back

Alexander Romance, Book 3

  ( chapters 1-17 )

Based on the oldest recension ( α ), as edited by W.Kroll (1926). Click on the E symbols to go to an English translation of each chapter.


[1] E   Πολλὴν ἔρημον ὁδεύσας καὶ τόπους ἀνύδρους καὶ φαραγγώδεις νάπας [τε] ἔκαμνε μετὰ τῶν στρατευμάτων, ὡς τοὺς ἐξάρχους αὐτῶν λέγειν· ‘Ἀρκετῶς ἔχομεν μέχρι Περσῶν ποιήσασθαι τὸν πόλεμον καὶ ὑποτάξαι Δαρεῖον ὡς ἀπαιτοῦντα τοὺς Ἕλληνας φόρους. τί ἄρτι κάμνομεν πορευόμενοι πρὸς Ἰνδοὺς εἰς θηριώδεις τόπους μὴ προσήκοντας τῇ Ἑλλάδι; ἐὰν Ἀλέξανδρος τῇ ἰδίᾳ μεγαλοφροσύνῃ πολεμιστὴς τυγχάνῃ καὶ τὰ τῶν βαρβάρων ἔθνη θέλῃ ὑποτάσσειν, τί αὐτῷ ἡμεῖς ἀκολουθοῦμεν; πορευέσθω μόνος καὶ πολεμείτω, μὴ καὶ ἡμᾶς συναπαγέσθω συμμάχους ἑαυτοῦ τοὺς καμόντας ἐν τοσούτοις πολέμοις 〈καὶ〉 κεκμηκότας ἤδη ταῖς πολλαῖς μάχαις καὶ τοῖς ἐπαλλήλοις 〈κινδύνοις〉.’ πίπτοντες δὲ ἐπὶ τὸ ἔδαφος ὠδύροντο τά τε ὅπλα ἐπεδείκνυον τεθραυσμένα καὶ δεδαπανημένα ἐσθῆτάς τε τριβείσας ἠμφιεσμένας. δώδεκα γὰρ ἔτη διήνυον [τὸ] τοῖς πολέμοις 〈καὶ〉 κατηριθμοῦντο οἱ μὲν ἀδελφοὺς ἀπολωλότας, οἱ δὲ υἱούς, οἱ δὲ πατέρας. Ἀκούσας ταῦτα ὁ Ἀλέξανδρος καὶ ἐκκλησιάσας καὶ στήσας 〈τὸ〉 Περσικὸν στράτευμα χωρὶς καὶ τὸ Μακεδονικὸν μετὰ τῶν ἄλλων Ἑλλήνων εἶπεν· ‘Ἄνδρες συστρατιῶται καὶ σύμμαχοι, Μακεδόνες καὶ οἱ ἄλλοι Ἕλληνες (οὗτοι γὰρ οἱ Πέρσαι πολέμιοι ἡμῖν ἐγένοντο)· εἰ [δὲ] διετάξατέ με μόνον πορεύεσθαι πρὸς τοὺς βαρβάρους . . . τοῦτο μέντοιγε ὑμᾶς ὑπομιμνήσκω, ὅτι κἀκείνους τοὺς πολέμους ἐγὼ μόνος ἐνίκησα καὶ ὅσους βούλομαι λαβεῖν πάλιν τῶν βαρβάρων μόνος νικήσω. ἓν γάρ μου σοφὸν βούλημα πρὸς μάχην τὰς ὑμῶν ἁπάντων ψυχὰς θαρσύνει ἤδη ἀδρανούντων πρὸς τὰ Δαρείου πλήθη. οὐκ ἐγὼ πρῶτος τῆς στρατείας ἐν ταῖς μάχαις ὑπερήσπιζον; οὐκ ἐγὼ ἐμαυτοῦ ἄγγελος εἰσῆλθον πρὸς Δαρεῖον; οὐ παρεβολευσάμην 〈ἐν〉 τοῖς κινδύνοις; εἶτα δὲ πορεύεσθε εἰς Μακεδονίαν μόνοι διασώζοντες αὑτούς, μὴ ἀμφισβητοῦντες πρὸς ἀλλήλους, ἵνα μάθητε ὡς οὐδὲν δύναται στρατιὰ δίχα φρονήματος βασιλέως.’ Οὕτως αὐτοῦ εἰπόντος ἱκέτευον αὐτὸν παῦσαι τῆς ὀργῆς, ἔχειν δὲ αὐτοὺς συμμάχους μέχρι τέλους. ἐπέτρεψε δὲ τοῖς γεγηρακόσιν ἀπιέναι ἀποπεμψάμενος αὐτούς· ἐπέστειλε δὲ τοῖς Ἕλλησιν, ὅπως ἀκμαζόντων ἀνδρῶν στρατὸν πέμψωσιν αὐτῷ.

[2] E   Καὶ μεθ´ ἡμέρας εἰς τοὺς τῆς Ἰνδικῆς 〈ὅρους〉 ἐγένοντο· ὑπήντησαν δὲ αὐτῷ γραμματηφόροι Πώρου καὶ ἐπέδωκαν αὐτῷ [τὰ] γράμματα. ὁ δὲ ἀνεγίνωσκεν οὕτως· [Ἐπιστολὴ Πώρου βασιλέως Ἰνδῶν Ἀλεξάνδρῳ.] ‘Βασιλεὺς Πῶρος Ἰνδῶν Ἀλεξάνδρῳ τῷ τὰς πόλεις λεηλατοῦντι προστάττω. ἄνθρωπος ὢν τί δύνασαι πρὸς θεόν; τί δέ; τὸ τῶν Περσῶν εὐτύχημα ἀπολέσας, ἀσθενεστέροις συμβαλὼν εἰς μάχην, δοκεῖς σεαυτῷ σθεναρώτερος ἑτέρων εἶναι; ἐγὼ γὰρ ἀήττητός εἰμι, οὐ μόνον ἀνθρώπων βασιλεὺς ὤν, ἀλλὰ καὶ θεῶν· παρόντα γὰρ ὃν λέγουσι Διόνυσον ἀπήλασαν τῇ ἰδίᾳ δυνάμει οἱ Ἰνδοί. ὥστε οὐ μόνον συμβουλεύω σοι, ἀλλὰ καὶ κελεύω [σοι] διὰ τάχους ἀπαίρειν εἰς τὴν Ἑλλάδα. οὔτε γὰρ ἐκφοβήσει με ἡ πρὸς Δαρεῖον μάχη οὔτε ἡ τῶν ἄλλων ἐθνῶν . . . ὅσα κατὰ τὴν ἐκείνων ἐγένετο ἀδράνειαν τυχηρῶς· σὺ δὲ δοκεῖς σθεναρὸς ὑπάρχειν. εἰ γὰρ χρείαν εἴχομεν τῆς Ἑλλάδος, πάλαι ἂν [σε] πρὶν Ξέρξου κατεδουλώσαμεν αὐτήν· . . . καὶ παρ´ αὐτῇ μηδενὸς ὄντος ἀξίου βασιλικῆς θεωρίας οὐκ ἐπετράπημεν . . . πᾶς γὰρ τὸ κρεῖττον ἐπιθυμεῖ ἔχειν, οὐ τὸ ἔλαττον. ὥστε οὖν ἰδοὺ τρίτον σοι λέγω· σύστρεφε καὶ ὧν μὴ δύνασαι ἄρχειν μὴ ἐπιθύμει.’ Οὕτω δημοσίᾳ ἀναγνοὺς ὁ Ἀλέξανδρος εἶπεν· ‘ἄνδρες συστρατιῶται, μὴ πάλιν ὑμᾶς ταράσσει τὰ ἀναγνωσθέντα Πώρου γράμματα; μνήσθητε οὖν καὶ ὧν Δαρεῖος ἔγραφεν· ἀληθῶς μία φρόνησις ἦν τοῖς βαρβάροις ἡ ἀναισθησία. ὥσπερ γὰρ τὰ παρ´ αὐτοῖς ζῷα, τίγρεις καὶ παρδάλεις, λέοντες καὶ ἐλέφαντες γαυρούμενοι τῇ περὶ αὐτὰ γενναιότητι καὶ τῇ ποικιλίᾳ τοῦ σώματος ῥᾳδίως ὑπὸ ἀνθρωπίνης φρονήσεως κυνηγοῦνται, οὕτως καὶ οἱ βασιλεῖς τῶν βαρβάρων γαυρούμενοι τῷ πλήθει τῆς στρατιᾶς ῥᾳδίως ὑπὸ τῆς φρονήσεως τῶν Ἑλλήνων χειροῦνται.’ Οὕτως ἀποφηνάμενος καὶ θαρσύνας τὴν στρατείαν ἀντιγράφει ἐπιστολὴν Πώρῳ οὕτως· ‘Βασιλεὺς Ἀλέξανδρος βασιλεῖ Πώρῳ χαίρειν. ἔτι προθυμοτέρους ἡμᾶς ἐποίησας εἰς μάχην σοι ὀτρυνθῆναι, λέγων τὴν Ἑλλάδα μηδὲν ἄξιον ἔχειν τῆς Ἰνδῶν χώρας, ὑμᾶς δὲ τοὺς Ἰνδοὺς πάντα κεκτῆσθαι. οἶδας δὲ ὡς πᾶς ἄνθρωπος τὸ κρεῖττον ἐπιθυμεῖ· ἐπεὶ οὖν οἱ Ἕλληνες ταῦτα οὐκ ἔχομεν, ὑμεῖς δὲ οἱ βάρβαροι ταῦτα κέκτησθε, ἐπιθυμοῦντες τῶν κρειττόνων οἱ Ἕλληνες ἤλθομεν ἀφ´ ὑμῶν αὐτὰ κεκτῆσθαι. γράφεις δέ μοι σεαυτὸν καὶ θεῶν εἶναι βασιλέα, ὥστε καὶ τῶν θεῶν μείζονά σε δύνασθαι. ἐγὼ μὲν οὖν ὡς πρὸς ἄνθρωπον κομπηγόρον καὶ βάρβαρον συμβάλλω τὸν πόλεμον, οὐχ ὡς πρὸς θεόν. θεοῦ γὰρ μίαν πανοπλίαν οὐ δύναται ὑπενεγκεῖν ἡ σύμπασα οἰκουμένη, ἀστραπῆς φωτισμὸν ἢ κεραυνοῦ κτύπον. ὡς οὖν σὲ οὐ θαμβοῦσιν τὰ ὑπ´ ἐμοῦ πολεμηθέντα ἔθνη, οὐδὲ ἐμὲ δειλαίνουσιν οἱ σοῦ κομπώδεις λόγοι.’

[3] E   Οὕτως γράψας ἐκπέμπει· Πῶρος δὲ ὠτρύνθη ἀναγνοὺς τὰ γράμματα 〈καὶ〉 συνάγει τὰ πλήθη καὶ πλείστους ἐλέφαντας καὶ ἕτερα γενναῖα θηρία, ἅτινα συνεμάχοντο τοῖς Ἰνδοῖς. ὡς δὲ ἦλθον ἐγγὺς οἱ Μακεδόνες καὶ Πέρσαι καὶ ἑώρων τὴν παράταξιν τοῦ πολέμου, ἐφοβήθησαν οὐ τοὺς ὄχλους, ἀλλὰ τοὺς θῆρας. ἐκεῖ μὲν οὖν ἐδειλάνθη καὶ ὁ Ἀλέξανδρος ὁρῶν τὸ ξένον τῶν θηρίων· ἀνθρώποις γὰρ ἔθος εἶχε μάχεσθαι. πολλὰ οὖν ἐν ἑαυτῷ σκεψάμενος καὶ ἐξετάσας τὸν ἴδιον λογισμόν, πῶς δεῖ τοὺς θῆρας φονεῦσαι ἢ ἀποδιῶξαι, ποιεῖ [δὲ] τί ὁ φρενήρης Ἀλέξανδρος; οὓς γὰρ εἶχε χαλκέους ἀνδριάντας, τούτους κελεύει πυρωθῆναι ἐπιμελέστατα καὶ διὰ σιδηρέων ἐργαλείων παραβληθῆναι τοῖς θηρίοις 〈ἐν〉 τῇ συμβολῇ τῆς μάχης. καὶ δὴ τῆς ὁρμῆς γενομένης ἐπεπήδων τὰ θηρία καὶ τῇ ὁρμῇ ἐδράσσοντο τῶν ἀνδριάντων καὶ ἀνῆπτον τὰ στόματα αὐτῶν. καὶ οὕτως τὴν ὁρμὴν τῶν θηρίων κατεπράϋνεν ὁ νουνεχὴς Ἀλέξανδρος. Οἱ δὲ Πέρσαι μᾶλλον καταδυναστεύουσι τοὺς Ἰνδοὺς καὶ τούτους ἀπεδίωκον τοξοβολίαις καὶ ἱππομαχίαις· πολλὴ δὲ αὐτῶν γίνεται μάχη ἀναιρούντων καὶ ἀναιρουμένων. πίπτει δὲ ὁ Ἀλεξάνδρου ἵππος ὁ Βουκέφαλος διαληφθεὶς ὑπὸ τοῦ Πώρου, καὶ ἐξησθένησε τὴν γνώμην· τούτου δὲ γενομένου ἀμελήσας τῆς μάχης αὐτὸς ἑαυτῷ ἔσυρε τὸν ἵππον, μὴ ἀρθῇ ὑπὸ τῶν πολεμίων.

[4] E   Κεʹ οὖν ἡμέρας ἔμειναν πολεμοῦντες καὶ ἔκαμνεν τὸ Ἀλεξάνδρου στράτευμα, ὥστε αὑτοὺς παραδιδόναι. νοήσας ὁ Ἀλέξανδρος σιγὴν κελεύει γενέσθαι καὶ ἀπεφήνατο πρὸς Πῶρον· ‘Πῶρε, οὐκ ἔστι τοῦτο βασιλέως δύναμις, ἐὰν εἰκῇ τὸ στράτευμα ἀπόληται, ἀλλὰ γενναιότης τοῦ ἰδίου σώματος, ἐὰν ἑκάτερος ἡμῶν ἔλθῃ εἰς μονομαχίαν περὶ τῆς βασιλείας.’ ἐχάρη ὁ Πῶρος ἐπὶ τούτῳ καὶ ὑπέσχετο μονομαχῆσαι, ὁρῶν τὸ σῶμα τοῦ Ἀλέξάνδρου μὴ ἀναλογοῦν πρὸς τὸ ἑαυτοῦ σῶμα· ἦν γὰρ ὁ Πῶρος πηχῶν εʹ, ὁ δὲ Ἀλέξανδρος πηχῶν γʹ. ἐπεὶ οὖν ἐστάθησαν ἐναντίον ἀλλήλων καὶ ἑκατέρων τὰ πλήθη ἀνεκρίνοντο, ἐξαίφνης θροῦς γίνεται εἰς τὸ τοῦ Πώρου στρατόπεδον. ὡς οὖν ὁ Πῶρος πτυρεὶς ἀπεστράφη, ὁ Ἀλέξανδρος κυλλάνας ἑαυτοῦ τοὺς πόδας ἐπήδησεν εἰς αὐτὸν καὶ ὑποτιθεὶς τὸ ξίφος ὑπὸ τὸν βουβῶνα πάραυτα ἀναιρεῖ τὸν Πῶρον. Ἤρξαντο δὲ αἱ στρατιαὶ πρὸς ἄλληλα πολεμεῖν· καὶ ὁ Ἀλέξανδρος εἶπεν· ‘Τάλανες Ἰνδοί, τίνι πολεμεῖτε τοῦ βασιλέως ὑμῶν ἀναιρεθέντος;’ Οἱ δὲ εἶπον· ‘Ἵνα μὴ καὶ ἡμεῖς αἰχμαλωτισθῶμεν.’ Ὁ δὲ εἶπεν· ‘Παύσασθε πολεμοῦντες καὶ εἰσέρχεσθε εἰς τὴν ἑαυτῶν πόλιν· οὐ γὰρ ὑμεῖς πρὸς τὸ στρατόπεδόν μου ἐπολεμήσατε, ἀλλὰ Πῶρος.’ Ταῦτα εἶπεν, ὅτι οὐκ ἀνηλόγει τὸ στράτευμα αὐτοῦ πρὸς τοὺς Ἰνδούς. κελεύσας δὲ θάπτεσθαι τὸν Πῶρον βασιλικῶς καὶ τὰ τίμια πάντα βαστάξας τὴν ὁδοιπορίαν ἐποιεῖτο. [Ὑπετάξατο δὲ ὁ Ἀλέξανδρος καὶ τοὺς λοιποὺς τόπους τῆς Ἰνδικῆς βασιλείας, ἐχειρώσατο δὲ καὶ τοὺς ὑπὸ Παυσανίαν Ἰνδούς. ἰδὼν δὲ καὶ Ἀόρνην καλουμένην ἔχουσαν τὸ ὕψος εʹ σταδίων, Ἀόρνην λεγομένην διὰ τὸ μηδὲ ὀρνέοις ἐπιβατὴν εἶναι . . . ἐπὶ τὴν Ἀόρνην ταύτην καὶ ὁ Διόνυσος στρατευσάμενος ἠδυνάτησεν ἑλεῖν, ὁμοίως δὲ καὶ Ἡρακλῆς διὰ τὸ ὕψος καὶ διὰ τὴν ὀχυρότητα. εἷλεν δὲ ὁ Ἀλέξανδρος αὐτὴν τρόπῳ τοιῷδε. ἐκελεύσατο κατασκευασθῆναι πασσάλους σιδηροῦς καὶ τούτους ἐμπαγῆναι εἰς τοὺς κρημνούς, δι´ ὧν ἀναβαίνοντες οἱ Μακεδόνες † ὠχυρωμένοι τοῖς ὑπερμαχομένοις Ἰνδοῖς ἴσχυσαν καταλαβέσθαι τὴν πέτραν. καὶ τὴν μὲν Ἀόρνην οὕτω κατελάβετο. Ἐπεὶ δὲ ταῦτα ἐχειρώσατο, ἀκούων ἐν τοῖς 〈τοῦ〉 Ὑδάσπου ποταμοῦ βασιλεύοντά τινα πρὸς ταῖς ἀνατολαῖς τοῦ ἡλίου, ἔχοντα [μὲν] πολὺ πλῆθος στρατοῦ καὶ ἐλεφάντων, ἐβούλετο καὶ ἐπ´ ἐκείνους στρατεύειν. προσκαλεσάμενος οὖν τοὺς Μακεδόνας παρακαλεῖ, ὅπως σὺν αὐτῷ καὶ ἐπὶ τοῦτον στρατεύσωνται. ἦν δὲ ὁ Ἀλέξανδρος τολμηρότερος καὶ παραβολώτερος. ἔνθεν 〈δέ〉 τις καταμάθῃ τὴν εὐτολμίαν μάλιστα αὐτοῦ, ἦν πόλις τῆς Ἰνδικῆς, εἰς ἣν πολλοὶ πεφευγότες ἐκ τῶν ἄλλων πόλεων ἐληλύθεισαν ὡς ἂν μεγίστην καὶ ὀχυρωτάτην. προσεβάλλετο οὖν ὁ Ἀλέξανδρος καὶ ταύτην ἐπολέμει. ἐπειδὴ δὲ προσετέθησαν κλίμακες, ἐκλάσθησαν καὶ ἐκωλύθησαν οἱ Μακεδόνες ὑπερβῆναι εἰς τὴν πόλιν· μονὰς δὲ ἔμενεν ἡ τοῦ Ἀλεξάνδρου. συνιδὼν δὲ ὁ Ἀλέξανδρος τὸ γενόμενον εἰσῆλθεν εἰς τὴν πόλιν μετὰ δύο φίλων Πευκέστου καὶ Πτολεμαίου· οἱ δὲ ἐν τῇ πόλει θεωρήσαντες ὥρμησαν πρὸς αὐτόν. ἐν [μὲν] τούτῳ ὁ μὲν Πευκέστης καὶ Πτολεμαῖος παραστάντες αὐτῷ ἀπεμάχοντο, περὶ πλείονος ποιούμενοι τὴν τοῦ βασιλέως σωτηρίαν τῆς ἰδίας. ὁ δὲ Ἀλέξανδρος γενναίως ἀγωνιζόμενος ἐτρώθη ὑπὸ τὸν μαζόν· οἱ δὲ Μακεδόνες αἰσθόμενοι τὸ γεγονὸς καὶ ὑπερπηδήσαντες τὰς πύλας ἀνέρρηξαν, εἰσδραμόντες δὲ εἰς τὴν πόλιν ἅπαντας ἀνῄρουν, μὴ φειδόμενοι μήτε τῶν γυναικῶν μήτε τῶν νηπίων, ταύτην ὑπὲρ τοῦ βασιλέως ποιούμενοι τὴν ἐκδίκησιν. οὕτως οὖν τῆς πόλεως παραληφθείσης παρῄνουν τὸν Ἀλέξανδρον οἱ Μακεδόνες μὴ φιλονεικίαν δεινῶς ἔχειν μηδὲ παραβολεύεσθαι.]

[5] E   Μετὰ δὲ ταῦτα τὴν ὁδοιπορίαν πρὸς Ὀξυδράκας ἐποιεῖτο οὐχ ὡς ὄντας πολεμιστάς, ἀλλ´ ὡς γυμνοσοφιστὰς εἰς καλύβας καὶ εἰς κατάγαια καταμένοντας. οἱ δὲ γράφουσιν αὐτῷ ἐπιστολήν· ‘Βραχμᾶνες γυμνοσοφισταὶ Ἀλεξάνδρῳ ἀνθρώπῳ ἐγράψαμεν. εἰ μὲν πρὸς ἡμᾶς παραγίνῃ πολεμήσων, οὐδὲν ὀνήσῃ· τὶ γὰρ 〈παρ´〉 ἡμῶν βαστάσαι οὐκ ἔχεις. εἰ δὲ θέλεις ὅσα ἔχομεν, οὐ δέεται ταῦτα 〈τοῦ〉 πολεμῆσαι· σοὶ γὰρ ἕπεται πολεμεῖν, ἡμῖν δὲ φιλοσοφεῖν.’

[6] E   Οὕτως ὁ Ἀλέξανδρος ἀναγνοὺς εἰρηνικῶς πρὸς αὐτοὺς πορεύεται καὶ ὁρᾷ πάντας γυμνοπεριβόλους. ἐξετάζει οὖν· ‘Τάφους οὐκ ἔχετε;’ οἱ δὲ εἶπον· ‘Τοῦτο τὸ χώρημα, ὅπου μένομεν, ἔστιν ἡμῶν . . .’ καὶ στραφεὶς ἑτέρῳ εἶπε· ‘τίνες πλείονες, ἐκεῖνοι οἱ τελευτήσαντες ἢ οἱ ζῶντες;’ καὶ ἀπεκρίθησαν· ‘οἱ μὲν τελευτήσαντες πλείονες, ἀλλὰ μὴ μέτρει τοὺς μηκέτι ὄντας· οἱ γὰρ ὁρώμενοι πλείονές εἰσι τῶν μηκέτι φαινομένων.’ καὶ ἑτέρου ἐπύθετο· ‘τί ἰσχυρότερον, θάνατος ἢ ζωή;’ εἶπεν· ‘ζωή, ὅτι ὁ ἥλιος ἀνατέλλων ἰσχυροτέρας τὰς ἀκτῖνας ἔχει, ἑσπέρας δὲ δύνων ἀσθενέστερος ὁρᾶται.’ εἶπε πάλιν· ‘τί πλεῖον, ἡ γῆ ἢ ἡ θάλασσα;’ εἶπεν· ‘ἡ γῆ· καὶ γὰρ αὐτὴ ἡ θάλασσα ἐπὶ τῆς γῆς ἵδρυται.’ ὁ δὲ εἶπε· ‘τί πάντων τῶν θηρίων πανουργότερον;’ καὶ εἶπεν· ‘ὁ ἄνθρωπος.’ . . . ἑτέρῳ ἔφη· ‘τίνα οὐ δυνάμεθα ψεύσασθαι, ἀλλὰ τὸν ἀληθινὸν λόγον αὐτῷ προσφέρομεν;’ — ‘θεόν· οὐ γὰρ δυνάμεθα ψεύσασθαι τὸν πάντα εἰδότα.’ . . . Εἶπεν αὐτοῖς· ‘τί θέλετε ἐξαιτήσασθαί με;’ οἱ δὲ εἶπον· ‘ἀθανασίαν.’ ὁ δὲ Ἀλέξανδρος εἶπεν· ‘ταύτην ἐγὼ οὐκ ἔχω τὴν ἐξουσίαν· καὶ γὰρ ἐγὼ θνητὸς ὑπάρχω.’ οἱ δὲ εἶπον· ‘τί τοίνυν θνητὸς ὑπάρχων τοσαῦτα πολεμεῖς; ἵνα πάντα ἄρας που ἀπενέγκῃς; σὺ πάλιν αὐτὰ ἑτέροις καταλείψεις.’ καὶ εἶπεν αὐτοῖς ὁ Ἀλέξανδρος· ‘ταῦτα ἐκ τῆς ἄνωθεν προνοίας διοικοῦνται, ἵνα ἡμεῖς [ὑμῖν] διάκονοι γενώμεθα τῆς ἐκείνων ἐπιταγῆς. οὐ γὰρ κινεῖται θάλασσα, εἰ μὴ πνεύσῃ ἄνεμος, οὐδὲ σαλεύεται δένδρα, εἰ μὴ ῥιπίζῃ πνεῦμα, οὐκ ἐνεργεῖται ἄνθρωπος εἰ μὴ ἐκ τῆς ἄνωθεν προνοίας. κἀγὼ δὲ παύσασθαι θέλω τοῦ πολεμεῖν, ἀλλ´ οὐκ ἐᾷ με ὁ τῆς γνώμης μου δεσπότης. εἰ γὰρ πάντες ὁμογνώμονες ἦμεν, ἀργὸς ἐτύγχανεν ὁ κόσμος, θάλασσα οὐκ ἐπλέετο, γῆ οὐκ ἐγεωργεῖτο, γάμοι οὐκ ἐπετελοῦντο, παιδοποιίαι οὐκ ἦσαν. πόσοι γὰρ ἐν τοῖς ὑπ´ ἐμοῦ γενομένοις πολέμοις ἐδυστύχησαν ἀπολέσαντες τὰ ἴδια, ἄλλοι δὲ ηὐτύχησαν ἐκ τῶν ἀλλοτρίων; πάντες γὰρ τὰ πάντων λαμβάνοντες ἑτέροις παραχωροῦμεν καὶ οὐδενὶ οὐδὲν ὑπάρχει.’ Οὕτως εἰπὼν ὁ Ἀλέξανδρος ἀπεχώρει . . .

[17] E   Καὶ γράφει ἐπιστολὴν Ἀριστοτέλῃ περὶ τῶν ἐνεστώτων αὐτῷ πραγμάτων. [Ἐπιστολὴ Ἀλεξάνδρου Ἀριστοτέλῃ,] Βασιλεὺς Ἀλέξανδρος Ἀριστοτέλῃ χαίρειν. τὸ συμβεβηκὸς ἡμῖν παράδοξον ἐπὶ τῆς Ἰνδικῆς χώρας ἀναγκαῖον ἐξειπεῖν. παραγενομένων γὰρ ἡμῶν εἰς τὴν Πρασιακὴν πόλιν, ἥτις ἐδόκει μητρόπολις εἶναι τῆς Ἰνδικῆς χώρας, κατελάβομεν παρ´ αὐτὴν ἐναργὲς ἀκρωτήριον τῆς θαλάσσης. καὶ ὁρμήσαντός μου σὺν ὀλίγοις ἐπὶ τὸ προειρημένον [καὶ] καταμαθόντες εὕρομεν νεμομένους ἐκεῖ θηλυμόρφους ἰχθυοφάγους ἀνθρώπους. ἐμοῦ δὲ προσκαλεσαμένου τινὰς εὗρον βαρβάρους τῇ διαλέκτῳ, καὶ πυνθανομένου μου περὶ τῶν τόπων ἐσήμαναν ἡμῖν νῆσον, ἣν πάντες ἑωρῶμεν ἐν μέσῳ πελάγει, ἣν ἔφησαν πάνυ ἀρχαίου βασιλέως εἶναι τάφον, ἐν ᾧ χρυσὸν πολὺν ἱερῶσθαι. . . . οἱ βάρβαροι ἀφανεῖς ἦσαν τὰ ἴδια πλοιαρίδια καταλιπόντες, ἅπερ ἦν ιβʹ. καὶ δὴ Φείδωνος τοῦ γνησιωτάτου μου φίλου καὶ Ἡφαιστίωνος καὶ Κρατεροῦ καὶ τῶν λοιπῶν φίλων μὴ ἐασάντων με διαβῆναι—Φείδων γὰρ ἔλεγεν· ‘Ἐπίτρεψόν με πρὸ σοῦ καταπλεῦσαι, ἵνα εἰ κακόν τί ἐστι, πρὸ σοῦ ἐγὼ κινδυνεύσω· εἰ δὲ μή, ἐγὼ ὕστερον ἐπιπέμψω τὸ σκάφος. εἰ γὰρ δὴ Φείδων ἐγὼ ἀπόλωμαι, ἕτεροί σοι φίλοι εὑρεθήσονται· ἐὰν δὲ σὺ Ἀλέξανδρος, ὅλη ἡ οἰκουμένη ἐδυστύχησεν’ — πεισθεὶς [δὲ] αὐτοῖς συνεχώρησα διαβαίνειν. καὶ ἐκβάντων αὐτῶν ἐπὶ τὴν νομιζομένην νῆσον ὥρας διελθούσης ἄφνω ἔδυνε 〈τὸ〉 θηρίον εἰς τὸν βυθόν. ἡμῶν δὲ κραξάντων καὶ ἀφανοῦς γενομένου τοῦ θηρίου οἱ μὲν κακῶς ἀπώλοντο σὺν τῷ γνησιωτάτῳ φίλῳ· καὶ λίαν ἠχθόμην, τοὺς δὲ βαρβάρους ζητήσας οὐχ εὗρον. Ἐμείναμεν δὲ ἡμέρας ηʹ ἐπὶ τοῦ ἀκρωτηρίου καὶ εἴδομεν ἑβδομαῖον τὸ θηρίον, ἐλέφαντας ἐπ´ αὐτῷ ἔχον. ποιησάντων δὲ ἡμῶν ἱκανὰς ἡμέρας ἀνεχωρήσαμεν εἰς τὴν Πρασιακὴν πόλιν. . . . † τὰ δὲ πλεῖστα καὶ παραδοξότατα θεωρήσας, ἅπερ ἦν ἀναγκαῖον δηλῶσαί σοι. εἶδον γὰρ θῆρας ποικίλους καὶ τόπους † φυσικῶν θεωρίαν ἑρπετῶν τε γένη· τὸ δὲ πάντων θαυμαστότατον, ἡλίου καὶ σελήνης ἔκλειψιν . . . χειμών τε πικρός. νικήσαντες γὰρ Δαρεῖον τὸν τῶν Περσῶν βασιλέα καὶ τοὺς αὐτοῦ [καὶ] ὑποτάξαντες τὴν χώραν ὅλην ἐπορευόμεθα ὁρῶντες τὰ ἀγαθά. ἦν γὰρ χρυσὸς καὶ κρατῆρες 〈λίθοις〉 κεκοσμημένοι, ὧν ἐχώρει ἕκαστος κρατὴρ † ἕνα ἥμισυ, ἄλλος δὲ ὀκτώ, καὶ ἕτερα πλεῖστα θεάματα.

Ἀρχὴν δὲ ποιησάμενοι τῆς πορείας ἀπὸ 〈πυλῶν〉 Κασπιακῶν ὡδεύσαμεν. ἅμα δὲ γενέσθαι ὥραν ιʹ ἐσάλπιζεν ἐπὶ τὸ δεῖπνον . . . καὶ κοιμᾶσθαι ἐπὶ κοίτης· ἅμα δὲ τοῦ ἡλίου ἀνατέλλοντος ἡ σάλπιγξ ἐσήμανεν . . . ἕως ὥρας δʹ· ὑπουργίας [δὲ] τοσαύτης οὔσης περὶ τοὺς στρατιώτας, ὥστε τὸν ἕνα ἕκαστον κεκοσμῆσθαι ὑποδέσεσι καὶ κνημῖσι καὶ περιμήροις [καὶ] δερματίνοις καὶ θώραξι τὰ σώματα αὐτῶν 〈περιβάλλεσθαι〉· προειρήκασι γὰρ οἱ ἐντόπιοι τὴν τῶν ἑρπετῶν ἐν ταῖς ὁδοῖς διαφθοράν, καὶ κατεκήρυξα μηδένα ἄνευ ταύτης τῆς διασκευῆς εἶναι. Ὁδευσάντων δὲ ἡμῶν ὁδὸν ἡμερῶν ιβʹ ἤλθομεν εἴς τινα πόλιν, ἥτις ἦν μέση τοῦ ποταμοῦ. ὑπῆρχον δὲ ἐν τῇ πόλει κάλαμοι πηχῶν λʹ . . . περίμετρον ἔχοντες, ἀφ´ ὧν καὶ ἡ πόλις ἐστεγασμένη ἦν. οὐκ ἔκειτο δὲ εἰς τὸ ἔδαφος, ἀλλ´ ἐπάνω τῶν προειρημένων καλάμων. ἐκεῖ οὖν τὴν παρεμβολὴν ἐκέλευσα παγῆναι. παραγενάμενοι δὲ ἐν ἐκείνῳ τῷ τόπῳ ὥρᾳ τρίτῃ τῆς ἡμέρας καὶ προσελθόντες τῷ ποταμῷ ηὕραμεν τὸ ὕδωρ πικρότερον ἑλλεβόρου. θέλοντες οὖν διακολυμβῆσαι εἰς τὴν πόλιν ἀνῆλθον ἱπποπόταμοι καὶ ἥρπασαν τοὺς ἄνδρας. ἀπελείπετο οὖν ἡμῖν ἐκ παντὸς τρόπου ἀναχωρεῖν ἐκ τοῦ τόπου. καὶ σαλπίσαντες . . . ἀπὸ ὥρας ϛʹ ἕως ὥρας ιαʹ τῷ ὕδατι ἦμεν ἐμπεποδισμένοι ἐπὶ τοσοῦτον, ὡς ἔβλεπον στρατιώτας τοῖς ἰδίοις οὔροις προσχρωμένους. ἤλθομεν δὲ κατὰ τύχην εἴς τινα τόπον, οὗ ἦν λίμνη πάμφορος ὕλην ἔχουσα, ἐφ´ ἣν συνελθόντες ἐτύχομεν γλυκέος ὕδατος, ὥστε δοκεῖν μέλιτος διαφέρειν. Λίαν οὖν περιχαρεῖς γενόμενοι εἴδομεν ἐπὶ τοῦ ἀκρωτηρίου στήλην ψηφίνην· ἦν δὲ ἐγγεγραμμένα ἐν αὐτῇ ταῦτα· ‘Σεσόγχωσις κοσμοκράτωρ ὕδρευμα ἐποίησα τοῖς τὴν ἐρυθρὰν θάλασσαν πλωϊζομένοις.’ Ἐπέταξα οὖν παρεμβολὴν γενέσθαι καὶ τὰ πρὸς τὴν κοίτην ἀρτίζεσθαι καὶ πῦρ ἀνάπτειν. ἅμα δὲ τὴν σελήνην λαμπρὰν καὶ μετέωρον γενέσθαι περὶ ὥραν τρίτην τῆς νυκτὸς συνῆλθον [οὖν] τὰ θηρία ὅλης τῆς ὕλης ἐπὶ τὴν προκειμένην λίμνην πρὸς τὸν ποτισμόν. ἦσαν δὲ σκορπίοι πηχυαῖοι, ἀμμοδύται, οἱ μὲν λευκοὶ οἱ δὲ πυρροί . . . ἀγῶνος δὲ ἦμεν οὐ τοῦ τυχόντος· καὶ ἤδη τινῶν ἀπολωλότων καὶ † παίδων προχείρως κλαυθμῶν καὶ ὀλολυγμῶν γινομένων οὐ τῶν τυχόντων ἄρχεται θηρία τετράποδα παραγενέσθαι ἐπὶ τὸν πότον, ἐν οἷς ἦσαν λέοντες μείζονες τῶν παρ´ ἡμῖν ταύρων καὶ ῥινοκέρωτες· καὶ πάντα ἐκ τῆς ὕλης τῶν καλάμων ἐξήρχοντο. σύαγροι δὲ μείζονες τῶν λεόντων—οἱ οὖν ὀδόντες αὐτῶν ἦσαν πηχυαῖοι—λύγγες τε καὶ παρδάλεις καὶ τίγρεις καὶ σκορπίουροι καὶ ἐλέφαντες καὶ βούκριοι καὶ ταυρελέφαντες, ἄνδρες τε ἑξάχειρες καὶ ἱμαντόποδες καὶ κυνοπέρδικες ἄλλα τε ζῷα θηριόμορφα. ὁ δὲ ἀγὼν ἀναβολὴν οὐκ ἔσχε· σιδήρῳ 〈δὲ〉 ἠμυνάμεθα τὰ τοιαῦτα . . . νυκτάλωπες δὲ ἐκ τῆς ἄμμου ἀνεπήδων πηχῶν ιʹ, ἄλλοι δὲ πηχῶν ηʹ, κροκόδειλοί τε ἐκ τῆς ὕλης, οἵτινες τὰ σκευηφόρα ἀπώλλυον. νυκτερίδες δὲ ἦσαν περιστερῶν μείζονες . . . ὀδόντας ἔχουσαι· νυκτικόρακες δὲ παρὰ τὴν λίμνην ἐκάθηντο, οὓς ἐθηρεύσαμεν ἡμεῖς καὶ μέγα ὄψον εἴχομεν . . .

Following chapters (17-18) →


Attalus' home page   |   02.06.15   |   Any comments?