐστέλλετο. ὁ δὲ τὴν μὲν ἐπιστολὴν ἐσφραγισμένην τῇ σφραγίδι τῇ Πολυσπέρχοντος ἐκέλευσεν αὐτὸν εἰσκομίσαι, μὴ μέντοι προσειπεῖν, ὡς Κάσσανδρος ταῦτα ἔγνω. καὶ ὁ μὲν εἰσεκόμισε, Κάσσανδρος δὲ τὴν πεντήρη συλλαβὼν ἐποίησεν ἀφανῆ. Ὀλυμπιὰς πιστεύσασα τῇ σφραγίδι τῇ Πολυσπέρχοντος καὶ τοῖς γράμμασι, τῆς πόλεως προελθοῦσα νύκτωρ, οὐχ εὑροῦσα τὴν πεντήρη, ὡς δὴ καὶ Πολυσπέρχοντος ἐξαπατῶντος ἠθύμησε καὶ παρέδωκεν ἑαυτὴν καὶ τὸ ἄστυ τὸ Πυδναίων Κασσάνδρῳ.

4   Κάσσανδρος ἀπὸ τῆς Ἰλλυρίδος ἐπανιὼν, ἀποσχὼν ὁδὸν ἡμέρας Ἐπιδάμνου, τὴν δύναμιν ἀποκρύψας, ἱππέας καὶ πεζοὺς πέμψας ἐνέπρησε κώμας ὑψηλὰς κειμένας ἐπὶ τῶν ὁρίων Ἰλλυρίδος καὶ Ἀτιντανίδος, αἳ καταφανεῖς ἦσαν τοῖς Ἐπιδαμνίοις. οἱ μὲν δὴ νομίσαντες ἀπεληλυθέναι Κάσσανδρον προελθόντες τῆς πόλεως ταῖς γεωργίαις προσεῖχον· ὁ δὲ τὴν κεκρυμμένην δύναμιν ἀναστήσας ἀπὸ μὲν τῶν ἔξω τῆς πόλεως ἔλαβεν οὐκ ἐλάττους ἀνδρῶν δισχιλίων, καὶ τὰς πύλας δὲ τῆς πόλεως ἀνεῳγμένας εὑρὼν ἐπεισελθὼν τὴν Ἐπίδαμνον κατέσχεν.

[12]   ΛΥΣΙΜΑΧΟΣ

E   Λυσίμαχος, Αὐταριατῶν τὰς ἀποσκευὰς ἀπολεσάντων ἐν τῇ πρὸς Δημήτριον μάχῃ περὶ Λάμψακον, φοβηθεὶς, μή τι νεωτερίσωσιν οἱ βάρβαροι πάντα ὅσα εἶχον ἀπολέσαντες, προαγαγὼν αὐτοὺς ἔξω τοῦ χάρακος ὡς ἐπὶ σιτομετρίαν, σύνθημα δοὺς ἀπέκτεινεν ἅπαντας. ἦσαν ἄνδρες πεντακισχίλιοι.

2   Λυσίμαχος Ἀμφιπόλεως κρατήσας Ἀνδραγάθου προδόντος πολλὰ καὶ μεγάλα χαρισάμενος αὐτῷ, μείζονα δὲ ὑποσχόμενος, ἐὰν εἰς τὴν Ἀσίαν αὐτῷ συναποδημήσῃ, ἐπειδὴ πρὸς ταῖς Θρᾳκίαις πύλαις ἐγένετο, οὐ μόνον πάντα ὅσα ἐτύγχανεν ἔχων ἀφείλετο, ἀλλὰ καὶ αὐτὸν βασανίσας ἀπέκτεινεν.

3   Λυσίμαχος Ἀρίστωνα τὸν Αὐτολέοντος πρὸς Παίονας ἐπὶ τὴν πατρῴαν βασιλείαν κατῆγεν, ἵνα γνωρίσαντες τὸ βασιλικὸν μειράκιον προσοῖντο φιλοφρόνως αὐτόν. ἐπεὶ δὲ τὸν Ἀρίστωνα ἔλουον τὸ βασιλικὸν λουτρὸν ἐπὶ τοῦ Ἀστίβου ποταμοῦ καὶ τὴν τράπεζαν τὴν βασιλικὴν παρέθηκαν κατὰ τὸ πάτριον ἔθος, Λυσίμαχος ἐσήμηνεν ἐξοπλίσασθαι. Ἀρίστων μὲν φυγὼν ἀφιππάσατο ἐς τὴν Δαρδανέων, Λυσίμαχος δὲ Παιονίαν κατέσχεν.

[13]   ΚΡΑΤΕΡΟΣ

E   Κρατερὸς Τυρίων ἐπιθεμένων τοῖς ἐργαζομένοις τὸ χῶμα Μακεδόσι τροπῆς αὐτῶν γενομένης ὑποχωρεῖν παρήγγειλεν. ἐπεὶ δὲ οἱ Τύριοι σφοδρῶς ἐπὶ μακρὸν διώξαντες ἔκαμον, ἐσήμηνεν ἀναστρέψαντας ἐμβαλεῖν τοῖς Τυρίοις. αὐτίκα δὴ οἱ μὲν διώκοντες ἔφευγον, οἱ δὲ φεύγοντες ἐδίωκον.

[14]   ΠΟΛΥΣΠΕΡΧΩΝ

E   Πολυσπέρχων, τὰ ὅρια φυλασσόντων Πελοποννησίων, τοὺς αὑτοῦ στρατιώτας προὔτρεψε πρὸς τὸν κίνδυνον. πῖλον Ἀρκαδικὸν ἐπιθέμενος καὶ τρίβωνα διπλοῦν ἐμπορπησάμενος καὶ βακτηρίαν λαβὼν ἔφη πρὸς αὐτούς· 'πρὸς οὓς μὲν κινδυνεύειν μέλλομεν, ὦ συστρατιῶται, τοιοῦτοι τυγχάνουσιν ὄντες.' ταῦτα δὲ ἀποθέμενος καὶ τὴν πανοπλίαν ἀναλαβὼν· 'οἱ δὲ μέλλοντες πρὸς αὐτοὺς πολεμεῖν τοιοῦτοι, μέχρι νῦν πολλοὺς καὶ μεγάλους ἀγῶνας νενικηκότες.' ἀκούσαντες οἱ στρατιῶται ἠξίωσαν μηκέτι μέλλειν, ἀλλ' εὐθὺς ἄγειν ἐπὶ τὴν μάχην.

[15]   ΑΝΤΙΟΧΟΣ ΣΕΛΕΥΚΟΥ

E   Ἀντίοχος βουλόμενος κρατῆσαι Δαμασκοῦ, ἣν ἐφύλασσε Δίων Πτολεμαίου στρατηγὸς, ἐπήγγειλε τῇ στρατιᾷ καὶ τῇ χώρᾳ πάσῃ Περσικὴν ἑορτὴν θαλιάζειν προστάξας ἅπασι τοῖς ὑπάρχοις ἀμφιλαφῆ κομίζειν εὐωχίας παρασκευήν. ἐφ' ᾗ πανταχοῦ πανηγυρίζοντος Ἀντιόχου μετὰ πάντων, καὶ ὁ Δίων πυνθανόμενος τὴν τρυφὴν τῆς ἑορτῆς ἐχάλασε τὸ σφοδρὸν τῆς φυλακῆς. Ἀντίοχος δὲ προστάξας ἄπυρα σιτία τεσσάρων ἡμερῶν κομίζειν ἤγαγε τὴν στρατιὰν διά τε ἐρημίας καὶ ἀτραπῶν παρακρήμνων καὶ ἀπροσδοκήτως ἐπιφανεὶς αἱρεῖ Δαμασκὸν, Δίωνος οὐ δυνηθέντος ἀντισχεῖν Ἀντιόχῳ παρόντι.

[16]   ΑΝΤΙΟΧΟΣ ΑΝΤΙΟΧΟΥ

E   Ἀντίοχος ἐπολιόρκει Κύψελα, Θρᾷτταν πόλιν, ἔχων σὺν αὑτῷ Θρᾳκῶν εὐπατρίδας πολλοὺς, ὧν ἡγοῦντο Τήρης καὶ Δρομιχαίτης. τούτους κοσμήσας στρεπτοῖς χρυσοῖς καὶ ὅπλοις ἀργυροπάστοις προῆλθεν ἐπὶ τὴν μάχην. οἱ δὲ ἀπὸ τῶν Κυψέλων ἰδόντες τοὺς ὁμοφύλους καὶ ὁμογλώσσους πολλῷ χρυσῷ καὶ ἀργύρῳ κεκοσμημένους, μακαρίσαντες αὐτοὺς τῆς μετ' Ἀντιόχου στρατείας, τὰ ὅπλα καταβαλόντες Ἀντιόχῳ προσέθεντο καὶ ἦσαν ἀντὶ πολεμίων σύμμαχοι.

[17]   ΑΝΤΙΟΧΟΣ ΙΕΡΑΞ

E   Ἀντίοχος Σελεύκου τοῦ ἀδελφοῦ ἀποστὰς ἔφυγεν εἰς τὴν Μέσην τῶν ποταμῶν, ὅθεν καὶ τοὺς μὲν Ἀρμενίων ὅρους διελθόντα φίλος ὢν Ἀρσάμης ὑπεδέξατο. στρατηγοὶ Σελεύκου Ἀχαιὸς καὶ Ἀνδρόμαχος μετὰ πολλῆς δυνάμεως ἐδίωκον. πολλὴ μὲν αὐτῶν ἐγένετο ἡ παράταξις. τέλος [δὲ] τρωθεὶς Ἀντίοχος ὑποφεύγει ἐς τὴν ὑπερκειμένην ὑπώρειαν τῆς στρατιᾶς ἐν ὁμαλεῖ στρατοπεδευούσης ὑπὸ ταῖς λαγόσι τοῦ ὄρους· φήμην διέδωκεν, ὡς Ἀντίοχος ἐν τῇ μάχῃ πεπτώκοι. τῆς δὲ στρατιᾶς οὐκ ὀλίγον μέρος νύκτωρ ἐκέλευσε καταλαβέσθαι τὰς ὑπωρείας. μεθ' ἡμέραν πρεσβευτὰς ἔπεμψαν οἱ Ἀντιόχου στρατιῶται, Φιλέταιρον ἡγεμόνα Κρῆτα, Διονύσιον Λυσιμαχέα, ὑπόσπονδον Ἀντιόχου τὸ σῶμα αἰτούμενοι καὶ σφᾶς αὐτοὺς καὶ τὰ ὅπλα παραδιδόντες. Ἀνδρόμαχος οὐδέπω μὲν ἔφη τὸ Ἀντιόχου σῶμα εὑρῆσθαι, ζητεῖσθαι δὲ πεπτωκὸς [ἢ] εἴσω ἐν τοῖς δεσμίοις· πέμψειν δὲ τοὺς παραληψομένους τά τε ὅπλα καὶ τοὺς στρατιώτας. ἧκον ἄνδρες τετρακισχίλιοι οὐ πρὸς μάχην ἐσκευασμένοι, ἀλλὰ πρὸς παράληψιν αἰχμαλώτων ἐσταλμένοι. ἐπεὶ δὲ ὑπὸ ταῖς λαγόσι τοῦ ὄρους ἐγένοντο, οἱ τὰς ὑπωρείας προκαταλαβόντες ἄνωθεν ἐπιχυθέντες πολὺν αὐτῶν φόνον εἰργάσαντο. Ἀντίοχος δὲ σχῆμα τὸ βασίλειον ἀναλαβὼν ἐπεφάνη δείξας αὑτὸν καὶ ζῶντα καὶ νικῶντα.

[18]   ΦΙΛΙΠΠΟΣ ΔΗΜΗΤΡΙΟΥ

E   Φίλιππος Ῥοδίων πόλιν ἐν τῇ Περαίᾳ Πρινασσὸν ἐπολιόρκει· τῶν δὲ τειχῶν καρτερῶν ὄντων ἐπεχείρησεν ὑπορύττειν. πέτρας δὲ στερεωτάτης ἐν τῇ διώρυχι φανείσης καὶ τοῖς μεταλλευτικοῖς ὀργάνοις μηδαμῶς εἰκούσης ἐκέλευσε Φίλιππος μεθ' ἡμέραν μὲν ἐπὶ τὴν διωρυχὴν καταβαίνειν ὡς ἐργαζομένους δὴ καὶ προκαλύμματα ὑπερέτεινεν ὡς βουλόμενος λανθάνειν· τὰ δὲ ἦν ἄρα φανερὰ τοῖς πολεμίοις ἀπὸ τῶν τειχῶν ὁρῶσι. νύκτωρ δὲ ἐκέλευσε τοὺς στρατιώτας ἀπὸ σταδίων ὀκτὼ ἢ δέκα ἔκ τινος βαθείας φάραγγος ἀνακομίζοντας χοῦν μεταβάλλειν πρὸ τοῦ στόματος τῶν ὀρυγμάτων· ἐπεὶ δὲ πολὺς χοῦς ἐγήγερτο σωρηδὸν, μεθ' ἡμέραν οἱ ἀπὸ τῶν τειχῶν ἰδόντες τοῦτο, ἐκεῖνο ἐπίστευσαν, ὡς ἡ πόλις κάτωθεν ὑπορώρυκται. οὗτος ὁ φόβος ἔπεισεν αὐτοὺς παραδοῦναι Φιλίππῳ τὴν πόλιν. ὕστερον δὲ τὴν ἀπάτην μαθόντες πολλὰ τὴν αὑτῶν ἄνοιαν κατωδύραντο.

2   Φίλιππος Δημητρίου πολεμῶν Ἀττάλῳ βασιλεῖ καὶ Ῥοδίοις ἀποδρᾶναι κατὰ θάλατταν βουλευσάμενος αὐτόμολον Αἰγύπτιον ἔπεμψεν, ὃς ἤγγειλε τοῖς πολεμίοις ὅτι παρασκευάζοιτο διαναυμαχεῖν τῆς ὑστεραίας· καὶ διὰ νυκτὸς πυρὰ πολλὰ ἔκαυσεν ὡς τῆς στρατιᾶς μενούσης. τῶν δὲ ἀμφὶ τὸν Ἄτταλον τὰ πρὸς τὴν ναυμαχίαν παρασκευαζομένων καὶ τὴν κατὰ τὸν ἔκπλουν φυλακὴν διαλυσάντων Φίλιππος λαθὼν ἀπέπλευσεν.

[19]   ΠΤΟΛΕΜΑΙΟΣ

E   Πτολεμαῖος, Περδίκκου κατὰ Μέμφιν διαβαίνοντος τὸν ποταμὸν καὶ ἤδη συχνῶν διαβεβηκότων, συναγαγὼν ἐκ τῆς χώρας αἰπόλια, συφόρβια, βουκόλια πλεῖστα ὅσα, προσέταξεν ἑκάστου ζώου φρυγάνων φορτία ἐκδῆσαι, ὅπως ἐπισυρόμενον κονιορτὸν ἐγείροι πλεῖστον. τὰ μὲν δὴ ὑπὸ τῶν νομέων, πρὸς δὲ τούτοις καὶ ἱππέων ἐλαυνόμενα κονιορτὸν ἀνέστησε μέγιστον· αὐτὸς δὲ ἀναλαβὼν τῶν ἱππέων τοὺς λοιποὺς τοῖς πολεμίοις προσῆγεν. οἱ δὲ ἀπὸ τοῦ κονιορτοῦ πολὺ πλῆθος ἐπιέναι νομίσαντες αὐτίκα ἔφυγον· καὶ οἱ πλεῖστοι μὲν ἐν τῷ ποταμῷ διεφθάρησαν, πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν.

[20]   ΑΤΤΑΛΟΣ

E   Ἄτταλος, Γαλάταις μεγάλην δύναμιν ἔχουσι παρατάττεσθαι μέλλων, ὁρῶν τοὺς στρατιώτας καταπεπληγότας, εὐθύμους ποιῆσαι βουλόμενος πρὸς τὸν κίνδυνον τῆς μάχης, ἱερεῖα παρεσκεύασε, Σουδίνου Χαλδαίου μάντεως θυσίαν βραβεύοντος. ὁ μὲν εὐξάμενος καὶ σπείσας ἀνέτεμε τὸ ἱερεῖον· ὁ δὲ βασιλεὺς κηκίδα τρίψας ἐπέγραψεν ἐπὶ τὴν χεῖρα τὴν δεξιὰν 'βασιλέως νίκη' ποιησάμενος τὴν ἐπιγραφὴν οὐκ ἀπὸ τῶν ἀριστερῶν ἐπὶ δεξιὰ, ἀλλ' ἔμπαλιν ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερά· καὶ τῶν σπλάγχνων ἐξαιρουμένων ὑπέσχε τὴν χεῖρα, τῆς κηκίδος εἰς θερμὸν καὶ ἀραιὸν λοβὸν ἀπομαξάμενος τὴν ἐπιγραφήν. ὁ μάντις ἐπεξιὼν τοὺς λοβοὺς καὶ τὴν χολὴν, πύλας τε δὴ καὶ τράπεζαν καὶ ὅσα ἄλλα σημεῖα κατανοῶν ἀνέστρεψε τὸν λοβὸν τὸν ἔχοντα τὴν ἐπιγραφὴν, δι' ἧς ἐδηλοῦτο βασιλέως νίκη. αὐτός τε οὖν ὑπερχαρὴς ἐγένετο καὶ τῷ πλήθει τῶν στρατιωτῶν ἔδειξε τὸ σημεῖον· οἱ δὲ ἐλθόντες καὶ ἀναγνόντες θάρσους ἐνεπλήσθησαν καὶ πάντες ἀνεβόησαν κελεύοντες ἄγειν ἐπὶ τοὺς βαρβάρους καὶ προθύμως ἀγωνισάμενοι τοὺς Γαλάτας ἐνίκησαν.

[21]   ΠΕΡΣΕΥΣ ΦΙΛΙΠΠΟΥ

E   Περσεὺς Ῥωμαίων ἐλέφαντας ἀγόντων τοὺς μὲν ἐκ Λιβύης, τοὺς δὲ Ἰνδοὺς παρὰ Ἀντιόχου Συρίας βασιλέως, ἵνα μὴ καινὸν καὶ φοβερὸν τοῖς ἵπποις τὸ θηρίον φανείη, προσέταξε τοῖς χειροτέχναις εἴδωλα ξύλινα κατασκευάζειν ἐλεφάντων ἰδέαν καὶ χρόαν ἔχοντα. ἐπεὶ δὲ ἡ κλαγγὴ τοῦ θηρίου μάλιστα δεινὴ, προσέταξεν εἰς τὸ ξύλινον εἴδωλον ἐμβαίνειν ἄνδρα αὐλὸν ἔχοντα, ὃς διὰ τοῦ στόματος τὸν αὐλὸν ἰθύνων ὀξὺν καὶ ἀπηνῆ φθόγγον προΐηται. οὕτως ἔμαθον οἱ Μακεδόνων ἵπποι καταφρονεῖν τῆς ἐλεφάντων κλαγγῆς καὶ ὄψεως.


Attalus' home page   |   08.04.19   |   Any comments?