back

Alexander Romance, Book 3

  ( chapters 19-26 )

Based on the oldest recension ( α ), as edited by W.Kroll (1926). Click on the E symbols to go to an English translation of each chapter.


← Previous chapters (17-18)

[19] E   Λαβὼν δὲ ὁ Ἀλέξανδρος καὶ διελθὼν ἔπεμψε Κλεομένην Αἰγύπτου ἐπιμελητὴν ταῦτα παραληψόμενον· αὐτὸς δὲ ὥδευσε πρὸς αὐτήν. ἡ δὲ Κανδάκη ἀκούσασα περὶ Ἀλεξάνδρου [καὶ] πῶς ταῖς πόλεσιν ἐπιβαίνει καὶ πῶς χειροῦται τοὺς τηλικούτους βασιλεῖς, ἕνα τῶν ἑαυτῆς ζωγράφων φωνήσασα Ἕλληνα ἐκέλευσε πορευθέντα αὐτὸν ὡς εἰς ὑπάντησιν αὐτῷ ἀγνωστὶ ζωγραφῆσαι τὸν Ἀλέξανδρον καὶ ἐπιστρέψαντα δοῦναι τῇ Κανδάκῃ. ἡ δὲ λαβοῦσα ἔθετο ἐν ἀποκρύφῳ τόπῳ. Ἐγένετο δέ τι τοιοῦτον. ὁ υἱὸς τῆς Κανδάκης ὀνόματι Κανδαύλης μετὰ ὀλίγων ἱππαστῶν κατατρέχει εἰς τὰς σκηνὰς Ἀλεξάνδρου· οἱ δὲ ἐκεῖ φύλακες συλλαμβάνουσιν αὐτὸν καὶ παριστῶσι τῷ σωτῆρι Πτολεμαίῳ ἔχοντι τὰ δεύτερα τῆς βασιλείας· ἐκοιμᾶτο γὰρ ὁ Ἀλέξανδρος. ἐξήτασεν αὐτὸν ὁ Πτολεμαῖος· ’τίς τυγχάνεις;‘ ὁ δὲ εἶπεν· ’υἱὸς Κανδάκης τῆς βασιλίδος.‘ ὁ δέ· ’τί οὖν ὧδε ποιεῖς;‘ ὁ δέ· ’μετὰ τῆς γυναικός μου καὶ ὀλίγης στρατείας ἠρχόμην ἐνιαύσιον τελέσαι μυστήριον παρὰ τὰς Ἀμαζόνας. ὁ δὲ τύραννος τῶν Βεβρύκων ἰδών με γυναῖκα ἔχοντα καὶ ἐξελθὼν μετὰ πλείστης δυνάμεως ἥρπασεν αὐτὴν καὶ τοὺς πλείονάς μου στρατιώτας ἀνεῖλεν. συνέστρεφον οὖν, ὅπως πλείονα δύναμιν παραλαβὼν κατασκάψω τὴν Βεβρυκίαν.‘ Ταῦτα ἀκούσας ὁ Πτολεμαῖος ἀνίσταται καὶ εἰσελθὼν πρὸς Ἀλέξανδρον καὶ διυπνίσας αὐτὸν διηγεῖται αὐτῷ ἅπερ ἤκουσεν. ἀκούσας δὲ ὁ Ἀλέξανδρος εὐθέως ἐγείρεται καὶ ἄρας αὐτοῦ τὸ διάδημα ἔστεψε τὸν Πτολεμαῖον καὶ τὴν χλανίδα περιέβαλλεν αὐτῷ καὶ λέγει· ’πορεύου ὡς σὺ τυγχάνων Ἀλέξανδρος καὶ εἰπέ· Ἀντίγονόν μου τὸν παρασπιστὴν φωνήσατε· καὶ ὅταν ἔλθω, διήγησαί μοι περὶ ὧν εἶπές μοι καὶ εἰπέ· τί βουλευσόμεθα περὶ αὐτοῦ; δός μοι συμβουλίαν.‘ Ἐξῆλθε δὲ ὁ Πτολεμαῖος· ὃν θεασάμενα τὰ στρατεύματα συνεφοράζοντο, τί πάλιν ἐνθυμεῖται ὁ φρενήρης Ἀλέξανδρος. ὁ Κανδαύλης δὲ ἰδὼν αὐτὸν ἐν τῇ βασιλικῇ ἐσθῆτι ἐδεδοίκει, μὴ κελεύσῃ αὐτὸν ἀναιρεθῆναι· αὐτὸν γὰρ ὑπώπτευεν εἶναι τὸν Ἀλέξανδρον. εἶπε δὲ ὁ Πτολεμαῖος· ’Ἀντίγονόν μοί τις καλεσάτω τὸν παρασπιστήν μου.‘ προσῆλθεν Ἀλέξανδρος· εἶπεν ὁ Πτολεμαῖος· ’Ἀντίγονε, οὗτός ἐστιν ὁ υἱὸς Κανδάκης τῆς βασιλίσσης· ἡρπάσθη δὲ αὐτοῦ ἡ γυνὴ ὑπὸ τοῦ τυράννου τῶν Βεβρύκων. τί μοι συμβουλεύεις ποιῆσαι;‘ ὁ δὲ εἶπεν· ’Ἀλέξανδρε, συμβουλεύομαί σοι καθοπλίσαντά σου τὴν στρατείαν πολεμῆσαι τοῖς Βέβρυξιν, ἵνα λυτρωσώμεθα αὐτοῦ τὴν γυναῖκα καὶ παραδώσωμεν αὐτῷ εἰς τιμὴν τῆς μητρὸς αὐτοῦ.‘ Ὁ δὲ Κανδαύλης ἔχαιρε ταῦτα ἀκούων· εἶπε δὲ ὁ Πτολεμαῖος· ’εἰ τοῦτο βούλῃ, Ἀντίγονε, τοῦτο καὶ ποίησον· ὡς παρασπιστής μου κέλευσον ἑτοιμάζεσθαι τὴν στρατείαν.‘

[20] E   Οἱ μὲν οὖν ἡτοιμάζοντο κελεύοντος τοῦ Πτολεμαίου· ὁ δὲ Ἀλέξανδρος ἔφθασεν ἐπὶ τὸν τόπον παρὰ μίαν ἡμέραν. καὶ εἶπεν ὁ Ἀντίγονος· ’Ἀλέξανδρε, μὴ ὀφθῶμεν τοῖς Βέβρυξιν ἡμέρας, μήποτε μαθὼν ὁ τύραννος πρὸ τῆς μάχης τὴν τούτου γυναῖκα ἀναιρήσῃ. καὶ ποῖον ἔτι ἡμῖν ἐστι κλέος νίκης τοῦ Κανδαύλου ἀπολέσαντος τὴν γυναῖκα; ὥστε νυκτὸς εἰσβῶμεν εἰς τὴν πόλιν καὶ ἀνάψωμεν 〈τὰς〉 οἰκίας, καὶ αὐτοὶ οἱ ὄχλοι τὴν γυναῖκα ἡμῖν παραδώσουσιν· οὐ γάρ ἐστιν 〈ἡ〉 μάχη περὶ βασιλείας, ἀλλὰ περὶ ἀπαιτήσεως γυναικός.‘ Οὕτως εἰπόντος τοῦ Ἀντιγόνου προσέπεσεν αὐτῷ ὁ Κανδαύλης καὶ εἶπεν· ’ὦ τῶν φρενῶν σου, Ἀντίγονε· εἴθε σὺ ἦσθα Ἀλέξανδρος καὶ μὴ παρασπιστὴς Ἀλεξάνδρου.‘ καὶ δὴ νυκτὸς [εἰσβαινούσης] εἰσῆλθον εἰς τὴν πόλιν καὶ κοιμωμένων αὐτῶν ἀνάπτουσιν τὰ προάστεια. αὐτῶν δὲ διυπνισθέντων καὶ πυνθανομένων, τί τὸ αἴτιον τοῦ ἐμπρησμοῦ, ἐκέλευσεν ὁ Ἀλέξανδρος ἐκβοᾶν, 〈ὅτι〉 Κανδαύλης ἐστὶν ὁ βασιλεὺς μετὰ πλείστης δυνάμεως κελεύων ὑμῖν· ἀπόδοτέ μοι τὴν γυναῖκα, πρὶν ὅλην τὴν πόλιν καταφλέξω.’ οἱ δὲ προληφθέντες πάντες καὶ γενόμενοι κατὰ τοῦ τυράννου αὐτῶν ἤνοιξαν τὰ βασίλεια καὶ σύγκοιτον οὖσαν τὴν γυναῖκα τῷ τυράννῳ ἀπέσπασαν καὶ παρέδωκαν αὐτὴν τῷ Κανδαύλῃ, τὸν δὲ τύραννον ἀνεῖλον. Ὁ δὲ Κανδαύλης εὐχαριστήσας τῇ συμβουλίᾳ καὶ τῇ ἐπινοίᾳ τοῦ Ἀλεξάνδρου καὶ περιπλακεὶς αὐτῷ εἶπεν· ‘Ἀντίγονε, πίστευσον σεαυτὸν ἐμοὶ 〈καὶ ἐλθὲ〉 πρὸς τὴν μητέρα μου, ἵνα σοι δῶρα βασιλικὰ δῶ.’ ὁ δὲ Ἀλέξανδρος χαίρων εἶπεν· ‘αἴτησαί με παρὰ τοῦ βασιλέως· κἀγὼ γὰρ ἐπιθυμῶ θεωρῆσαι τὴν πόλιν.’ μεταδέδωκε δὲ τῷ Πτολεμαίῳ Ἀλέξανδρος, ἵνα αὐτὸν ἐκπέμψῃ ὡς ἄγγελον αὐτοῦ. εἶπε δὲ ὁ Πτολεμαῖος Κανδαύλῃ· ‘βούλομαι διὰ γραμμάτων ἀσπάσασθαί σου τὴν μητέρα· ὥστε παραλαβὼν τὸν ἄγγελόν μου Ἀντίγονον πάλιν σῶον ἔκπεμψον ὧδε, ὥσπερ καὶ σεαυτὸν σῶον σὺν τῇ γυναικί σου ἀποκαθιστῶ.’ ὁ δὲ εἶπε· ‘βασιλεῦ, οὕτω παρα λαμβάνω τὸν ἄνδρα τοῦτον παρ´ ἐμαυτῷ ὡς αὐτὸν Ἀλέξανδρον. ἐκπέμψω δέ σοι αὐτὸν μετὰ βασιλικῶν δώρων.’

[21] E   Καὶ δὴ πορευόμενος ἔλαβεν ἱκανὴν στρατείαν καὶ τῆς ὁδοιπορίας τὰ κτήνη καὶ ἁμάξας. ὁδεύων δὲ ἐθαύμαζε τὰ ποικίλα ὄρη τῆς κρυσταλλο φόρου τὰ φθάνοντα μέχρι τῶν οὐρανίων νεφῶν καὶ τὰ δένδρα τὰ ὑψιπέτηλα καρπῶν καταγέμοντα, οὐχ ὡς παρ´ Ἕλλησιν, ἀλλ´ ὡς ἴδια θαύματα. μηλέαι γὰρ ἦσαν χρυσίζουσαι . . . ὥσπερ τῶν παρ´ Ἕλλησι κιτρίων, καὶ βότρυες σταφυλῆς, ὡς μὴ δύνασθαι δραγμὸν ἕνα χωρῆσαι, καὶ ῥοιαὶ 〈τὸ〉 τῶν βαλάνων ἔχουσαι περίμετρον ὡς πεπόνων μεῖζον. πλεῖστοι δὲ δράκοντες περὶ τὰ δένδρα ἐνειλοῦντο καὶ σαῦροι ἰχνευμόνων μείζονες πίθηκοί τε οὐδὲν ἀποδέοντες τῶν παρ´ Ἕλλησιν ἄρκτων ἄλλα τε ζῷα μυρία ποικίλα τῇ χροᾷ καὶ ξένα τῇ μορφῇ. ἔνιοι δὲ ἦσαν τόποι ἔνθεοι καὶ κοῖλοι πετρώδεις καταβάσεις ἔχοντες. εἶπεν ὁ Κανδαύλης· ‘Ἀντίγονε, τὰ ὧδε θεῶν οἰκητήρια καλεῖται, καὶ πολλάκις ἐν τούτοις τοῖς σπηλαίοις ὁρῶνται ἐπὶ κλιντηρίων θεοὶ τῷ αὐτοὺς καλέσαντι βασιλεῖ. ὥστε ἐὰν θέλῃς ἆρον σπονδὴν καὶ ποίησον θυσίαν ἐν τοῖς τόποις, καὶ φανήσονταί σοι.’ καὶ ὁ μὲν Κανδαύλης οὕτως εἶπε. καὶ τὴν πορείαν ἐποιοῦντο καὶ ἔφθασαν εἰς τὰ βασίλεια, καὶ ὑπήντησαν αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἡ μήτηρ. καὶ ὡς ἔμελλον περιπλέκεσθαι αὐτῷ, ὁ Κανδαύλης εἶπεν· ‘οὐ πρότερον ἐμοὶ περιπλακήσεσθε, ἀδελφοί, εἰ μὴ ἂν τὸν σωτῆρά μου γενόμενον καὶ τῆς γυναικός μου εὐεργέτην ἀσπάσησθε, Ἀντίγονον ἄγγελον βασιλέως Ἀλεξάνδρου.’ οἱ δὲ εἶπον· ‘τί σοι παρέσχε σωτήριον’; ὁ δὲ διηγήσατο αὐτοῖς τὴν ἁρπαγὴν τῆς γυναικὸς τὴν γεναμένην ὑπὸ τῶν Βεβρύκων καὶ τὴν ἄλλην βοήθειαν, 〈καὶ〉 περιεπλάκησαν αὐτῷ οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ. λαμπρὸν δὲ καὶ βασιλικὸν γίνεται δεῖπνον.

[22] E   Τῇ δὲ ἑξῆς προῆλθεν ἡ Κανδάκη ἐν βασιλικῷ διαδήματι ἐμφαίνουσα ὑπερμεγέθη τὴν ἡλικίαν καὶ τὴν ὄψιν ἡμίθεον, ὡς δοκεῖν τὸν Ἀλέξανδρον ὁρᾶν τὴν ἑαυτοῦ μητέρα Ὀλυμπιάδα. ἔβλεπε δὲ τὰ βασίλεια λάμποντα χρυσορόφοις στέγεσιν καὶ πετρώδεσι τοίχοις. στρωμναὶ δὲ ἦσαν, σηρικῆς ὑφάσματα τέχνης, χρυσῷ δεδημιουργημέναι, κλιντῆρες δὲ οὐνιώνων καὶ βηρύλλων τὰς βάσεις ἔχοντες. τὰ δὲ ἀνάκλιντρα ἱμαντοδέτοις κολλήμασιν ἐπτυγμένα τράπεζαί τε ἐλεφαντίνοις ἥλοις ἡλωμέναι . . . ὥστε διὰ τὸ πλῆθος μὴ δυνηθῆναι ἀριθμεῖσθαι· ἅρματα δὲ δρεπανηφόρα τετορνευμένα ἐκ πορφυρίτου λίθου σὺν τοῖς ἡνιόχοις καὶ πώλοις, ὡς δοκεῖν αὐτοὺς εἰς δρόμον ὁρμᾶν, καὶ ἐλέφαντες ἐκ τοῦ ὁμοίου λίθου [χρώματος] γλυφέντες τοῖς ποσὶ συμπατοῦντες τοὺς πολεμίους καὶ ταῖς προβοσκίσιν εἱλίσσοντες τοὺς ἀντιδίκους· ὅλοι τε ναοὶ σὺν τοῖς κίοσιν ἐκ μιᾶς ψήφου γεγλυμμένοι, καὶ βαρβάρων θεῶν ἀγάλματα τοῖς ὁρῶσι μετά τινος φόβου ἐκφαίνοντα τὴν ὄψιν εἰς τὸ αἱματηρόν, δοκοί τε οὐρανομήκεις 〈εἰς〉 τὸ ὕψος ἐστεγασμένοι ὅσα πλάτανοι ἢ κυπάρισσοι· κατάρρυτος δὲ ποταμὸς χρυσοϋφὲς ὕδωρ διαβλύζων, ἄλλο γένος Πακτωλοῦ· καὶ † συγκείμενον δένδρον στιχηρὸν πίπερος ἤκμασεν ὀπώραν. Ταῦτα ὁρῶν ὁ Ἀλέξανδρος ἀπεθαύμαζε. καὶ ἦν συνέστιος τοῖς ἀδελφοῖς Κανδαύλου· παρεκάλει δὲ ὁ Κανδαύλης τὴν μητέρα καὶ ἠξίου διδόναι τῷ ἀγγέλῳ ἄξια τῆς αὐτοῦ φρονήσεως δῶρα καὶ ἀπολῦσαι 〈αὐτόν〉. τῇ δὲ ἑξῆς λαβοῦσα τῆς χειρὸς τὸν Ἀντίγονον Κανδάκη ἐδείκνυεν αὐτῷ κοιτῶνας διαυγεῖς ἐξ ἀερίτου λίθου, ὥστε τὸν ἥλιον διὰ τῶν μαρμάρων ὑπονοεῖν ἔνδοθεν ἀνατέλλειν· καὶ ἐν αὐτῷ δὲ τρίκλινος ἐξ ἀμιάντων ξύλων, ἅπερ ἐστὶν ἄσηπτα καὶ ἄκαυστα ἀπὸ πυρός. οἰκία δὲ ᾠκοδόμητο οὐ παγεῖσα τὸ θεμέλιον ἐπὶ τῆς γῆς, ἀλλὰ μεγίστοις τετραγώνοις [καὶ] ξύλοις πηχθεῖσα, ἐπὶ τροχῶν συρομένη ὑπὸ εἴκοσιν ἐλεφάντων· ὅπου δὲ ἐπορεύετο ὁ βασιλεὺς πόλιν πολεμῆσαι, εἰς αὐτὴν κατέμενεν. εἶπε δὲ ὁ Ἀλέξανδρος τῇ βασιλίδι Κανδάκῃ· ‘ταῦτα πάντα ἄξιον θαυμάζειν, εἰ παρὰ τοῖς Ἕλλησιν ἐτύγχανε καὶ οὐ παρὰ σοί, ὅτι καὶ ὄρη τοιαῦτα τυγχάνει ποικίλα’. παρωργίσθη Κανδάκη καὶ εἶπεν· ‘ἀληθῶς εἴρηκας, Ἀλέξανδρε.’ ὁ δὲ ἔκθαμβος γενόμενος τῷ ὀνόματι ἀπεστράφη. ἡ δὲ εἶπε· ‘τί ἀπεστράφης φωνηθεὶς Ἀλέξανδρος;’ ὁ δὲ εἶπεν· ‘ἐγώ, κυρία, Ἀντίγονος καλοῦμαι ἄγγελος Ἀλεξάνδρου’. — ‘κἂν Ἀντίγονος καλῇ, παρ´ ἐμοῦ βασιλεὺς Ἀλέξανδρος τυγχάνεις· ἄρτι δέ σοι δείξω.’ καὶ κατέχουσα αὐτὸν 〈τῆς χειρὸς〉 εἰσφέρει εἰς τὸν κοιτῶνα αὐτῆς καὶ εἶπεν· ‘ἐπιγινώσκεις τὸν σεαυτοῦ χαρακτῆρα; τί τρέμεις; τί τετάραξαι; ὁ Περσολέτης, ὁ Ἰνδολέτης, ὁ καθελὼν τρόπαια Μήδων καὶ Πάρθων νῦν χωρὶς πολέμων καὶ στρατείας ὑποχείριος ἐγίνου Κανδάκῃ βασιλίσσῃ· ὥστε γίνωσκε, Ἀλέξανδρε, ὅτι ὅστις δοκεῖ τῶν ἀνθρώπων φρονεῖν μέγα, ἄλλος μείζονα τούτου τὴν φρόνησιν σχῇ’. Ἐθυμαίνετο δὲ ὁ Ἀλέξανδρος καὶ ἔτριζε τοὺς ὀδόντας· εἶπεν ἡ Κανδάκη· ‘τί θυμαίνῃ; τί τρίζεις τοὺς ὀδόντας; τί δύνασαι ποιῆσαι;’ . . . ὁ δὲ εἶπεν· ‘ἐὰν εἶχον τὸ ξίφος μου, ἀνῄρουν σε πρώτην, ἵνα μὴ ὑπῆρχόν σοι ὑποταγείς, εἶτα 〈ἐμαυτόν, διότι〉 ἐμαυτοῦ προδότης ἐγενόμην’. ἡ δὲ εἶπε· ‘καὶ τοῦτο γενναῖον καὶ βασιλικόν. ἀλλὰ μηδὲν ἀγωνιάσῃς, Ἀλέξανδρε· ὡς γὰρ σὺ τὸ τέκνον μου καὶ τὴν γυναῖκα αὐτοῦ ἀπὸ τῶν Βεβρύκων ἔσωσας, κἀγώ σε οὕτω φυλάξω πρὸς τοὺς βαρβάρους μὴ εἶναι Ἀλέξανδρον. ἐὰν γὰρ γνῶσιν, ὅτι σὺ εἶ Ἀλέξανδρος, ἀναιροῦσί σε εὐθέως, ὅτι καὶ σὺ Πῶρον ἀνῄρηκας· ἡ γὰρ γυνὴ τοῦ βραχυτάτου μου υἱοῦ θυγάτηρ ἐστὶ τοῦ Πώρου. ὅθεν καλοῦ Ἀντίγονος· ἐγὼ γὰρ φυλάξω σου τὸ μυστήριον’.

[23] E   Ταῦτα εἰποῦσα συνεξῆλθεν αὐτῷ καὶ λέγει· ‘τέκνον Κανδαύλη καὶ θυγάτηρ Μάρπησσα, εἰ μὴ κατ´ εὔκαιρον εὑρήκειτε τὴν στρατιὰν Ἀλεξάνδρου, οὔτε ἐγὼ σὲ ἀπελάμβανον οὔτε σὺ τὴν γυναῖκά σου ηὕρισκες. ὥστε ἄξιοι γενώμεθα τοῦ ἀγγέλου Ἀλεξάνδρου καὶ δῶμεν αὐτῷ δωρεάς’. εἶπε δὲ ὁ υἱὸς αὐτῆς ὁ δεύτερος 〈Κάραγος〉. ‘ἔστω, μῆτερ· Ἀλέξανδρός μου διέσωσε τὸν ἀδελφὸν καὶ τὴν τούτου γυναῖκα· δῶμεν ὃ βούλει.’ ὁ δὲ τρίτος υἱὸς αὐτῆς εἶπε· ‘μῆτερ, ἀπόστα. 〈ἄχθεται〉 ἡ ἐμὴ γυνή, ἀναιρεθεὶς παρὰ Ἀλεξάνδρου ὁ πατὴρ αὐτῆς. καὶ αὐτὴ οὖν λυπῆσαι θέλει τὸν Ἀλέξανδρον καὶ τὸν ἐκείνου ἄγγελον ὑποχείριον ἔχουσα ὧδε ἀναιρῆσαι, τοῦτον τὸν Ἀντίγονον’. ἡ δὲ εἶπε· ‘καὶ τί σοι ὄφελος, τέκνον, ἐὰν τοῦτον ὧδε κολάσῃς; οὐδὲν μέλει Ἀλεξάνδρῳ, ἐὰν τοῦτον ὧδε ἀνέλῃς’. εἶπε δὲ ὁ Κανδαύλης· ‘ἀλλ´ ἐμοῦ οὗτος σωτὴρ ἐγένετο καὶ τῆς γυναικὸς καὶ δεῖ με τοῦτον σῶον ἐκπέμψαι πρὸς Ἀλέξανδρον’. ὁ δὲ εἶπεν· ‘οὐκοῦν καὶ ἡμεῖς ἕνεκα τούτου ὧδε συνάψωμεν πρὸς ἀλλήλους μάχην’. ὁ δὲ Κανδαύλης εἶπεν· ‘ἐγὼ μὲν οὐ θέλω· εἰ δὲ σὺ βούλει, ἑτοιμότερόν με εὑρήσεις’. ἡ δὲ Κανδάκη ἀγωνιάσασα περὶ τῶν τέκνων, μὴ ἔλθωσιν εἰς μάχην, καὶ λαβοῦσα τὸν Ἀλέξανδρον κατὰ μόνας εἶπεν· ‘πανταχοῦ φρενήρης γενάμενος οὐδεμίαν δύνασαι ἀφορμὴν εὑρεῖν φρενῶν, ὅπως μὴ διὰ σὲ πολεμήσωσί μου τὰ τέκνα;’ εἶπεν ὁ Ἀλέξανδρος· ‘〈Κάραγε καὶ σὺ〉 Κανδαύλη, ἐάν με ὧδε ἀναιρήσητε, οὐδὲν μέλει Ἀλεξάνδρῳ· οὐδὲ γὰρ οἱ ἄγγελοι τιμῆς τυγχάνουσι πρὸς μάχην. ὥστε εἰ καὶ ἐμὲ ὧδε ἀναιρήσητε, ἔχει ἄλλους ἀγγέλους πλείους ὁ Ἀλέξανδρος. εἰ δὲ βούλεσθε παρ´ ἐμοῦ τὸν ἐχθρὸν εὐάλωτον λαβεῖν Ἀλέξανδρον, ὑπόσχεσθέ μοι δωρεῶν τι μέρος δοῦναι ἐνταῦθα, ἵνα πρὸς ὑμᾶς καταμείνω καὶ ποιήσω ὧδε τὸν Ἀλέξανδρον παραγενέσθαι, ὡς ὑμῶν βουλομένων ἃς ἡτοιμάσατε αὐτῷ δωρεὰς κατ´ ὄψιν ἀποδοῦναι, καὶ τότε τὸν ἐχθρὸν ὑποχείριον λαβόντες ἑαυτοὺς ἐκδικήσαντες ἀναπαῆτε’. Ἐπείσθησαν οἱ ἀδελφοί· ἡ δὲ Κανδάκη θαυμάσασα τῶν φρενῶν τοῦ Ἀλεξάνδρου εἶπεν αὐτῷ κατ´ ἰδίαν· ‘Ἀλέξανδρε, εἴθε ἦς μου καὶ σὺ υἱὸς καὶ διὰ σοῦ πάντων τῶν ἐθνῶν κατεκράτουν· οὐ γὰρ πολέμῳ ἐχειρώσω τὰς πόλεις, ἀλλ´ ἀγχινοίᾳ πολλῇ.’ ἥσθη μὲν οὖν παρ´ αὐτοῖς δορυφορούμενος, ἐγκρατῶς τῆς Κανδάκης φυλαττούσης αὐτῷ τὸ μυστήριον. Μεθ´ ἡμέρας δὲ πορευομένου αὐτοῦ δίδωσιν ἡ Κανδάκη δῶρα βασιλικά, στέφανον ἀδαμάντινον πολυτάλαντον καὶ θώρακα δι´ οὐνιώνων καὶ βηρύλλων χλαμύδα τε ἀστεροφεγγῆ ὁλοπόρφυρον διὰ χρυσοῦ, καὶ ἐκπέμπει αὐτὸν μετὰ παραδοχῆς καὶ τῶν ἰδίων στρατιωτῶν.

[24] E   Ὁδοιπορήσας δὲ τεταγμένας ἡμέρας ἔφθασεν ἐπ´ ἐκεῖνον τὸν τόπον, ἔνθα ἐν σπηλαίῳ εἶπεν αὐτῷ ὁ Κανδαύλης θεοὺς διαιτᾶσθαι. θύσας δὲ τοῖς τόποις καὶ χοὰς σπεισάμενος εἰσῆλθεν ἔνδον μετὰ ὀλίγων στρατιωτῶν καὶ ὁρᾷ ὁμίχλην ἀστεροφεγγῆ στίλβοντά τε ὀροφώματα ἀστέρων βολαῖς, ἔξωθεν δὲ φαντασίαν εἰδώλων καὶ θροῦν σιγῇ δεδουλωμένον. καὶ ὁρᾷ τινας ἀνακειμένους ἀστράπτοντας ἐκ τῶν ὀφθαλμῶν ὡς φέγγη, ἕνα δὲ λέγοντα· ‘χαίροις Ἀλέξανδρε· οἶδάς με [τὸ] τίς εἰμι;’ ὁ δέ· ‘οὐ, κύριε’. ὁ δὲ † ναός· ‘ἐγώ εἰμι Σεσόγχωσις κοσμοκράτωρ βασιλεύς, συνδίαιτος [με] θεῶν γενόμενος· οὐ τοσοῦτον δὲ εὐτύχησα ὅσον σὺ † καὶ σχῇς ὄνομα ἀθάνατον’. ὁ δέ· ‘πῶς, κύριε;’ . . . εἶπε Σεσόγχωσις· ‘καλὸν μὲν θνητὸν ὄντα μὴ εἰδέναι, πότε τελευτᾷ· προσδεχόμενος γὰρ ἐκείνην τὴν ἡμέραν, ἀφ´ ἧς ἡμέρας ἔμαθεν, ἐτελεύτησε. τὸ δὲ ἐν ἀγνοίᾳ παθεῖν τοῦτο λήθην παρέχει τὸ μὴ ἔχειν κατὰ γνώμην, εἰ καὶ ὅλως τελευτᾷ. ἣν μέντοιγε κτίζεις πόλιν περιφανὴς πᾶσιν ἀνθρώποις ἔσται· πολλοὶ δὲ βασιλεῖς ἐπιβήσονται τῷ ἐδάφει σε προσκυνοῦντες ὡς θεόν. 〈οἰκήσεις δὲ αὐτὴν καὶ〉 θανὼν καὶ μὴ θανών· τάφον γὰρ ἕξεις αὐτὸς ἣν κτίζεις πόλιν’.

[25] E   Οὕτως εἰπόντος τοῦ ἀγγέλου ἐξέρχεται ὁ Ἀλέξανδρος· καὶ παραλαβὼν τοὺς 〈ἰδίους〉 τὴν ὁδοιπορίαν ἐποιεῖτο. ὑπήντησαν δὲ αὐτῷ οἱ σατράπαι καὶ ἔστεψαν αὐτὸν τῷ διαδήματι καὶ ἔδωκαν αὐτῷ τὴν βασιλικὴν ἐσθῆτα. καὶ τὴν πορείαν ἐπὶ Ἀμαζόνας ἐποιεῖτο· γενόμενος δὲ παρ´ αὐταῖς ἔπεμψεν αὐταῖς ἐπιστολὴν περιέχουσαν οὕτως· [Ἐπιστολὴ Ἀλεξάνδρου Ἀμαζόσιν.] ‘Βασιλεὺς Ἀλέξανδρος Ἀμαζόσι χαίρειν. τὴν μὲν πρὸς Δαρεῖον μάχην οἶμαι ὑμᾶς ἀκηκοέναι. ἐκεῖθεν δὲ εἰς τοὺς Ἰνδοὺς ἐστρατεύσαμεν καὶ εὑρόντες τοὺς † ἑπομένους αὐτῷ βασιλεῖς, ὄντας δὲ καὶ γυμνοσοφιστάς, καὶ λαβόντες φόρον παρ´ αὐτῶν ἀφήκαμεν ἐπὶ τῶν ἰδίων τόπων μένειν παρακαλέσαντας ἡμᾶς καὶ ἐν εἰρήνῃ τὴν χώραν κατεστήσαμεν, ὥστε ἡδέως ἡμᾶς προσδέξασθαι καὶ θυσίαν ὑπὲρ ἡμῶν ποιῆσαι. ἐκεῖθεν δὲ ἀναζεύγνυμεν πρὸς ὑμᾶς· ὑμεῖς οὖν συναντήσατε ἡμῖν· οὐ γὰρ ἐρχόμεθα κακοποιήσοντες, ἀλλ´ ὀψόμενοι τὴν χώραν, ἅμα δὲ καὶ ὑμᾶς εὐεργετήσοντες. ἔρρωσθε.’ Ταύτης τῆς ἐπιστολῆς ἀναγνωσθείσης γράφουσι καὶ αὐταί· [Ἐπιστολὴ Ἀμαζόνων Ἀλεξάνδρῳ.] ‘Ἀμαζόνων αἱ κράτισται . . . Ἀλεξάνδρῳ βασιλεῖ χαίρειν. γεγράφαμέν σοι, ὅπως εἰδῇς πρὸ τοῦ σε ἐπιβάλλειν ἐπὶ τοὺς τόπους, ἵνα μὴ ἀδόξως ἀναλύσῃς· διὰ τῆς ἐπιστολῆς διασαφοῦμέν σοι τὰ κατὰ τὴν χώραν ἡμῶν καὶ ἡμᾶς οὔσας σπουδαίας. ἐσμὲν γὰρ τοῦ Ἀμαζονικοῦ ποταμοῦ πέραν· οἰκοῦμεν δὲ ἐν νήσῳ· ἔστι δὲ τὸ περί μετρον αὐτῆς ἐνιαυτοῦ 〈πορεία〉. κύκλῳ δὲ ποταμὸς οὐκ ἔχων ἀρχήν· ἔστι δὲ μία πρόσοδος. ἐσμὲν δὲ αἱ κατοικοῦσαι παρθένοι ἔνοπλοι μυριάδες κʹ· ἄρσεν δὲ παρ´ ἡμῶν οὐδὲν ὑπάρχει· οἱ δὲ ἄνδρες πέραν τοῦ ποταμοῦ κατοικοῦσι τὴν χώραν νεμόμενοι. ἡμεῖς δὲ κατ´ ἐνιαυτὸν ἄγομεν πανήγυριν, ἱπποφονίαν θύουσαι τῷ Διὶ καὶ Ποσειδῶνι καὶ Ἡφαίστῳ ἐπὶ ἡμέρας λʹ . . . ὅσοι δὲ βούλονται διακορεῦσαί τινας ἐξ ἡμῶν, καταμένουσι πρὸς αὐτάς· καὶ τὰ θηλυκά, ὅσα ἂν τίκτωσι, γενόμενα ἑπτέτη διαβιβάζουσι πρὸς ἡμᾶς. ὅταν δὲ πολέμιοι ἐπιστρατεύωσι πρὸς ἡμᾶς, ἐκπορευόμεθα ἐφ´ ἵππων αἱ πλεῖσται μυριάδες κʹ· αἱ δὲ λοιπαὶ τὴν νῆσον φυλάττουσιν. καὶ ἐρχόμεθα εἰς συνάντησιν ἐπὶ τὰ ὅρια· οἱ δὲ ἄνδρες ὄπισθεν παρατεταγμένοι ἀκολουθοῦσιν. καὶ εἴ τις ἂν ἐν τῷ πολέμῳ τραυματίας γένηται . . . προσκυνεῖται † διὰ τῆς ἡμέρας ἐπίετε φρέκετε . . . συγγενείαις στέφανος ἀείμνηστος ὑπάρχει. εἴ τις δ´ ἂν πέσῃ ἐν τῷ πολέμῳ ὑπερμαχοῦσα, αἱ ἔγγιστα αὐτῆς χρήματα λαμβάνουσιν οὐκ ὀλίγα. ἐὰν δέ τις σῶμα ἀναγάγῃ τῶν ἐναντίων, πρόκειται ἆθλον χρυσοῦ καὶ ἀργύρου πλῆθος καὶ σίτησις διὰ βίου. ὥστε ἡμᾶς ἀγωνίζεσθαι ὑπὲρ τῆς ἰδίας δόξης. κἂν πολεμίων κρατήσωμεν ἢ φύγωσιν, αἰσχρὸν αὐτοῖς καταλείπεται εἰς ἅπαντα τὸν χρόνον· ἐὰν δὲ ἡμᾶς νικήσωσιν, ἔσονται γυναῖκας νενικηκότες. ὅρα οὖν βασιλεῦ, μὴ τὰ αὐτά σοι συμβήσεται. στεφανοῦμεν δέ σε κατ´ ἐνιαυτόν, ὅσον ἐὰν σὺ τάξῃς. βουλευσάμενος δὲ ἀντίγραψον ἡμῖν· εὑρήσεις δὲ ἡμῶν τὴν παρεμβολὴν ἐπὶ τῶν ὁρίων.’

[26] E   . . . [Ἐπιστολὴ Ἀλεξάνδρου Ἀμαζόσιν.] ‘Ἀλέξανδρος βασιλεὺς Ἁμαζόσι χαίρειν. τὰ τρία μέρη τῆς οἰκουμένης κεκυριεύκαμεν, καὶ οὐ διελίπαμεν τρόπαια κατὰ πάντων ἱστάντες. αἰσχρὸν οὖν ἡμῖν ἀπολειφθήσεται, ἐὰν μὴ στρατευσώμεθα ἐφ´ ὑμᾶς. εἰ μὲν οὖν θέλετε ἀπολέσθαι καὶ ἀοίκητον τὴν χώραν τὴν ἑαυτῶν γενέσθαι, μείνατε ἐπὶ τῶν ὁρίων. εἰ δὲ βούλεσθε εἰς τὴν ἰδίαν [πόλιν] οἰκεῖν καὶ μὴ πεῖραν πολέμου λαβεῖν, διαβᾶσαι τὸν ποταμὸν ὄφθητε 〈ἡμῖν〉. ὡσαύτως δὲ καὶ οἱ ἄνδρες ταξάτωσαν ἑαυτοὺς ἐν τῷ πεδίῳ. καὶ ἐὰν ταῦτα πράξητε, ὄμνυμι πατέρα ἡμῶν Δία καὶ Ἥραν καὶ Ἄρην καὶ Ἀθηνᾶν νικαφόρον μὴ ἀδικῆσαι ὑμᾶς. ἀλλὰ καὶ ὃν δἂν βούλεσθε φόρον λήψομαι παρ´ ὑμῶν, καὶ οὐκ ἐλευσόμεθα εἰς τὴν ὑμετέραν γῆν. ἃς δ´ ἂν κρίνητε, ἐφίππους ἐξαποστείλατε πρὸς ἡμᾶς· δίδομεν δὲ κατὰ μῆνα ἕκαστον ἑκάστῃ χρυσοῦ μνᾶς εʹ· μετὰ δὲ [τὸν] ἐνιαυ τὸν αὗται μὲν ἀπελεύσονται ἐπὶ τὰ ἴδια, ἑτέρας δὲ ἀποστείλατε. βουλευσά μεναι οὖν περὶ τούτων ἀντιγράψατε ἡμῖν. ἔρρωσθε.’ . . . Ἐπιστολὴ Ἀμαζόνων Ἀλεξάνδρῳ. ‘Ἀμαζόνων αἱ κράτισται καὶ ἡγούμεναι βασιλεῖ Ἀλεξάνδρῳ χαίρειν. διδόαμέν σοι ἐξουσίαν ἐλθεῖν πρὸς ἡμᾶς καὶ θεάσασθαι ἡμῶν τὴν χώραν. τασσόμεθα δέ σοι διδόναι κατ´ ἐνιαυτὸν χρυσοῦ τάλαντα ρʹ καὶ τὰς κρατίστας φʹ ἐξαπεστάλκαμέν σοι εἰς συνάντησιν, φερούσας σοι τὰ χρήματα καὶ ἵππους γενναίους ρʹ. αὗται ἔσονται παρὰ σοὶ τὸν ἐνιαυτόν· εἴ τις δ´ ἂν διακορευθῇ ὑπὸ ἀλλογενοῦς, ἔσται ὡς τὰ πάτρια ἐκβεβηκυῖα. γράψον δὲ ἡμῖν, ὅσαι ἂν παρὰ σοὶ καταμενοῦσι, τὰς δὲ λοιπὰς ἐξαποσιείλας λήψῃ ἄλλας. πειθαρχοῦμεν δέ σοι καὶ παρόντι 〈καὶ ἀπόντι〉· ἀκούομεν γάρ σου τὴν ἀρετὴν καὶ ἀνδραγαθίαν· ἡμεῖς γάρ ἐσμεν 〈οὐδὲν〉 παρὰ τὴν οἰκουμένην πᾶσαν, ἣν ἐπελήλυθας, ὥστε [σοι] ἀντι ποιεῖσθαι πραγμάτων· ἐδόκει δὲ ἡμῖν καὶ ἐπὶ τῆς ἰδίας οἰκεῖν πειθαρχούσας.’ 〈Ταῦτα δὲ συντάξας τὴν ὁδοιπορίαν ἐποιεῖτο εἰς τὴν Πρασιακὴν γῆν. σφόδρα δὲ εἰς ἀθυμίαν ἦλθον οἱ στρατιῶται· θέρους γὰρ μεσάζοντος Ζεὺς οὐκ ἐπαύσατο ὕων ἡμέρας τεσσαράκοντα, ὥστε τοὺς τῶν ἀσπίδων ἀναφορέας ὑπὸ τοῦ ὕδατος σήπεσθαι, ἔτι δὲ καὶ τοὺς τῶν ἵππων χαλινούς. καὶ πολλοὶ τῶν πεζῶν τοὺς πόδας διαβεβρεγμένοι ἐτρώθησαν διὰ τὴν ἀνυποδησίαν. μόλις δὲ παυσαμένου τοῦ ὑετοῦ καῦμα ἐγένετο τοσοῦτον, ὥστε μηδένα δύνασθαι φέρειν· ἐγένοντο δὲ καὶ βρονταὶ μέγισται καὶ ἀστραπαὶ ἔπιπτον πυκναί, ὥστε φωνὰς περιτρέχειν † ὑπὸ τῶν στρατιωτῶν. μέλλων δὲ διαβαίνειν τὸν Ὕπανιν ποταμὸν ἐπυνθάνετο τῶν ἐγχωρίων περὶ τοῦ πλήθους τῆς τοῦ βασιλέως δυνάμεως, ὃς πέραν ἦν ἐν τῇ Πρασιακῇ γῇ. ἦν δὲ αὕτη παρὰ τὸν ὠκεανόν. καὶ εἶπον αὐτῷ οἱ ἐγχώριοι, ὅτι εἰσὶν αὐτοῦ ἐλέφαντες ἐπὶ φάτνῃ πεντακισχίλιοι καὶ ἅρματα μύρια καὶ ἀνθρώπων πολλαὶ μυριάδες. ταῦτα ἀκούσας ὁ φρενήρης Ἀλέξανδρος προνομεύσας τὴν παραποταμίαν καὶ τὴν ἄλλην χώραν τῶν Ἰνδῶν καὶ οὕτω βωμοὺς κτίσας ἐμπύρους διὰ τοῦ στρατεύματος αὐτοῦ θυσίας τοῖς θεοῖς ἐτελείωσεν. Παρέλαβε δὲ γράμματα παρὰ τοῦ σοφοῦ Ἀριστοτέλους περιέχοντα οὕτως· ‘Ἀριστοτέλης βασιλεῖ Ἀλεξάνδρῳ χαίρειν. ἀπορῶ σφόδρα ζητῶν, τί πρῶτον, 〈τί〉 ἔπειτα, τί ἔσχατον καταλέξω. ὁ γὰρ Ζεὺς μαρτυρεῖ καὶ ὁ Ποσειδών, ὅτι τῶν εὐτυχῶν 〈σου〉 καὶ ἐπιφανῶν καὶ περιφήμων ἔργων πρῶτον τοῖς θεοῖς πᾶσι καὶ θεαῖς χάριν ἔχω. πάντα γὰρ ἀγῶνα καὶ ἆθλον καὶ κίνδυνον ὑποδεξάμενος ἐν οὐδενὶ κατελήφθης. ἐν γὰρ τῇ τῶν Ἰνδῶν χώρᾳ δὶς καὶ πλεονάκις εἰς χειμῶνας εἰσπεσὼν διεσώθης· εἰς δὲ ἐκείνην τὴν χώραν ἐάν τις εἰσελθεῖν τολμήσῃ, ἐπιφανῶν καὶ θαυμαστῶν ἔργων δόξαν λήψεται. στρατηγίας γὰρ γενναῖος ἀγωνιστὴς ὢν ῥᾳδίως γιγνώσκεται, καὶ Νέστωρ τὴν βουλήν, καὶ ἐν τῇ μάχῃ γενναῖός τις Ὀδυσσεύς,
ὃς πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω.
λέγω γάρ σοι, ἃ περὶ τριάκοντα ἔτη πέπρακται· περὶ οὗ λέγουσιν· ’Ἀλεξανδρος ὁ Μακεδὼν ἀπὸ δυσμῶν εἰς ἀνατολὴν ἦλθε, καὶ γηθοσύνως αὐτὸν παρέλαβον οἱ Αἰθίοπες καὶ οἱ Σκύθαι
οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ´ ἀνιόντος.
ἄλλοι δέ, οἳ ἐτόλμων ἀντιτάσσεσθαί σοι, καὶ αὐτοὶ ἔπεμψαν δεόμενοι, ὅπως φίλος αὐτοῖς γένῃ. εὖγε, βασιλεῦ ἰσόθεε, ἔρρωσο.‘ Ἀναλαβὼν δὲ τὸ στράτευμα ἦλθε καὶ ἐπορεύθη εἰς Βαβυλῶνα· καὶ παραγενόμενος ἐκεῖ λαμπρῶς ἐτιμήθη καὶ θυσίας προσήνεγκε τοῖς θεοῖς καὶ ἀγῶνα γυμνικὸν καὶ μουσικὸν ἐτέλεσεν.〉

Following chapters (27-35) →


Attalus' home page   |   02.06.15   |   Any comments?