back

Polyaenus: Stratagems

    - BOOK 4, Chapters 1-3

From the edition by E.Woelfflin and J.Melber (1887). Click on the E symbols to go to an English translation of each section.



← Book 3

ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ

Καὶ τόδε ὑμῖν τέταρτον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων· τοῦτο μὲν δὴ καὶ ἥδιον τῶν ἄλλων συγγράψας, ἐν ᾧ καταμάθοιτε ἂν τὰς ἀρετὰς τῶν ἡμετέρων προγόνων, οἳ τῆς Μακεδονίας ἐβασίλευσαν.

[1]   ΑΡΓΑΙΟΣ

E   Ἀργαῖος βασιλεὺς Μακεδόνων, Ταυλαντίων Γάλαυρος· Ταυλάντιοι στρατεύουσιν ἐπὶ Μακεδόνας. Ἀργαῖος, ἦν γὰρ αὐτῷ χεὶρ ὀλίγη, κελεύει τὰς παρθένους τῶν Μακεδόνων, ἐπειδὰν οἱ πολέμιοι προσάγωσι τὴν φάλαγγα, αὐτοῖς ἐκ τοῦ ὄρους τῆς Ἐρεβοίας ἐπιφανῆναι. οἱ μὲν δὴ προσῆγον· αἱ δὲ ἐπεφάνησαν καὶ κατῄεσαν ἀπὸ τοῦ ὄρους παρθένοι πολλαὶ θύρσους ἀντὶ δοράτων πάλλουσαι καὶ στεφάνοις τὰ πρόσωπα σκιάζουσαι. Γάλαυρος ἐξεπλάγη ἄνδρας εἶναι τὰς παρθένους ἀπὸ μακροῦ νομίζων καὶ τὸ ἀνακλητικὸν ὑπεσήμηνεν· Ταυλάντιοι δὲ ἔφευγον τά τε ὅπλα ἀποβαλόντες καὶ τὰ σκευοφόρα καταλιπόντες. Ἀργαῖος ἀμαχεὶ κρατήσας ἱερὸν ἱδρύεται Διονύσῳ Ψευδάνορι καὶ τὰς παρθένους, ἃς πάλαι Κλώδωνας ἔκλῃζον οἱ Μακεδόνες, αὐτὸς κλῄζειν ἔταξε διὰ τὴν μίμησιν τῶν ἀνδρῶν Μιμαλλόνας.

[2]   ΦΙΛΙΠΠΟΣ

E   Φίλιππος ἐπὶ στρατοπέδου Δόκιμον Ταραντῖνον λουτρῷ θερμῷ χρησάμενον τὴν ἡγεμονίαν ἀφείλετο, φήσας 'ἀγνοεῖν μοι δοκεῖς τὰ τῶν Μακεδόνων, παρ' οἷς οὐδὲ γυνὴ τεκοῦσα θερμῷ λούεται'.

2   Φίλιππος ἐν Χαιρωνείᾳ παρατασσόμενος Ἀθηναίοις εἴξας ἐνέκλινεν. στρατηγὸς Ἀθηναίων Στρατοκλῆς ἐκβοήσας 'οὐ χρὴ ἀποστῆναι προσκειμένους, ἕως ἂν τοὺς πολεμίους κατακλείσωμεν ἐς Μακεδονίαν' οὐκ ἀνῆκε διώκων. Φίλιππος εἰπὼν 'οὐκ ἐπίστανται νικᾶν Ἀθηναῖοι' ἐπὶ πόδα ἀνεχώρει συνεσπασμένην ἔχων τὴν φάλαγγα καὶ ἐντὸς ὅπλων πεφυλαγμένος. μετ' ὀλίγον ὑπερδεξίων τόπων λαβόμενος, παραθαρρύνας τὸ πλῆθος, ἀναστρέψας εὐρώστως ἐμβάλλει τοῖς Ἀθηναίοις καὶ λαμπρῶς ἀγωνισάμενος ἐνίκησεν.

3   Φίλιππος ἐπὶ Θηβαίους ἐστράτευεν. Ἀέροπος καὶ Δαμάσιππος ἡγεμόνες ἀπὸ πανδοκείου μισθωσάμενοι ψάλτριαν ἐς τὸ στρατόπεδον εἰσήγαγον. οὐ μὴν ἔλαθον Φίλιππον, ἀλλὰ καταμαθὼν ἄμφω τὼ ἡγεμόνε τῶν ὅρων τῆς αὑτοῦ βασιλείας ἐξεκήρυξεν.

4   Φίλιππος πρέσβεις ἔπεμψεν ἐς πολεμίων Θρᾳκῶν πόλιν. οἱ μὲν ἐκκλησίαν συνήγαγον καὶ τοὺς πρεσβευτὰς ἐκέλευον ἀγορεύειν, καὶ ἦν ἁπάντων σπουδὴ περὶ τὴν ἀκρόασιν ὧν ἀγγελοῦσι. Φίλιππος ἐν τῷ καιρῷ τούτῳ μὴ προσδοκῶσιν ἐπιθέμενος τῆς πόλεως ἐκράτησεν.

5   Φίλιππος ᾔτησε παρὰ τῶν πολεμίων Ἰλλυριῶν νεκροὺς ὑποσπόνδους. τῶν δὲ δόντων, ἡνίκα οἱ ἔσχατοι ἐκομίζοντο, σημήνας ἀφυλάκτοις ἐπῆλθεν.

6   Φίλιππος ἐν παλαίστρᾳ καὶ Μηνηγέτης ὁ παγκρατιαστὴς ἐκυλίοντο· οἱ στρατιῶται κύκλῳ περιστάντες κατεβόων τὴν μισθοφορὰν ἀπαιτοῦντες. οὐκ ἔχων ὁ Φίλιππος προσῆλθεν ἱδρῶτι ῥεόμενος, κεκονιμένος, προσμειδιάσας αὐτοῖς 'δίκαια', ἔφη, 'λέγετε, ὦ συστρατιῶται, ἀλλά τοι κἀγὼ διὰ τοῦτα νῦν ἐπὶ τὸν βάρβαρον ἀλείφομαι, ὅπως ὑμῖν πολλαπλασίως ἀποτίσαιμι τὰς χάριτας'. ταῦτα εἰπὼν καὶ ταῖν χεροῖν κροτῶν, διὰ μέσων δραμὼν, ἐς κολυμβήθραν ἐπέρριψεν ἑαυτὸν, καὶ οἱ Μακεδόνες ἐγέλασαν. ὁ Φίλιππος μέχρι τοσούτου διαβαπτιζόμενος πρὸς τὸν παγκρατιαστὴν καὶ κατὰ τοῦ προσώπου ῥαινόμενος οὐκ ἀνῆκεν, ἔστ' ἂν οἱ στρατιῶται καμόντες ἀπερρύησαν. τοῦ στρατηγήματος τούτου καὶ αὐτὸς Φίλιππος παρὰ τοὺς πότους ἐμέμνητο πολλάκις, ὡς ἀστείως διακρουσάμενος τοὺς ἀπαιτοῦντας.

7   Φίλιππος ἐν Χαιρωνείᾳ γιγνώσκων τοὺς μὲν Ἀθηναίους ὀξεῖς καὶ ἀγυμνάστους, τοὺς δὲ Μακεδόνας ἠσκηκότας καὶ γεγυμνασμένους, ἐπὶ πολὺ τὴν παράταξιν ἐκτείνας ταχέως παρέλυσε τοὺς Ἀθηναίους καὶ εὐχειρώτους ἐποίησε.

8   Φίλιππος ἐπὶ τὴν Ἀμφισσέων ἐστράτευεν· Ἀθηναῖοι καὶ Θηβαῖοι τὰ στενὰ προκατελάβοντο, καὶ ἦν ἡ δίοδος ἀμήχανος. ἐξαπατᾷ τοὺς πολεμίους Φίλιππος ἐπιστολὴν πεπλασμένην Ἀντιπάτρῳ πέμψας ἐς Μακεδονίαν, ὡς τὴν μὲν στρατείαν τὴν ἐπ' Ἀμφισσεῖς ἀναβάλοιτο, σπεύδοι δὲ ἐς Θρᾴκην πεπυσμένος τοὺς ἐκεῖ νεωτερίζειν. ὁ γραμματοφόρος [διῄει] διὰ τῶν στενῶν. οἱ στρατηγοὶ, Χάρης καὶ Πρόξενος, αἱροῦσιν αὐτὸν καὶ τὴν ἐπιστολὴν ἀναγνόντες πιστεύουσι τοῖς γεγραμμένοις καὶ τὴν φυλακὴν τῶν στενῶν ἀπολείπουσι. Φίλιππος δὲ λαβόμενος ἐρημίας ἀφυλάκτως διεξεπαίσατο καὶ τοὺς στρατηγοὺς ἀναστρέψαντας ἐνίκησε καὶ τῆς Ἀμφίσσης ἐκράτησεν.

9   Φίλιππος οὐκ ἐλάττω δι' ὁμιλίας ἢ διὰ μάχης κατειργάζετο. καὶ νὴ Δία μεῖζον ἐφρόνει ἐφ' οἷς διὰ τῶν λόγων ἐκτᾶτο ἢ διὰ τῶν ὅπλων· τῶν μὲν γὰρ κοινωνεῖν αὐτῷ τοὺς στρατιώτας, τῶν δὲ αὐτῷ μόνῳ μετεῖναι.

10   Φίλιππος ἤσκει τοὺς Μακεδόνας πρὸ τῶν κινδύνων, ἀναλαβόντας τὰ ὅπλα τριακόσια στάδια πολλάκις ὁδεύειν φέροντας ὁμοῦ κράνη, πέλτας, κνημίδας, σαρίσας καὶ μετὰ τῶν ὅπλων ἐπισιτισμὸν καὶ ὅσα σκεύη καθημερινῆς διαίτης.

11 E   Φίλιππος ἀφικόμενος ἐς Λάρισαν, ἵνα τινὰς τῶν Ἀλευαδῶν ἔξω οἰκίας καθέλοι, νοσεῖν ὑπεκρίνατο, ὅπως ἐσιόντας αὐτοὺς ὡς ἐπισκεψομένους συλλάβῃ. Βοΐσκος ἐξήγγειλε τοῖς Ἀλευάδαις τὴν ἐπίθεσιν, καὶ διὰ τοῦτο τέλος οὐκ ἔσχεν ἡ πρᾶξις.

12   Φίλιππος ἠξίωσε Σαρνουσίοις ἐκκλησιάζουσι διαλεχθῆναι. οἱ μὲν συνῄεσαν· τοῖς δὲ στρατιώταις παρήγγελτο ἱμάντας ὑπὸ μάλης κομίζειν. ἐπεὶ δὲ ὁ Φίλιππος ἀνέτεινε τὴν δεξιὰν ὡς δημηγορήσων, τοῦτο ἦν ἄρα σημεῖον τοῖς στρατιώταις τοῦ δῆσαι πάντας τοὺς παρόντας. οὕτω Σαρνούσιοι δεθέντες ἐς Μακεδονίαν ἤχθησαν πλείους μυρίων.

13   Φίλιππος διωκόμενος ὑπὸ Θρᾳκῶν παρήγγειλεν, ἐπειδὰν ὁ σαλπιγκτὴς φεύγειν σημήνῃ, τοῖς μὲν οὐραγοῦσι προβαλλομένοις μένειν, τοῖς δὲ ἄλλοις φεύγειν, ὅπως τοὺς μὲν πολεμίους ἐπιστήσειε διώκοντας, τοῖς δὲ οἰκείοις προλαβεῖν τῆς ὁδοῦ παράσχοι.

14   Φίλιππος τὰς παρόδους τῆς Βοιωτίας Βοιωτῶν φυλαττόντων ‑ ἦν δὲ στενὸς ὄρους αὐχήν ‑ οὐκ ἐπὶ τοῦτον ὥρμησεν, ἀλλὰ τήν τε χώραν πυρπολῶν καὶ τὰς πόλεις πορθῶν φανερὸς ἦν. Βοιωτοὶ δὲ οὐχ ὑπομένοντες ὁρᾶν τὰς πόλεις πορθουμένας κατέβησαν ἀπὸ τοῦ ὄρους. Φίλιππος ὑποστρέψας διὰ τοῦ ὄρους διεξεπαίσατο.

15   Φίλιππος τοῖς Μεθωναίων τείχεσι κλίμακας προσήγαγεν καὶ δι' αὐτῶν πολλοὺς Μακεδόνας ἀνεβίβασε πολιορκητάς. ἐπεὶ δὲ ἀνέβησαν ἐπὶ τὰ τείχη, ἀφεῖλε τὰς κλίμακας, ὅπως ἐλπίδα τοῦ καταβῆναι μὴ ἔχοντες προθυμότερον τῶν τειχῶν κρατήσειαν.

16   Φίλιππος ἐνέβαλεν εἰς τὴν Ὀρβηλίων χώραν· ἡ δέ ἐστι φαραγγώδης καὶ δασεῖα. καταδυομένων τῶν βαρβάρων ἐς τὰ ἄλση καὶ τοὺς θάμνους, θηρευτικὰς κύνας πολλὰς ἐξήγαγεν, αἳ τοὺς πολεμίους ἐξιχνεύουσαι τοὺς πλείστους αὐτῶν ἐθήρευον.

17   Φίλιππος Ἀμφίπολιν ἀπαιτούμενος ὑπὸ Ἀθηναίων, ὁμοῦ δὲ καὶ Ἰλλυριοῖς πολεμῶν οὐκ ἀπέδωκεν, ἀλλ' ἀφῆκεν ἐλευθέραν· Ἀθηναῖοι δὲ ἠγάπησαν τὸ ἐλευθέραν ἀφεῖσθαι. Φίλιππος, ὁπότε τῶν Ἰλλυριῶν κρατήσας μείζω δύναμιν ἐκτήσατο, τηνικαῦτα πάλιν Ἀμφίπολιν κατέσχεν Ἀθηναίων καταφρονήσας.

18   Φίλιππος ἐπολιόρκει Φαρκηδόνα πόλιν Θεσσαλικήν· Φαρκηδόνιοι παρέδωκαν τὴν πόλιν. ὡς δὲ εἰσῆλθον οἱ Φιλίππειοι μισθοφόροι, περιπταίουσιν ἐνέδρᾳ· πολλοὶ γὰρ ἀπὸ τῶν στεγῶν καὶ τῶν πύργων ἔβαλλον καὶ ἠκόντιζον. Φίλιππος πρὸς τὴν ἐνέδραν ὀξέως ἀντεστρατήγησεν. Ἦν τὰ ὄπισθεν τῆς πόλεως ἔρημα τῶν πολιτῶν συνδραμόντων ἐπὶ τὴν ἐνέδραν. κατὰ ταῦτα τοὺς Μακεδόνας προσβάλλειν ἐκέλευσε καὶ προστιθέναι κλίμακας. ἀναβάντων δὲ ὑπὲρ τὸ τεῖχος, οἱ Φαρκηδόνιοι τοῦ βάλλειν τοὺς μισθοφόρους ἀποσχόμενοι σπουδῇ ἔθεον ἀμυνούμενοι τοὺς τειχοκρατοῦντας. οἱ δὲ, πρὶν ἥκειν εἰς χεῖρας, ἤδη τῆς πόλεως ἐκράτουν.

19   Φίλιππος ποθῶν κτήσασθαι Θεσσαλίαν αὐτὸς μὲν φανερῶς οὐκ ἐπολέμει Θεσσαλοῖς· Πελινναίων δὲ πολεμούντων Φαρσαλίοις καὶ Φεραίων Λαρισαίοις, τῶν δὲ ἄλλων ἐς τούτους διῃρημένων, ἀεὶ προσεβοήθει τοῖς καλοῦσι. νικῶν δὲ οὐκ ἀναστάτους ἐποίει τοὺς ἡττωμένους, ὅπλα οὐ παρῃρεῖτο, τείχη οὐ κατέβαλλε, τὰς στάσεις ἔτρεφε μᾶλλον ἢ ἔλυεν, τῶν ἀσθενεστέρων ἐπεμελεῖτο, τοὺς δυνατωτέρους καθῄρει, τοῖς δήμοις φίλος ἦν, τοὺς δημαγωγοὺς ἐθεράπευεν. τούτοις τοῖς στρατηγήμασι Φίλιππος ἐκράτησε Θεσσαλίας, οὐ τοῖς ὅπλοις.

20   Φίλιππος πολιορκῶν χρόνῳ μακρῷ Κάρας ἐχυρὸν χωρίον, ἑλεῖν οὐχ οἷός τε ὢν, ἀποχωρῆσαι βουλόμενος ἀσφαλῶς καὶ τὰ ὄργανα τῆς πολιορκίας περισώσασθαι, νύκτα σκοτεινὴν παραφυλάξας ἐκέλευσε τοῖς μηχανοποιοῖς διαλύειν μὲν τὰ ὄργανα, μιμεῖσθαι δὲ κτύπον οἷος ἂν γένοιτο συμπηγνύντων. οἱ δὲ ἐν ταῖς Κάραις ἀκούσαντες τοῦ κτύπου τὰς πύλας ἔνδοθεν ἀσφαλέστερον ἀπέκλειον καὶ τοῖς μηχανήμασιν ἀντιμηχανήματα ηὐτρέπιζον. Φίλιππος δὲ περὶ ταῦτα ἀσχολουμένων διὰ νυκτὸς αὐτοῖς μηχανήμασιν ἀφανὴς ἦν.

21 E   Φίλιππος ἐπολιόρκει Βυζαντίους ἔχοντας οὐκ ὀλίγην χεῖρα συμμάχων. τούτους ἀπολιπεῖν τὴν συμμαχίαν ἐτεχνάσατο πέμψας αὐτομόλους ἀγγέλλοντας, ὡς αἱ πόλεις αὐτῶν ὑπὸ Φιλίππου πολιορκοῖντο πέμψαντος ἄλλας δυνάμεις ἐκεῖ, καὶ οὐ μακρὰν ἁλώσεως αἱ πόλεις. οἱ μὲν ταῦτα ἤγγελλον· Φίλιππος δὲ φανερὸς ἦν διαπέμπων μέρη τῆς στρατιᾶς ἄλλο ἀλλαχοῦ εἰς δόκησιν, οὐκ ἐπὶ πρᾶξιν. οἱ σύμμαχοι ταῦτα ὁρῶντες καὶ ἀκούοντες ἀπολιπόντες Βυζαντίους ἐπὶ τὰς αὑτῶν πατρίδας ἐστέλλοντο.

22   Φίλιππος τὴν Ἀβδηριτῶν καὶ Μαρωνιτῶν καταδραμὼν ἐπανῄει καὶ ναῦς ἔχων πολλὰς καὶ στρατιὰν πεζὴν ἄγων· Χάρης περὶ Νέαν πόλιν ἐναυλόχει τριήρεις ἔχων εἴκοσι. Φίλιππος ἐπιλεξάμενος τῶν νεῶν τέσσαρας τὰς ἄριστα πλεούσας ἐπλήρωσεν ἐρετῶν ἀκμῇ καὶ τέχνῃ καὶ ῥώμῃ ἀρίστων, καὶ παράγγελμα ἔδωκε, προαναχθῆναι τοῦ στόλου παντὸς καὶ παραπλεῖν τὴν Νέαν πόλιν οὐ πολὺ τῆς γῆς ἀπέχοντας. οἱ μὲν παρέπλεον· ὁ δὲ Χάρης ὡς ἀναρπασόμενος τὰς τέσσαρας ναῦς ἐπανήχθη ταῖς εἴκοσιν. αἱ δὲ τέσσαρες, ἐλαφραὶ καὶ ἀρίστους ἐρέτας ἔχουσαι, ταχέως ἐς τὸ πέλαγος μετεωρίζονται. τῶν δὲ ἀμφὶ τὸν Χάρητα συντεταμένως διωκόντων ἔλαθεν ὁ Φίλιππος Νέαν πόλιν ἀσφαλῶς παραπλεύσας· Χάρης δὲ οὐδὲ τὰς τέσσαρας ναῦς κατέλαβεν.

[3]   ΑΛΕΞΑΝΔΡΟΣ

E   Ἀλέξανδρος ἐστρατήγει πάντας ἀνθρώπους ἐς εὔνοιαν ὑπάγεσθαι καὶ δὴ καὶ ἔγνω πάντας ἀντὶ βροτῶν καὶ ἀνδρῶν καὶ φωτῶν καὶ μερόπων καὶ ἀνθρώπων Ἀλεξάνδρους καλεῖν.

2   Ἀλέξανδρος πολεμῶν προσέτασσε τοῖς στρατηγοῖς ξυρεῖν τὰ τῶν Μακεδόνων γένεια, ἵνα μὴ παρέχοιεν πρόχειρον λαβὴν τοῖς ἐναντίοις.

3   Ἀλέξανδρος πολιορκῶν Τύρον, βουλόμενος μέγα χῶμα τοῖς τείχεσι τῶν Τυρίων περιβαλεῖν, πρῶτος αὐτὸς κόφινον λαβὼν χοῦ πληρώσας προσήνεγκεν. οἱ Μακεδόνες, ὡς εἶδον αὐτουργοῦντα τὸν βασιλέα, παραχρῆμα τὰς χλαμύδας ἀπορρίψαντες τὸ χῶμα διὰ τάχους ἤγειραν.

4   Ἀλέξανδρος Τύρῳ πολιορκίαν περιβαλὼν ἐπ' Ἀραβίας ἐστέλλετο. Τύριοι τῆς ἀπουσίας αὐτοῦ καταφρονήσαντες, τῶν τειχῶν προελθόντες, τοῖς Μακεδόσι προσπεσόντες ἐκράτουν πολλαχῇ. Παρμενίων Ἀλέξανδρον ἀνακαλεῖται. Διὰ τάχους ἐπανελθὼν, Μακεδόνων τοὺς ἐγκλίναντας ἰδὼν τοῖς ἡττωμένοις οὐκ ἐβοήθησεν· ἐς δὲ τὴν πόλιν κενὴν ἀνδρῶν ὁρμήσας κατὰ κράτος αἱρεῖ τὴν Τύρον. Τύριοι τὴν πόλιν ἁλοῦσαν ἰδόντες αὐτίκα σφᾶς αὐτοὺς καὶ τὰ ὅπλα τοῖς Μακεδόσι προήκαντο.

5   Ἀλέξανδρος Δαρείῳ παρατάσσεσθαι μέλλων παράγγελμα τοῖς Μακεδόσιν ἔδωκεν· 'ἢν ἐγγὺς γένησθε τῶν Περσῶν, εἰς γόνυ κλίναντες ταῖν χεροῖν διατρίβετε τὴν γῆν· ἢν δὲ ἡ σάλπιγξ ὑποσημήνῃ, τότε δὴ ἀναστάντες θυμῷ καὶ ῥύμῃ τοῖς πολεμίοις ἐμβάλλετε.' οἱ μὲν δὴ Μακεδόνες οὕτως ἐποίησαν· οἱ δὲ Πέρσαι σχῆμα προσκυνήσεως ἰδόντες τὴν πρὸς τὸν πόλεμον ὁρμὴν ἐξέλυσαν καὶ ταῖς γνώμαις ἐγένοντο μαλακώτεροι. Δαρεῖος δὲ ἐκυδροῦτο καὶ φαιδρὸς ἦν ὡς ἀμαχεὶ κρατῶν. οἱ Μακεδόνες ὑπὸ τῷ συνθήματι τῆς σάλπιγγος ἀναπηδήσαντες ῥυμηδὸν ἐμβάλλουσι τοῖς πολεμίοις καὶ τὴν φάλαγγα ῥήξαντες ἐς φυγὴν ἐτρέψαντο.

6   Ἀλέξανδρος ἐν Ἀρβήλοις τὴν ὑστάτην μάχην Δαρείῳ παρετάσσετο. μοῖρα Περσῶν οὐκ ὀλίγη περιελθόντες τὰ σκευοφόρα τῶν Μακεδόνων διήρπαζον. ὁ Παρμενίων Ἀλεξάνδρῳ συνεβούλευε τοῖς σκευοφόροις βοηθεῖν. ὁ δὲ 'οὐδὲν', ἔφη, 'παραλύειν χρὴ τῆς φάλαγγος, ἀλλὰ τοῖς πολεμίοις αὐτοῖς μάχεσθαι· ἡττηθέντες μὲν γὰρ οὐκέτι τῶν σκευοφόρων χρῄζομεν, νικήσαντες δὲ καὶ τὰ ἡμέτερα καὶ τὰ τῶν πολεμίων ἕξομεν.'

7   Ἀλέξανδρος ἐκράτησε τῆς Ἀσίας. οἱ Μακεδόνες ἦσαν ἐπαχθεῖς αὐτῷ καὶ βαρεῖς καὶ πάντα σφίσιν αὐτοῖς ἐβιάζοντο παρ' αὐτοῦ γίγνεσθαι. ὁ δὲ προσέταξεν ὁπλισαμένους ἰδίᾳ στῆναι τοὺς Μακεδόνας, εἰς δὲ τοὐναντίον τοὺς Πέρσας. ἐπεὶ δὲ διέστησαν, 'ἐπιλέξασθε οἱ Μακεδόνες' ἔφη 'ὃν βούλεσθε τῶν ἡγεμόνων, ἐγὼ δὲ ἡγήσομαι τῶν Περσῶν. ἢν μὲν νικήσητε, ποιήσω πάντα, ὅσα ἂν κελεύητε, ἢν δὲ ἡττηθῆτε, μαθόντες ὅτι μηδὲν δύνασθε, τὴν ἡσυχίαν ἄγετε.' τὸ στρατήγημα ἐξέπληξε τοὺς Μακεδόνας καὶ τοῦ λοιποῦ πρὸς τὸν Ἀλέξανδρον ἐγένοντο μετριώτεροι.

8   Ἀλέξανδρος ἐν τῇ πρώτῃ παρατάξει πρὸς τοὺς Πέρσας ὁρῶν ἐνδιδόντας ἤδη τοὺς Μακεδόνας παριππεύων ἀνεβόα· 'ἔτι ἅπαξ ἐπαγάγωμεν, ἄνδρες Μακεδόνες, ἔτι γενναίως ἅπαξ.' καὶ δὴ τῆς ἐμβολῆς εὐρώστου γενομένης ἐς φυγὴν ἐτράποντο οἱ βάρβαροι. παρὰ τοσοῦτον ἡ νίκη γενέσθαι τότε [λέγεται].

9   Ἀλέξανδρος ἦν ἐν Ἰνδοῖς καὶ τὸν Ὑδάσπην ποταμὸν διαβαίνειν ἔμελλεν· Πῶρος Ἰνδῶν βασιλεὺς ἐπέκεινα τοῦ ποταμοῦ παρετάσσετο, καὶ διαβαίνειν ἀδύνατον ἦν. Ἀλέξανδρος ἄνω τοῦ ποταμοῦ τὴν δύναμιν ἀντιπαρεξῆγεν, καὶ ὁ Πῶρος ἄνω· πάλιν Ἀλέξανδρος τοῦ ποταμοῦ κάτω, καὶ ὁ Πῶρος ὁμοίως κάτω. τοῦτο ἐγίγνετο πολλάκις καὶ ἐπὶ πολλὰς ἡμέρας, ὥστε οἱ μὲν Ἰνδοὶ κατεγέλασαν τῆς δειλίας τῶν πολεμίων καὶ συμπαραθέοντες ἐπαύσαντο, ὡς οὐκ ἄν ποτε διαβῆναι τολμησάντων, οἳ τοσάκις οὐκ ἐθάρρησαν. Ἀλέξανδρος δὲ ὀξυτάτῳ δρόμῳ παρὰ τὰς ὄχθας ἀναδραμὼν, ἐπιβὰς πλοίων καὶ ζευγμάτων καὶ διφθερῶν χόρτου πεπληρωμένων διέβη τὸν ποταμὸν ἐξαπατήσας Ἰνδοὺς τῷ τῆς διαβάσεως ἀνελπίστῳ.

10   Ἀλέξανδρος κατέστρεφε τὴν Ἰνδῶν. τῶν δὲ στρατιωτῶν ἐφελκομένων λάφυρα Περσικὰ καὶ πλοῦτον ὑπέρογκον ἐπὶ τῶν ἁμαξῶν καὶ τὴν πρὸς Ἰνδοὺς μάχην οὐκ ἀναγκαίαν ἡγουμένων τοσαῦτα δὴ κεκτημένων, πρώτας ὑπέπρησε τὰς βασιλικὰς ἁμάξας, εἶτα τὰς τῶν ἄλλων. οἱ Μακεδόνες ἐλαφροὶ γενόμενοι καὶ ἐν χρείᾳ τοῦ πάλιν κτήσασθαι καταστάντες ἐπὶ τὸν πόλεμον ὥρμησαν προθυμότερον.

11 E   Ἀλέξανδρος Θρᾳκῶν παρεσκευασμένων καταγόμους ἁμάξας πολλὰς ἐπαφιέναι τοῖς Μακεδόσι παρήγγειλεν αὐτοῖς ἐκκλίνειν μὲν ὅσας δύναιντο, εἰ δὲ καταλαμβάνοιντο, καθιέντας αὑτοὺς πρὸς τὴν γῆν ὑπερτιθέναι τὰς ἀσπίδας, ὅπως συμβαίνοι φερομέναις ταῖς ἁμάξαις ὑπερπηδᾶν. τοῦτό τοι καὶ ἐν αὐτῇ τῇ πείρᾳ γενόμενον ἤλεγξε τοῖς Θρᾳξὶν ἄχρηστον τὴν τῶν ἁμαξῶν παρασκευήν.

12   Ἀλέξανδρος ἔλαβε Θήβας τῆς δυνάμεως ἱκανὴν ἀποκρύψας καὶ τάξας ἐπ' αὐτῆς Ἀντίπατρον· τὴν δὲ φανερὰν αὐτὸς ἦγεν ἐπὶ τοὺς ἐχυροὺς τῶν τόπων. Θηβαῖοι δὲ ἐπεξῆλθον καὶ πρὸς τὴν ὁρωμένην δύναμιν οὐκ ἀγεννῶς ἀντιπαρετάσσοντο. Ἀντίπατρος ἐν τῷ καιρῷ τῆς μάχης τὴν κεκρυμμένην δύναμιν ἀναστήσας, κύκλῳ περιελθὼν, ᾗ σαθρὸν καὶ ἀφύλακτον ἦν τὸ τεῖχος, ταύτῃ κατελάβετο τὴν πόλιν καὶ σημεῖον ἦρεν. Ἀλέξανδρος ἰδὼν ἀνεβόησεν, ὡς ἤδη τὰς Θήβας ἔχοι· Θηβαῖοι δὲ εὐρώστως μαχόμενοι, ὡς εἶδον ἐπιστραφέντες ἑαλωκυῖαν τὴν πόλιν, ἔφευγον.

13   Ἀλέξανδρος ἡμιθωράκια τοῖς (φεύγουσι) στρατιώταις ἀντὶ θωράκων ἔδωκεν, ἵνα μένοντες μὲν ἀσφάλειαν ἔχοιεν τῶν κατὰ πρόσωπον κρυπτομένων, φεύγοντες δὲ τὰ ὄπισθεν μέρη φυλάσσειν μὴ δύναιντο. οὐ τοίνυν ἔφευγεν οὐδεὶς γυμνωθῆναι δεδοικὼς, ἀλλὰ πάντοτε ἐνίκων μένοντες.

14   Ἀλέξανδρος, ὁπότε παρὰ τῶν μάντεων ἤκουε καλὰ γεγονέναι τὰ ἱερὰ, περιφέρειν ἐκέλευε τὰ ἱερεῖα καὶ δεικνύειν τοῖς στρατιώταις, ἵνα μὴ μόνον ἀκούοντες, ἀλλὰ καὶ ὁρῶντες ἀγαθὰς ἔχοιεν περὶ τοῦ κινδύνου τὰς ἐλπίδας.

15   Ἀλέξανδρος διαβὰς ἐς τὴν Ἀσίαν Μέμνονα στρατηγοῦντα Πέρσαις ὕποπτον ἐποίησε προστάξας τοῖς Μακεδόσιν ἐξιοῦσιν ἐπὶ τὰς προνομὰς ἀπέχεσθαι τῶν τοῦ Μέμνονος χωρίων.

16   Ἀλέξανδρος Γράνικον διαβαίνων Πέρσας ἐξ ὑπερδεξίων ἐπιόντας (αὐτοὺς) αὐτὸς ἐπὶ δόρυ τοὺς Μακεδόνας ἀναγαγὼν ὑπερεκέρασεν· ἡ δὲ φάλαγξ προσπεσοῦσα τοὺς πολεμίους ἐτρέψατο.

17   Ἀλέξανδρος ἐν Ἀρβήλοις παρετάσσετο. Δαρεῖος τὸ μεταίχμιον τῆς συμβολῆς τριβόλοις κατέσπειρε. τοῦτο δὴ συνιδὼν ὁ Μακεδὼν τοῦ δεξιοῦ κέρως ἡγούμενος ἐπὶ δόρυ παρήγγειλεν ἀκολουθεῖν, ὅπως περιέλθοι τὸν τόπον τὸν κατεσπαρμένον ταῖς τριβόλοις· ὁ δὲ Πέρσης ἀντιπαράγειν πειρώμενος ἐπ' ἀσπίδα διέσπα συνεχῶς τὴν ἵππον. τοῖς διασπάσμασιν ἐμβαλὼν Ἀλέξανδρος, ὁμοίως δὲ καὶ Παρμενίων ἀπὸ τοῦ λαιοῦ, τὰς μὲν τριβόλους ἐξένευσαν, τοὺς δὲ πολεμίους φεύγειν ἠνάγκασαν.

18   Ἀλέξανδρος Τίγριν διαβὰς Περσῶν τὴν χώραν καταπιμπράντων ἔπεμψε τοὺς κατὰ κράτος διώξοντας, ἵν' ἀγαπητῶς αἱρούμενοι σώζεσθαι τὴν χώραν ἀκέραιον καταλίποιεν.

19   Ἀλέξανδρος ἐν Ὑρκανίᾳ πυθόμενος μοχθηρὰ περὶ αὐτοῦ λογοποιεῖν τοὺς Μακεδόνας καὶ τοὺς Ἕλληνας, συναγαγὼν τοὺς φίλους ἔφη βούλεσθαι γράμματα πέμπειν οἴκαδε δηλώσοντα, ὡς ἐπανήξοι μετὰ χρόνον ἐτῶν τριῶν· τὸ δὲ αὐτὸ καὶ τοὺς φίλους ἐκέλευε τοῖς οἰκείοις ἐπιστέλλειν. οἱ μὲν δὴ πάντες ἐνέγραψαν. ἐπεὶ δὲ οἱ γραμματοφόροι τρεῖς ἀπεῖχον σταθμοὺς, ἀνακαλεσάμενος αὐτοὺς λύσας τὰς ἐπιστολὰς ἔμαθε, τί φρονοῦντες ἕκαστοι διετέλουν.

20   Ἀλέξανδρος χωρίῳ τῆς Ἰνδικῆς ἐχυρῷ προσεκάθητο· φοβηθέντες Ἰνδοὶ συνέθεντο μεθ' ὅπλων ἐξελθεῖν. οἱ μὲν ἐξελθόντες λόφον ἕτερον κατελάβοντο καὶ φυλακὰς καθίσταντο. Ἀλέξανδρος ἐπῆγε τὴν δύναμιν τῶν Ἰνδῶν ἐπιβοωμένων τὰς συνθήκας. ὁ δὲ περὶ ἐξόδου μὲν ὡμολόγει συντεθεῖσθαι, περὶ δὲ ἀφέσεως μηδὲν ὑπεσχῆσθαι.

21 E   Ἀλέξανδρος Πιττακοῦ, ὃς ἦν ἀδελφιδοῦς Πώρου, λοχῶντος κατὰ τὴν ὁδὸν, ᾗ στενὸς ἦν αὐλὼν, μῆκος μὲν ἱκανῶς ἐκτεταμένος, πλάτος δὲ συνεσταλμένος ἄχρι τεσσάρων σταδίων, ἡ δὲ ἔξοδος στενὴ παντάπασιν ‑ ἐν τοιαύτῃ φύσει χωρίου τῆς ἵππου διφαλαγγίαν ποιήσας προῄει, παραγγείλας ἐφ' ἡνίαν καὶ παρὰ τὴν κίνησιν ἕκαστον ἕπεσθαι τῷ ἡγουμένῳ, καὶ γενομένων μὲν τῶν ἐναντίων κατὰ τὸ δεξιὸν, ἐπιστρέφειν ἐπὶ δόρυ καὶ τοῦ λοιποῦ ἐξ ἡνίας παρεμβάλλειν· ὅταν δὲ τῆς δεξιᾶς πορείας τὴν οὐραγίαν ἴδωσιν, ἐπάγειν ἐπὶ τοὺς πολεμίους. ταῦτα παραγγείλας ὀρθίαν αὐτὸς ἐποιεῖτο τὴν πορείαν, ὥστε γνώμονι [τὸ] σχῆμα παραπλήσιον ἦν. ὁπότ' οὖν οἱ τοῦ λαιοῦ μέρους τὴν δεξιὰν οὐραγίαν ἰδόντες ἀλαλάξαντες προσῆγον, ὁμοίως δὲ καὶ οἱ ἀπὸ τοῦ δεξιοῦ ἐφ' ἡνίαν στρέφοντες ἐπῆγον τοῖς Ἰνδοῖς· οἱ δὲ συγκλεισθῆναι φοβηθέντες ὥρμησαν ὁμοῦ πάντες ἐπὶ τὴν στενὴν ἔξοδον, ὥστε οἱ μὲν ὑπὸ τῶν Μακεδόνων ἀνῃροῦντο, οἱ δὲ πλείους ὑπ' ἀλλήλων καταπατούμενοι διεφθείροντο.

22   Ἀλέξανδρος ἐν τῇ πρὸς Πῶρον μάχῃ τὸ μὲν ἱππικὸν ἐπὶ τοῦ δεξιοῦ κέρως ἔταξεν ἐν μετώπῳ τὸ ἥμισυ, τὸ δὲ λοιπὸν ἐν ἐπικαμπίῳ, τὴν δὲ φάλαγγα καὶ τοὺς ἐλαφροὺς ἐπὶ τοῦ λαιοῦ κέρως ἔστησε καὶ ἀπὸ τούτων ἐπικάμπιον ἔταξε. Πῶρος δὲ πολλοὺς ἐλέφαντας ἀντιπαρατάξας αὐτὸς μὲν κατὰ τὸ λαιὸν ἐπὶ τοῦ ἡγουμένου ἐλέφαντος ἦν· τοὺς δὲ λοιποὺς ἐλέφαντας ἐκ διαστήματος πεντήκοντα ποδῶν μέχρι τοῦ δεξιοῦ κέρως ἔστησε· τὰ δὲ μέσα τῶν θηρίων ἀνδράσι πεζοῖς ἀνεπλήρωσεν, ὥστε ἦν τὸ σχῆμα τείχει μεγάλῳ παραπλήσιον, οἱ μὲν ἐλέφαντες ἐοικότες πύργοις, οἱ δὲ πεζοὶ μεσοπυργίοις. ἔνθα δὴ παραγγείλας Ἀλέξανδρος τοὺς πεζοὺς ἀντιπαράγειν τοῖς πολεμίοις, αὐτὸς τὴν ἵππον ἐπὶ δόρυ σφοδρότερον ἤλασεν βουλόμενος ὑπερκεράσαι τοὺς ἐναντίους. τοῦτο φυλασσόμενος Πῶρος ἀντιπαρῆγε. τῷ δὲ μὴ φθάνειν τὰ θηρία διέσπα κατὰ πολλὰ τὴν τάξιν. τῶν Μακεδόνων τοῖς διασπάσμασιν ἐμπιπτόντων ἠναγκάζετο κατὰ πρόσωπον ἐπιστρέφων ἀγωνίζεσθαι. ἐν τούτῳ φθάνουσιν οἱ περὶ τὸν Ἀλέξανδρον ἱππεῖς ἐκπεριελθόντες καὶ κατὰ νώτου συνελάσαντες τοὺς Ἰνδοὺς τελεωτάτην νίκην ἀνείλοντο (μεθ' ἣν βασιλεὺς Ἰνδικῆς Ἀλέξανδρος ἦν).

23   [Ἀλέξανδρος] Θεσσαλῶν τὰ Τέμπη φυλασσόντων τῆς Ὄσσης τὰς ὀρθίους πέτρας ὑπορύξας καὶ προσπλάσας βαθμίδας μικρὰς, διὰ τούτων αὐτός τε καὶ οἱ Μακεδόνες ἀκροβατοῦντες ἀνέβησαν ἐπὶ τὰς κορυφὰς καὶ τὴν Ὄσσαν ὑπερβάντες Θεσσαλίαν εἶχον· Θεσσαλοὶ δὲ τὰ στενὰ τῶν Τεμπῶν ἐφύλασσον. ἔτι νῦν τοῖς διοδεύουσι τὰ Τέμπη πάρεστιν ὁρᾶν τὰς πέτρας τῆς Ὄσσης κλιμακηδὸν ᾠκοδομημένας· καλοῦσιν αὐτὰς τὴν Ἀλεξάνδρου κλίμακα.

24   Ἀλέξανδρος ἐν μὲν τοῖς Μακεδόσιν ἢ ἐν τοῖς Ἕλλησι δικάζων μέτριον καὶ δημοτικὸν ἔχειν τὸ δικαστήριον ἐδοκίμαζεν, ἐν δὲ τοῖς βαρβάροις λαμπρὸν καὶ στρατηγικὸν, ἐκπλήσσων τοὺς βαρβάρους καὶ τῷ τοῦ δικαστηρίου σχήματι. ἐν γοῦν Βάκτροις καὶ Ὑρκανίοις καὶ Ἰνδοῖς δικάζων εἶχε τὴν σκηνὴν ὧδε πεποιημένην. ἡ σκηνὴ τὸ μέγεθος ἦν κλινῶν ἑκατόν· χρύσεοι κίονες ὑπετίθεντο αὐτῇ πεντήκοντα· ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι, ποικίλμασιν ἐκπεπονημένοι, τὸν ἄνω τόπον ἐσκέπαζον. Πέρσαι μὲν πρῶτοι πεντακόσιοι μηλοφόροι περὶ τὴν σκηνὴν ἐντὸς ἵσταντο πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι. μετὰ δὲ τοὺς μηλοφόρους τοξόται τὸν ἴσον ἀριθμὸν ἔχοντες ταῖς ἐσθῆσι διήλλαττον· οἱ μὲν γὰρ αὐτῶν φλόγινα, οἱ δὲ κυάνεα, οἱ δὲ ὑσγινοβαφῆ περιεβέβληντο. τούτων προΐσταντο Μακεδόνες ἀργυράσπιδες πεντακόσιοι τῶν μεγίστων ἀνδρῶν. κατὰ δὲ τὸ μέσον τῆς σκηνῆς ὁ χρυσοῦς ἔκειτο θρόνος, ἐφ' οὗ προκαθήμενος ἐχρημάτιζεν· οἱ σωματοφύλακες ἐφεστήκεσαν ἑκατέρωθεν τοῦ βασιλέως δικάζοντος. ἐν κύκλῳ τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα διεσκευασμένον ἐφεστήκει καὶ Μακεδόνες χίλιοι στολὰς Μακεδονικὰς ἔχοντες. ἐπὶ τούτοις πεντακόσιοι Σούσιοι πορφυροσχήμονες, καὶ μετὰ τούτους ἐν κύκλῳ πάντων Πέρσαι μύριοι (Περσῶν) οἱ κάλλιστοι καὶ μέγιστοι, κεκαλλωπισμένοι παντὶ κόσμῳ Περσικῷ, πάντες ἀκινάκας ἔχοντες. τοιόνδε ἦν Ἀλεξάνδρου τὸ δικαστήριον ἐν τοῖς βαρβάροις.

25   Ἀλέξανδρος τὴν ἄνυδρον ὁδεύων αὐτός τε ὑπὸ δίψους ἐπόνει καὶ οἱ Μακεδόνες. οἱ κατάσκοποι τῆς χώρας ἐν κοίλῃ πέτρᾳ σμικρὸν ὑδάτιον εὑρόντες, τοῦτο βαλόντες ἐπὶ κράνος Ἀλεξάνδρῳ κομίζουσιν. ὁ δὲ τῇ στρατιᾷ δείξας, ὡς εὐθυμεῖν χρὴ φανέντος ὕδατος, αὐτὸς μὴ πιὼν ἐξέχεε τὸ κράνος πάντων ὁρώντων. οἱ Μακεδόνες ἀλαλάξαντες ἐκέλευον αὐτὸν ἡγεῖσθαι τῆς ὁδοῦ, πρὸς τὸ δίψος εὐρώστως ἀντέχοντες διὰ τὴν τοῦ βασιλέως ἐγκράτειαν.

26   Ἀλέξανδρος ἐπὶ ποταμὸν τὸν Τίγριν φθάσαι Δαρεῖον ἠπείγετο. Πανικὸν ἀπὸ τῆς οὐραγίας διῇξε τὴν στρατιὰν πᾶσαν. ὁ βασιλεὺς ἐκέλευσε τῷ σαλπιγκτῇ ὑποσημῆναι σημεῖον ἀφοβίας, τοῖς δὲ πρωτοστάταις τῶν πεζῶν θέσθαι τὰ ὅπλα πρὸ τῶν ποδῶν καὶ τοῦτο φράζειν τοῖς μετ' αὐτούς. καὶ δὴ πάντες ἐφεξῆς τοῦτο ποιήσαντες ἔμαθον τὴν αἰτίαν τοῦ φόβου. τὸ μὲν Πανικὸν ἐλέλυτο, οἱ στρατιῶται δὲ ἀράμενοι τὰ ὅπλα προῄεσαν.

27   Ἀλέξανδρος ἐν Ἀρβήλοις Δαρεῖον ἐνίκησεν. Φρασαόρτης, Δαρείου συγγενὴς, πολλὴν χεῖρα Περσικὴν ἔχων ἐφύλασσε τὰς Σουσίδας πύλας· αἱ δὲ ἄρα εἰσὶν ὄρη στενὰ καὶ ὑψηλά. τούτοις προσβάλλοντας τοὺς Μακεδόνας εὐκόλως ἀπεκρούοντο οἱ βάρβαροι σφενδόνας, βέλη, πέτρους ἀφιέντες· ὥστε ἀνακαλέσας αὐτοὺς Ἀλέξανδρος ἀπὸ τριάκοντα σταδίων χάρακα ἐβάλλετο· ἦν δὲ λόγιον Ἀπόλλωνος, ὡς ἄρα ξένος λύκος ἡγεμὼν αὐτῷ τῆς ὁδοῦ τῆς κατὰ Περσῶν γένοιτο. πρόσεισι δὴ τῷ Ἀλεξάνδρῳ βουκόλος θηρείαν ἔχων στολὴν, ὁμολογῶν ὅτι Λύκιος ἦν, καὶ ὡς κύκλῳ τῶν ὀρῶν ἀτραπὸς εἴη τῷ συνηρεφεῖ τῆς ὕλης ἀποκεκρυμμένη, αὐτῷ δὲ μόνῳ γιγνώσκοιτο διὰ τὴν νομὴν τῶν βοῶν. ἀναμνησθεὶς Ἀλέξανδρος τοῦ μαντείου πιστεύει τῷ βουκόλῳ. τὴν μὲν δὴ πᾶσαν στρατιὰν ἐκέλευσεν ἐν στρατοπέδῳ μένειν καὶ πολλὰ πυρὰ ἀνακαίειν, ἐφελκομένους τὴν τῶν Περσῶν ὄψιν. Φιλώτᾳ δὲ καὶ Ἡφαιστίωνι παράγγελμα δοὺς ἀπόρρητον, ὁπόταν κατὰ κορυφῆς τῶν ὀρῶν ἴδωσι τοὺς Μακεδόνας ἐκφανέντας, αὐτοὺς κάτωθεν προσβάλλειν, αὐτὸς τοὺς ὑπασπιστὰς ἄγων καὶ μίαν ὁπλιτῶν φάλαγγα καὶ τὸ Σκυθικὸν τοξικὸν ὅσον ἦν διὰ τῆς ἀτραποῦ τῆς λεπτῆς ὀγδοήκοντα στάδια προελθὼν ηὐλίσατο πυκαζόμενος ὕλῃ δασυτάτῃ. μέσης δὲ νυκτὸς περιελθὼν ἐπέστη τοῖς πολεμίοις καθεύδουσιν· ἀρχομένης δὲ ἡμέρας αἱ σάλπιγγες ἐσήμαινον ἀπὸ τῆς κορυφῆς τῶν ὀρῶν· Ἡφαιστίων δὲ καὶ Φιλώτας τοὺς ἐκ τοῦ χάρακος Μακεδόνας προσῆγον. οἱ Πέρσαι μέσοι τῶν ἄνωθεν πολεμίων καὶ τῶν κάτωθεν ἀποληφθέντες οἱ μὲν ἐκτείνοντο, οἱ δὲ κατεκρημνίζοντο, οἱ δὲ ἐζωγρεύοντο.

28   Ἀλέξανδρος ὥρᾳ θέρους ἦγε τὴν στρατιὰν παρὰ ποταμὸν προσκειμένων πολεμίων. ὁρῶν δὲ τοὺς στρατιώτας διψῶντας καὶ ἀφορῶντας εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ, ἵνα μὴ πίνοντες διαλύσειαν τὰς τάξεις μηδὲ τὸ τῆς ὁδοιπορίας τάχος διακόψειαν, τὸν κήρυκα ἐκέλευσεν ἀνειπεῖν 'ἀπεχώμεθα τοῦ ποταμοῦ· θανατῶδες ἔχει τὸ ὕδωρ.' οἱ μὲν φοβηθέντες ἀπέσχοντο καὶ τὴν ὁδὸν ἐπετάχυνον· Ἀλέξανδρος δὲ διανύσας καὶ στρατοπεδεύσας αὐτὸς μετὰ τῶν ἡγεμόνων ἀπὸ τοῦ ποταμοῦ φανερῶς ἔπιεν. γελάσαντες οἱ στρατιῶται καὶ τὴν αἰτίαν τῆς ἀπάτης νοήσαντες ἀδεῶς ὑδρεύσαντο ἐκ τοῦ ποταμοῦ πάντες.

29   Ἀλέξανδρος ἐνέβαλεν εἰς τὴν Σογδιανῶν χώραν. ἡ δέ ἐστι πᾶσα τραχεῖα καὶ δύσβατος· πέτρα δὲ κατὰ μέσην ἀνατείνει (ὀρνίθων) τοῖς πτηνοῖς [μόνοις] βάσιμος· ἐν κύκλῳ δὲ ὕλη δασεῖα καὶ πυκνὴ τοὺς ἀβάτους κρημνοὺς ἀβατωτέρους εἰργάζετο. τὴν πέτραν Ἀριομάζης μετὰ πολλῆς χειρὸς καὶ καρτερᾶς Σογδιανῶν κατελάβετο πηγὰς ὕδατος ἔχων ἔνδον καὶ παρασκευὴν σιτίων ἄφθονον. Ἀλέξανδρος περιιππασάμενος καὶ καταμαθὼν τὰς φύσεις τῆς πέτρας ἐκέλευσε τριακοσίους λογάδας νεανίας, οἷς ἦν ἄσκησις καὶ τέχνη κρημνοβατεῖν, ἀόπλους κατόπιν τῆς πέτρας διὰ πυκνῆς ὕλης ἀνέρπειν καὶ λεπτοῖς κάλοις ἀνιμᾶν ἀλλήλους· ἐπειδὰν δὲ τῶν κορυφῶν κρατήσωσιν, ζώνας λευκὰς, ἃς εἶχον, λυσαμένους κοντοῖς εὐμήκεσι περιάψαι καὶ τούτους ὑπὲρ τὴν ὕλην ἀνατείνειν, ὥστε ἀθρόας καὶ λαμπρὰς τὰς ζώνας ἐπὶ πλεῖστον τινασσομένας καὶ τοῖς ἄνω βαρβάροις καὶ τοῖς κάτω Μακεδόσιν ὁρᾶσθαι. οἱ μὲν δὴ κρημνοβάται σὺν πολλῷ πόνῳ κατὰ κορυφὴν [γενόμενοι] ἀνίσχοντος ἡλίου τὰς ζώνας ἀνέσεισαν· οἱ δὲ Μακεδόνες μέγα καὶ λαμπρὸν κάτωθεν ἠλάλαξαν· ὁ δὲ Ἀριομάζης ἐκπλαγεὶς, ὡς πάσης τῆς στρατιᾶς ἀναβαινούσης καὶ ὡς ἤδη κατὰ κορυφῆς ἑαλωκὼς, αὑτόν τε καὶ τὴν πέτραν παρέδωκεν Ἀλεξάνδρῳ θειοτέραν αὐτοῦ τὴν δύναμιν καὶ τὴν τύχην ἡγούμενος.

30   Ἀλέξανδρος Καθαίους, μοῖραν Ἰνδῶν ἐξ ἀπονοίας ἀντιστᾶσαν ἡβηδὸν ἔκτεινε καὶ πόλιν αὐτῶν Σάγγαλα τὴν καρτερωτάτην κατέσκαψεν. διῆκε τοὺς Ἰνδοὺς φήμη πονηρὰ ὡς Ἀλεξάνδρου φονικῶς καὶ βαρβαρικῶς πολεμοῦντος. ὁ δὲ μεταβάλλειν τὴν δόξαν βουλόμενος ἄλλην πόλιν (διὰ) τῆς Ἰνδικῆς ἑλὼν, ὁμήρους λαβὼν, σπεισάμενος ἐπὶ τρίτην πόλιν ἦλθεν εὐμεγέθη καὶ πολυάνθρωπον, τάξας πρὸ τῆς φάλαγγος τοὺς ὁμήρους, γέροντας, παῖδας, γυναῖκας. οἱ δὲ τοὺς ὁμοφύλους γνωρίσαντες καὶ τὰ ἔργα τῆς Ἀλεξάνδρου φιλανθρωπίας ὁρῶντες ἀνοίγουσί τε τὰς πύλας καὶ μετὰ ἱκετηριῶν αὐτὸν ἐδέξαντο. αὐτίκα ἡ φήμη διαδραμοῦσα ἔπεισεν Ἰνδοὺς ἑκόντας Ἀλέξανδρον δέχεσθαι.

31 E   Ἀλέξανδρος τὴν Κοσσαίων χώραν ἑώρα τραχεῖάν τε καὶ ὄρη ὑψηλὰ καὶ ἀπρόσιτα καὶ πλῆθος ἐν τοῖς ὄρεσιν ἀνδρῶν δοκίμων· οὐ τοίνυν ἑλεῖν ἐλπίς. ἧκέ τις ἀγγέλλων 'Ἡφαιστίων ἐν Βαβυλῶνι τέθνηκεν'. ὁ δὲ κοινὸν πένθος ἐπαγγείλας ἐπὶ τὴν Ἡφαιστίωνος ταφὴν ἠπείγετο· οἱ σκοποὶ τῶν Κοσσαίων, ἀναζευγνύντας ὡς εἶδον [αὐτοὺς], αὐτοὶ διεσπάρησαν. Ἀλέξανδρος νύκτωρ ἱππέας πέμψας τὴν ἐς τὰ ὄρη πάροδον ἀφύλακτον κατελάβετο καὶ τῆς ὁδοιπορίας ἀποκλίνας, ἐπιφανεὶς τοῖς ἱππεῦσι σὺν αὐτοῖς τὴν Κοσσαίων χώραν ἐχειρώσατο. τοῦτο τὸ ἔργον τῆς ἐπὶ Ἡφαιστίωνι λύπης παρηγόρημα φασὶν Ἀλεξάνδρῳ γενέσθαι.

32   Ἀλέξανδρος ἐν τοῖς Περσῶν βασιλείοις ἀνέγνω τὸ βασιλέως ἄριστον καὶ δεῖπνον ἐν κίονι χαλκῷ γεγραμμένον, ὅπου καὶ οἱ ἄλλοι νόμοι, οὓς ἔγραψε Κῦρος. εἶχε δὲ οὕτως·

πυραμίνων ἀλεύρων καθαρῶν τετρακόσιαι ἀρτάβαι ‑ ἡ δὲ ἀρτάβη ἡ Μηδικὴ μέδιμνός ἐστιν Ἀττικός ‑ · τῶν δὲ δευτέρων ἀλεύρων μετὰ τὰ καθαρὰ τριακόσιαι ἀρτάβαι· καὶ τῶν τρίτων τριακόσιαι ἄλλαι ἀρτάβαι. Πυραμίνων μὲν ἀλεύρων τῶν πάντων ἀρτάβαι εἰς τὸ δεῖπνον χίλιαι. κριθαμίνων δὲ ἀλεύρων τῶν κάρτα καθαρῶν διακόσιαι ἀρτάβαι. τῶν δὲ δευτέρων τετρακόσιαι· [καὶ τῶν τρίτων τετρακόσιαι·] τὸ σύμπαν δὲ τῶν κριθαμίνων ἀλεύρων χίλια ἀρτάβαι. χόνδρου δὲ ἐξ ὀλυρῶν πεποιημένου διακόσιαι ἀρτάβαι. παιπάλης ἐξ ἀλφίτων πεποιημένης ὡς εἰς κυκεῶνας δέκα ἀρτάβαι. καρδάμου κεκομμένου σεσησμένου λεπτοῦ [ἀρτάβαι]. πτισάνης δέκα ἀρτάβαι· σινήπυος σπέρματος τρίτον ἀρτάβης.

πρόβατα, οἱ ἄρσενες τετρακόσιοι· βόες ἑκατόν· ἵπποι τριάκοντα· χῆνες σιτευτοὶ τετρακόσιοι· τρυγόνες τριακόσιαι· ὀρνίθια παντοδαπὰ μικρὰ ἑξακόσια· ἄρνες τριακόσιοι· νεοσσοὶ χηνῶν ἑκατόν· δορκάδες τριάκοντα.

γάλακτος αὐθημερινοῦ δέκα μάριες ‑ μάρις δὲ ἐστὶ δέκα χόες Ἀττικοί ‑ · ὀξυγάλακτος ἡδυσμένου δέκα μάριες. σκορόδων τάλαντον σταθμῷ· κρομύων ἡμιτάλαντον σταθμῷ τῶν δριμέων. φύλλου ἀρτάβη. ὀποῦ σιλφίου δύο μναῖ· κυμίνου ἀρτάβη· σιλφίου τάλαντον σταθμῷ. μύρου ἐκ μήλων γλυκέων τέταρτον μέρος ἀρτάβης· κυκεῶνος ἐκ σιδίων ὀξέων ἀρτάβη, μύρου ἐκ κυμίνου τέταρτον μέρος ἀρτάβης. σταφίδος μελαίνης τρία τάλαντα σταθμῷ· ἀνήθου ἄνθους τρεῖς μναῖ σταθμῷ· μελανθίου τρίτον μέρος ἀρτάβης· διαρίνου σπέρμα δύο καπέζιες· σησάμων καθαρῶν δέκα ἀρτάβαι. γλεύκους ἐξ οἴνου πέντε μάριες. ῥαφανίδων ἑψανῶν, γογγυλίδων ἐσκευασμένων ἐν ἅλμῃ πέντε μάριες· καππάρεως ἐσκευασμένης ἐν ἅλμῃ, ἐξ ἧς τὰς ἀβυρτάκας ποιοῦσι, πέντε μάριες· ἁλῶν δέκα ἀρτάβαι. Αἰθιοπικοῦ κυμίνου ἓξ καπέζιες ‑ ἡ δὲ καπέζις ἐστὶ χοῖνιξ Ἀττική ‑ · ἄνηθον αὖον τριάκοντα μνᾶς ἕλκον. σελίνου σπέρματος τέσσαρες καπέζιες. ἐλαίου σησαμίνου δέκα μάριες· ἐλαίου ἀπὸ γάλακτος πέντε μάριες· ἐλαίου ἀπὸ τερμίνθων πέντε μάριες· ἐλαίου ἀκανθίνου πέντε μάριες· ἐλαίου ἀπὸ ἀμυγδάλων τῶν γλυκέων τρεῖς μάριες. ἀμυγδάλων αὔων τῶν γλυκέων τρεῖς ἀρτάβαι. οἴνου πεντακόσιαι μάριες.

ὅταν δὲ ᾖ ἐν Βαβυλῶνι ἢ ἐν Σούσοις, τὸν μὲν ἡμίσεα ἐκ τῶν φοινίκων οἶνον παρέχει, τὸν δὲ ἡμίσεα ἀμπέλινον. ξύλων διακόσιαι ἅμαξαι· ὕλης ἑκατὸν ἅμαξαι· τοῦ ὕοντος μέλιτος ἑκατὸν παλάθαι τετράγωνοι ἀνὰ δέκα μνᾶς ἕλκουσαι. ὅταν ἐν τῇ Μηδικῇ ᾖ, ταῦτα διαδίδωσιν. κνήκου σπέρματος τρεῖς ἀρτάβαι. κρόκου δύο μνᾶς ἕλκοντος σταθμῷ. ταῦτα μὲν εἰς πότον τε καὶ ἄριστον ἀναλίσκεται.

διαδίδωσι δὲ πυραμίνων ἀλεύρων τῶν καθαρῶν πεντακοσίας ἀρτάβας· κριθαμίνων δὲ καθαρῶν ἀλεύρων χιλίας ἀρτάβας· καὶ τῶν δευτέρων χιλίας ἀρτάβας. σεμιδάλεως πεντακοσίας ἀρτάβας· χόνδρου τοῦ ἐκ τῶν ὀλυρῶν πεντακοσίας μάριας· κριθὰς τοῖς κτήνεσι δισμυρίας ἀρτάβας· ἀχύρων μυρίας ἁμάξας· κάρφους πεντακισχιλίας ἁμάξας. ἐλαίου σησαμίνου διακοσίας μάριας· ὄξους ἑκατὸν μάριας· καρδάμου κεκομμένου λεπτοῦ τριάκοντα ἀρτάβας. ταῦτα μὲν πάντα διαδίδωσι ταῖς στρατιαῖς ὅσα εἴρηται. βασιλεὺς δὲ σὺν τῷ ἀρίστῳ καὶ τῷ δείπνῳ καὶ οἷς διαδίδωσι τοσαῦτα ἀναλίσκει τῆς ἡμέρας. ταύτην τοῦ δείπνου τὴν παρασκευὴν οἱ μὲν ἄλλοι Μακεδόνες ἀναγνόντες ἐθαύμασαν ὡς εὐδαίμονα· Ἀλέξανδρος δὲ κατεγέλασεν ὡς κακοδαίμονος καὶ μακρὰς ἀσχολίας ἐχούσης, ὥστε καὶ τὸν κίονα, ἐν ᾧ ταῦτα ἐγέγραπτο, καθελεῖν προσέταξεν εἰπὼν πρὸς τοὺς φίλους· 'οὐδαμῶς συμφέρει τοῖς βασιλεῦσιν οὕτως ἀσώτως δειπνεῖν διδάσκεσθαι· ἀνάγκη γὰρ τῇ πολλῇ ἀσωτίᾳ καὶ τρυφῇ πολλὴν ἀνανδρίαν ἕπεσθαι· ὁρᾶτε δὲ καὶ τοὺς τηλικούτων δείπνων πιμπλαμένους ἐν ταῖς μάχαις ταχέως ἡττωμένους.'

Following Chapters (4-21) →


Attalus' home page   |   08.04.19   |   Any comments?