back

Alexander Romance, Book 1

  ( chapters 42-47 )

Based on the oldest recension ( α ), as edited by W.Kroll (1926). Click on the E symbols to go to an English translation of each chapter.


← Previous chapters (33-41)

[42] E   Ὁ δὲ Δαρεῖος φυγὼν καὶ ἀνασωθεὶς ἐπεστράτευσε πλείους δυνάμεις τῷ Ἀλεξάνδρῳ ἢ πρότερον. καὶ γράφει τοῖς ὑπ´ αὐτὸν ἔθνεσιν, ὅπως μετὰ μεγάλης δυνάμεως παραγίνωνται πρὸς αὐτόν. μαθὼν δέ τις κατάσκοπος Ἀλεξάνδρου συναθροίζοντα στρατὸν τὸν Δαρεῖον ἐπὶ τοῦ Εὐφράτου ποταμοῦ καὶ τὰς παρεμβολὰς τῶν βαρβάρων τῶν ἐκεῖ, ἔγραψεν Ἀλεξάνδρῳ περὶ τῶν ἐνεστώτων· καὶ ἀκούσας ταῦτα Ἀλέξανδρος γράφει Σκαμάνδρῳ τῷ στρατηγῷ αὐτοῦ οὕτως· ’Ἀλέξανδρος βασιλεὺς Σκαμάνδρῳ τῷ ἐμῷ στρατηγῷ χαίρειν. τὰς ὑπό σε φάλαγγας καὶ πᾶσαν δύναμιν ἔχων τάχιον παραγενοῦ πρὸς ἡμᾶς· οὐ γὰρ μακρὰν λέγονται εἶναι οἱ βάρβαροι.‘ Αὐτὸς δὲ Ἀλέξανδρος ἀναλαβὼν ἣν εἶχε δύναμιν ἐπορεύθη εἰς τὴν Ἀχαίαν· καὶ παραγενόμενος ἐκεῖ πολλὰς πόλεις ὑπέταξε, καὶ ἐκεῖθεν στρατιὰν συλλέξας μυριάδων ιζʹ καὶ ὑπερπεράσας τὸν καλούμενον Ταῦρον καταπήξας δόρυ μέγιστον εἰς τὴν γῆν εἶπεν· ’Εἴ τις σθεναρὸς τῶν Ἑλλήνων ἢ τῶν βαρβάρων ἢ τῶν ἄλλων βασιλέων βαστάσει τοῦτο τὸ δόρυ, ἑαυτῷ χαλεπὸν σημεῖον ἕξει· ἡ γὰρ πόλις αὐτοῦ ἐκ βάθρων βασταχθήσεται.‘ Παραγίνεται οὖν εἰς τὴν Πιερίαν πόλιν τῆς Βεβρυκίας, ἔνθα ἦν ναὸς καὶ ἄγαλμα τοῦ Ὀρφέως καὶ αἱ Πιερίδες Μοῦσαι καὶ τὰ θηρία αὐτῷ παρεστῶτα. βλέποντος δὲ τοῦ Ἀλεξάνδρου εἰς τὸ ἄγαλμα τοῦ Ὀρφέως ἵδρωσε τὸ ξόανον ἐν τῷ προσώπῳ καὶ ἐν ὅλῳ τῷ σώματι. τοῦ δὲ Ἀλεξάνδρου ζητοῦντος, τί βούλεται τὸ σημεῖον τοῦτο, λέγει αὐτῷ Μελάμπους ὁ σημειολύτης· ’Καμεῖν ἔχεις Ἀλέξανδρε βασιλεῦ μετὰ ἱδρώτων καὶ κόπων, τὰ τῶν βαρβάρων ἔθνη καὶ τὰς τῶν Ἑλλήνων πόλεις καθυποτάσσων καὶ διὰ θηρίων τὴν ὁδοιποπορίαν ποιούμενος, ὥσπερ ὁ Ὀρφεὺς λυρίζων καὶ ᾄδων τοὺς Ἕλληνας ἔπεισε καὶ τοὺς βαρβάρους πρὸς ἔρωτα γλυκεῖ λόγῳ ἔτρεψε καὶ τοὺς θῆρας ἡμέρωσεν.‘ Ταῦτα ἀκούσας Ἀλέξανδρος ἐτίμησε μεγάλως Μελάμπουν τὸν σημειολύτην. Καὶ παραγίνεται εἰς Φρυγίαν καὶ εἰσελθὼν εἰς αὐτὴν Ἴλιον τὴν πόλιν ἔθυσεν Ἕκτορι καὶ Ἀχιλλεῖ καὶ τοῖς ἄλλοις ἥρωσιν. Καὶ θεασάμενος τὸν Σκάμανδρον ποταμόν, εἰς ὃν ἥλατο Ἀχιλλεύς, ὅτι πέντε πήχεων οὐκ ἦν τὸ εὖρος, καὶ τὸ σάκος Αἴαντος τὸ ἑπταβόειον οὐ πάνυ μέγα οὐδὲ οὕτω θαυμαστὸν καθὼς συνέγραψεν Ὅμηρος, εἶπεν· ’Μακάριοι ὑμεῖς οἱ τυχόντες τοιούτου κήρυκος τοῦ Ὁμήρου, οἵτινες ἐν μὲν τοῖς ἐκείνου ποιήμασι μεγάλοι γεγόνατε, ἐν δὲ τοῖς ὁρωμένοις οὐκ ἄξιοι τῶν ὑπ´ ἐκείνου γεγραμμένων.‘ Καὶ προσελθὼν αὐτῷ ποιητής τις εἶπεν· Ἀλέξανδρε, κρείττονα ἡμεῖς γράψομεν Ὁμήρου. Ὁ δὲ Ἀλέξανδρος εἶπεν· ’Βούλομαι παρ´ Ὁμήρῳ Θερσίτης εἶναι ἢ παρὰ σοὶ Ἀχιλλεύς.‘

[43] E   Ἐλθὼν δὲ ἐκεῖθεν εἰς τὴν Πύλην καὶ συνάξας τὴν Μακεδόνων στρατείαν σὺν οἷς ᾐχμαλώτευσεν ἐν τῷ πολέμῳ Δαρείου τὴν ὁδοιπορίαν ἐποιεῖτο εἰς Ἄβδηρα. οἱ δὲ Ἀβδηρῖται ἀπέκλεισαν τὰς πύλας τῆς πόλεως αὐτῶν· ὁ δὲ Ἀλέξανδρος ἐπὶ τούτῳ ὀργισθεὶς ἐκέλευσε τῷ στρατηγῷ αὐτοῦ ἐμπρῆσαι τὴν πόλιν αὐτῶν. οἱ δὲ πέμπουσιν αὐτῷ πρέσβεις λέγοντες· ’Ἡμεῖς ἀπεκλείσαμεν τὰς πύλας οὐχ ὡς ἀντιτασσόμενοι τῷ σῷ κράτει, ἀλλὰ δεδοικότες τὴν τῶν Περσῶν βασιλείαν, μήπως Δαρεῖος ἐπιμείνας τῇ τυραννίδι πορθήσῃ ἡμῶν τὴν πόλιν ὡς παραδεξαμένων σε. ὥστε σὺ παρελθὼν ἄνοιξον τῆς πόλεως τὰς πύλας· τῷ γὰρ ἰσχυροτέρῳ βασιλεῖ ὑποτασσόμεθα.‘ Ταῦτα ἀκούσας Ἀλέξανδρος ἐμειδίασε καὶ εἶπε πρὸς τοὺς ἀποσταλέντας παρ´ αὐτῶν πρέσβεις· ’Δεδοίκατε τὴν Δαρείου βασιλείαν, μήπως ὕστερον ὑμᾶς ἐκπορθήσῃ ἐπιμένων τῇ βασιλείᾳ· πορεύεσθε καὶ ἀνοίξατε καὶ κοσμίως πολιτεύεσθε· οὐ γὰρ εἰσελεύσομαι εἰς τὴν πόλιν ὑμῶν, ἕως ἡττήσω ὃν δεδοίκατε Δαρεῖον βασιλέα· καὶ τότε ὑμᾶς ὑποχειρίους λήψομαι.‘ Καὶ ταῦτα εἰπὼν πρὸς τοὺς πρέσβεις τὴν ὁδοιπορίαν ἐποιεῖτο.

[44] E   Καὶ παρεγένετο ἐν δυσὶν ἡμέραις εἰς τὴν Βοττίαν καὶ τὴν Ὄλυνθον καὶ ἐξεπόρθησεν ὅλην τὴν χώραν τῶν Χαλκιδέων καὶ τοὺς σύνεγγυς ἀνεῖλεν. κἀκεῖθεν ἦλθεν ἐπὶ τὸν Εὔξεινον πόντον καὶ πάσας τὰς πόλεις ἔσχεν ὑπηκόους τὰς ἔγγιστα. οὐκ εἶχε δὲ τοῖς Μακεδόσι τὰ ἐπιτήδεια τῶν τροφῶν, ὥστε λιμῷ πάντας τελευτᾶν.〉 ὁ δὲ Μακεδὼν ἔργον ἐπινοίας μεστὸν ἀνερευνήσας ταῖς φρεσὶ πάντας τοὺς ἵππους τῶν ἱππέων ἀπέσφαξε καὶ τὰ σώματα ἐκδείρας ἐκέλευσε τῷ στρατῷ τὰς σάρκας ὀπτῶντας τροφῆς κορεσθῆναι· οἱ δὲ τῆς λιμοῦ ἀναγκαζούσης ἐχρῶντο. θρυλούντων δὲ τῶν στρατιωτῶν καὶ λεγόντων· ’Τί ἔδοξεν Ἀλεξάνδρῳ πάντας τοὺς ἵππους ἀναιρῆσαι; πρὸς μὲν γὰρ τὸ παρὸν ἐκορέσθημεν τῆς τροφῆς, ἄνοπλοι δέ ἐσμεν τῶν ἱππέων ἔξωθεν μὴ φυλασσόντων τὸ στράτευμα‘ ἀκούσας ὁ Ἀλέξανδρος τὰ διαλαλούμενα καὶ εἰσελθὼν εἰς τὸ στρατόπεδον οὕτως ἔφη· ’Ἄνδρες συστρατιῶται, τοὺς ἵππους ἀπέσφαξα καίτοι ἀναγκαιοτάτους ὄντας πρὸς πόλεμον, ὅπως ὑμεῖς κορεσθῆτε τῆς τροφῆς. ποία γὰρ ἡμῖν χρεία τῶν ἵππων, τελευτώντων τῶν ἱππέων; τὸ γὰρ κακὸν μετριωτέρῳ κακῷ ἀντισηκούμενον μετριωτέραν ἔχει τὴν λύπην. ἑτέρας γὰρ γῆς ἐπιβάντες φιλανθρώπου ἑτέρους μὲν ἵππους ῥᾳδίως εὑρήσομεν· ὑμεῖς δὲ ὀλλύμενοι ὑπὸ τῆς λιμοῦ, ἑτέρους Μακεδόνας ποῦ παραγενόμενος εὕρω;‘

[45] E   Ὅθεν πραΰνας τὸ στράτευμα τὴν ὁδοιπορίαν ἐποιεῖτο. παραπεμψάμενος δὲ ἑτέρας πόλεις ἦλθεν εἰς Λοκρούς· ἐπιμεινάντων 〈δὲ〉 ἐκεῖ τῶν στρατευμάτων, ἡμέραν μίαν παραπεμψάμενος, ἦλθε παρὰ τοὺς Ἀκραγαντίνους καὶ εἰσελθὼν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἠξίου τὴν Φοιβηλάλον αὐτῷ μαντεύσασθαι· τῆς δὲ λεγούσης μὴ χρησμοδοτεῖν αὐτῷ τὸ μαντεῖον ὀργισθεὶς ὁ Ἀλέξανδρος εἶπεν· ’Εἰ μὴ βούλει μαντεύσασθαι, βαστάξω κἀγὼ τὸν τρίποδα ὥσπερ ὁ Ἡρακλῆς ἐβάσταξε τὸν φοιβηλάλον τρίποδα, ὃν Κροῖσος ὁ Λυδῶν βασιλεὺς ἀνέθετο.‘ Ἦλθεν δὲ αὐτῷ φωνὴ ἀπὸ τοῦ ἀδύτου· ’Ἡρακλῆς Ἀλέξανδρε τοῦτο ἐποίησε θεὸς θεῷ, σὺ δὲ θνητὸς ὢν μὴ ἀντιτάσσου θεοῖς· αἱ γὰρ πράξεις σου μέχρι θεῶν λαληθῶσιν.‘ Τῆς οὖν φωνῆς ἀνενεχθείσης εἶπεν ἡ φοιβηλάλος μάντις· ’Αὐτὸς ὁ θεός σοι ἐμαντεύσατο τῷ ἰσχυροτέρῳ σε ὀνόματι προσαγορεύσας· ἐβόησε γὰρ ἐξ ἀδύτων· Ἡρακλῆς Ἀλέξανδρε, τοῦτό σοι προμηνύων, ὅτι ἰσχυρότερον πάντων δεῖ σε γενέσθαι ἐν ταῖς πράξεσι καὶ εἰς τοὺς αἰῶνας μνημονεύεσθαι.‘

[46] E   Παραγενομένου δὲ τοῦ Ἀλεξάνδρου εἰς τὰς Θήβας καὶ αἰτοῦντος τοὺς Θηβαίους στρατεύεσθαι ἄνδρας ͵δʹ ἀρίστους, ἀπέκλεισαν οἱ Θηβαῖοι τὰς πύλας καὶ μήτε 〈ἀποστείλαντες〉 πρέσβεις πρὸς τὸν Ἀλέξανδρον μήτε δεξάμενοι καθώπλιζον στράτευμα πρὸς τὸν Ἀλέξανδρον ἐρχόμενοι. πέμπουσι δὲ ἐνόπλους 〈πεντακοσίους〉 ἀπὸ τῶν τειχῶν κηρύσσειν τῷ Ἀλεξάνδρῳ ἢ πολεμεῖν ἢ ἀπέρχεσθαι ἀπὸ τῆς πόλεως. ὁ δὲ μειδιάσας εἶπεν· ’Γενναῖοι Θηβαῖοι, τί ἑαυτοὺς ἀποκλείσαντες 〈ἐντὸς〉 τῶν τειχῶν τοῖς ἐκτὸς παρακελεύετε ἢ πολεμεῖν ἢ ἀπέρχεσθαι; μαχέσομαι οὖν νὴ τὸν Δία οὐχ ὡς πρὸς πόλιν οὐδὲ ὡς πρὸς γενναίους τινὰς καὶ ἐμπείρους Ἀρεϊκῆς μάχης, ἀλλ´ ὡς πρὸς ἰδιώτας καὶ δειλούς· πάνυ γὰρ ὑπὸ τὸ δόρυ πάντας σχῶ 〈τοὺς〉 ἑαυτοὺς συγκλείσαντας ἐντὸς τῶν τειχῶν. ἀρίστων γάρ ἐστιν ἀνδρῶν ἐν ἐλευθέρῳ πεδίῳ μάχεσθαι, γυναικῶν δὲ ἔργον κατακλείεσθαι † δίνας τοὺς μέλλοντας.‘ Ταῦτα εἰπὼν ἐκέλευσε τετρακισχιλίοις ἱππεῦσι διατρέχειν ἔξωθεν τῶν τειχῶν καὶ τοξεύειν τοὺς ἐφεστῶτας, ἑτέροις δὲ δισχιλίοις ἐκέλευσεν ἀξίναις καὶ πέλυξι διστόμοις καὶ μακροτάτοις ὄνυξί τε 〈καὶ〉 σιδηρέοις μοχλοῖς ὀρύσσειν τὰ θεμέλια καὶ τοὺς ὑπὸ τῆς Ἀμφίονος καὶ Ζήθου λύρας ἁρμολογηθέντας λίθους διαμοχλεύοντας καταρρίπτειν πῦρ τε ταῖς πύλαις προσφέρεσθαι καὶ τοὺς καλουμένους κριοὺς μετὰ βίας ἐρείδεσθαι πρὸς τὴν τῶν τειχῶν διάλυσιν· ἔστι δὲ ταῦτα ὄργανα διά τε σιδήρου καὶ ξύλων κατεσκευασμένα ὑπὸ τροχῶν ἀπὸ τῆς τῶν στρατιωτῶν βίας συνωθούμενα, μακρόθεν δὲ ἐξαφιέμενα πρὸς τὰ τείχη καὶ ταχέως ἀπὸ τῆς ὁρμῆς τοὺς πάνυ πυκνῶς ἁρμολογητοὺς λίθους . . . αὐτὸς δὲ μεθ´ ἑτέρων χιλίων σφενδοναρίων καὶ λογχοβόλων κατασκάψων Θήβας περιέρχεται. πῦρ μὲν οὖν ἦν πάντῃ καὶ λίθοι καὶ βέλεμνα καὶ δοράτων ἀκμαὶ ἠκοντίζοντο, ἀπὸ δὲ τῶν τειχῶν οἱ Θηβαῖοι κατέπιπτον τιτρωσκόμενοι 〈καὶ〉 ὥσπερ ἐξ αἰθρίου βολῆς θεόβλητοι σφενδονούμενοι ἐτελεύτων· οἱ δὲ κατήρχοντο ἀφετοὶ μὴ δυνάμενοι ἀντιτάσσεσθαι. Ἐντὸς μὲν οὖν τριῶν ἡμερῶν πᾶσα ἡ Θηβαίων ἐπυρπολεῖτο πόλις. πρῶτον μὲν διαρρήσσεται ἡ Καδμεία πύλη καλουμένη, ἔνθα ἦν ὁ Ἀλέξανδρος ἐφεστώς· εὐθέως δὲ ὁ βασιλεὺς διὰ βραχυτάτου ῥήγματος εἰσῆλθε μόνος· πολλοὶ δὲ τῶν ὑπαντώντων Θηβαίων φυγῇ ἀπέτρεχον· τοὺς μὲν γὰρ ἐτίτρωσκεν ὁ Ἀλέξανδρος, τοὺς δὲ καὶ φόβῳ συνετάρασσεν. ἐπεισέρχονται δὲ καὶ ἀπὸ τῶν ἑτέρων πυλῶν οἱ ἐπίλοιποι στρατιῶται σὺν † ὅπλοις ἱππεῦσιν, πάντες ὄντες τὸ πλῆθος τρισχίλιοι, καὶ πάντας ἀναιροῦσιν. ἤδη δὲ τὰ τείχη διελύοντο 〈καὶ〉 κατέπιπτον· ὀξὺ γὰρ τὸ Μακεδονικὸν στράτευμα πρὸς τὰ ὑπὸ Ἀλεξάνδρου κελευόμενα πάντα. πολλῷ δὲ λύθρῳ ἀνθρωπίνῳ κατεβράχη τὰ πρωτοπαγῆ Κάδμεια θεμέλια καὶ πολλῶν Θηβαίων σώματα στεινὸς ἐπετήρει χῶρος, ἔχαιρέ τε Κιθαιρὼν ἐπὶ θρήνοις οἰκείοις καὶ πόνοις ἐπιτερπόμενος· κατέπιπτε γὰρ οἰκία πᾶσα καὶ πυρὶ κατεφλέγετο πᾶσα Θηβαίων πόλις. χεὶρ δὲ Μακεδονικὴ οὐκ ἔκαμε τὸν πολυσφαγῆ σίδηρον αἱματώσασα· ἀβοήθητοι δὲ Θηβαῖοι φρενοβλαβεῖς ὑπὸ Ἀλέξάνδρου διώλοντο.

καὶ τότε Ἰσμηνίας τις Θηβαῖος, τῆς αὐλομελῳδίας ἐμπειρος ἄνθρωπος καὶ σοφὸς τῇ γνώμῃ τυγχάνων, ὁρῶν τὰς Θήβας καταρριφείσας καὶ κατασκαπτομένας καὶ πᾶσαν ἡλικίαν ἀναιρουμένην, στενάξας ὑπὲρ 〈τῆς〉 πατρίδος διὰ τῆς τῶν αὐλῶν ἐμπειρίας ἀριστεύειν ἄρχεται. ἐνενοήθη 〈γὰρ〉 τοὺς αὐλοὺς βαστάξας παρὰ τοὺς πόδας τοῦ βασιλέως γονυκλινὴς γενέσθαι. καὶ οἰκτρὸν καὶ καταδεὲς καὶ ἐλεημονικὸν μέλος ἀναμέλψαι, ὅπως διὰ 〈τῆς〉 τῶν αὐλῶν δεήσεως καὶ διὰ τῆς τοιαύτης μελῳδίας καὶ μουσικοῖς θρήνοις μελῳδῶν δυνηθείη εἰς ἔλεος καταγαγεῖν τὸν Ἀλέξανδρον. ἔκρινεν δὲ πρῶτον δεητικοὺς τῷ δυνάστῃ προσενέγκασθαι λόγους, καὶ τὴν χεῖρα προτείνας μετὰ πολλῶν δακρύων ἄρχεται λέγειν οὕτως· Ἀλέξανδρε, νῦν πείρᾳ μαθόντες τὸ σὸν ἰσόθεον κράτος σεβόμεθα· ἐπίσχες τὰς ἀνικήτους χεῖρας ἀπὸ Θηβαίων * * * ἐπιδοξότατοι θεοὶ καὶ προγονικῆς μίξεως ἀρχέγονον βλάστημα. Διός τε καὶ Σεμέλης πυριλοχευτὸς Διόνυσος ἐν Θήβαις 〈ἐτέχθη〉, Ἡρακλῆς 〈παρὰ〉 Διός τε καὶ Ἀλκμήνης κατεσπάρη· οὗτοι πᾶσιν ἀνθρώποις βοηθοὶ καὶ εἰρηνικοὶ σωτηρίας φύλακες ἐφάνησαν, σοῦ δὲ τυγχάνουσιν, Ἀλέξανδρε, προπάτορες ὄντες, τούτους σε χρὴ μιμήσασθαι καὶ εὐεργετεῖν. ὥσπερ ἐκ θεῶν γενόμενος μὴ ὑπερίδῃς τὰς Διονύσου καὶ Ἡρακλέους τροφοὺς Θήβας ἀπολλυμένας, μηδὲ τὸ βοόκτιστον ἄστυ κατασκάψῃς· ὄνειδος γὰρ ὕστερον Μακεδόσι γενήσεται. ἀγνοεῖς, Ἀλέξανδρε, Θηβαῖος 〈ὢν〉 καὶ οὐχὶ Πελλαῖος; ὅλη σε Θηβαίων χώρα λιτανεύει διὰ τῆς ἐμῆς φωνῆς, τοὺς σοὺς προπάτορας κομίζουσα θεούς, Λυαῖον εὐφροσύνης καὶ χορείης θιασώτην, Ἡρακλέα δίκαιον ἔργοις καὶ βοηθὸν ἀνθρώποις. ἤδη καὶ μιμητὴς τῶν σῶν προγόνων 〈γενόμενος〉, καλῶν καὶ ἀγαθῶν ὄντων τὸ πλεῖον, εἰς εὐεργεσίαν μετάτρεπε τὰ τῆς ὀργῆς. [τὸ] προχειρότατον πρὸ τοῦ κολάζειν τὸ ἐλεεῖν ἔχε.

  μὴ θῇς ἐρήμους τούς σε σπείραντας θεούς,
  τῶν σῶν γενεαρχῶν μὴ καθαιρήσῃς πόλιν.
  ἰδίαν σοῦ πατρίδα μὴ ἀγνοῶν κατασκάψῃς.
  ὁρᾷς τὰ τείχη ταῦθ´, ἅπερ δεδώμηνται
  Ζῆθός 〈θ´〉 ὁ ποιμὴν καὶ ὁ λυρῳδὸς Ἀμφίων,
  οἱ Ζηνὸς υἱοί, οὓς λάθρᾳ ἔτεκεν νύμφη,
  ἡ Νύκτεως 〈παῖς〉 ἐν χοροῖς πλανηθεῖσα;
  τὰ θεμέλια ταῦτα καὶ τὸ πλούσιον δῶμα
  πύργωσε Κάδμος. ὧδε λαμβάνει νύμφη〈ν〉
  〈τὴν〉 Ἁρμονίαν, ἣν ἔτεκεν ἀφρογενὴς Κύπρις
  τῷ κλεψικοίτῃ Θρῃκίῳ συνελθοῦσα.
  τὴν σὴν ἄρουραν ἀκρίτως μὴ ἐρημώσῃς·
  μηδὲ καταφλέξῃς πάντα Θηβαίων τείχη,
  † πλαγίου τέ ἐστιν ἄδωμα. ὁ δὲ τί δὲ δυσδαίμων
  πατρὸς φονευτὴν Οἰδίπουν λυγρὰ μήτηρ.
  τοῦ〈θ´〉 Ἡρακλῆος τέμενος ἦν, τὸ μὲν πρῶτον
  Ἀμφιτρύωνος οἶκος· ὧδ´ ἐκοιμήθη
  τρεῖς νύκτας ὁ Ζεὺς εἰς μίαν ἀριθμήσας.
  ὁρᾷς ἐκείνους τοὺς πεφλεγμένους οἴκους
  ἀκμὴν ἔτ´ ἐκστάζοντας οὐρανοῦ μῆνιν;
  ἐκεῖ κεραυνῷ τὴν ποθουμένην βάλλει
  Σεμέλην ποθ´ ὁ Ζεύς· ὧδε μέσσον τοῦ πυρός
  τὸν Εἰραφιώτην ἀπεκύησε Ληναῖον.
  ὧδ´ Ἡρακλῆς μέμηνεν· ἔνθεν οἰστρηθείς
  Μεγάραν ἀνεῖλε τὴν γυναῖκα τοξεύσας.
  ὁ βωμὸς οὗτός ἐστιν ὃν βλέπεις Ἥρας.
  ὑψηλὰ . . . κέκμηκε βωμὸν ἀρχαῖον.
  ἔνθ´ Ἡρακλῆς χιτῶνι σάρκα δαρδάπτων
  κατῃθαλώθη χερσὶ ταῖς Φιλοκτήτου.
  * * *
  ταῦτ´ ἐστὶ Φοίβου λόγια, Τειρεσίου δῶμα.
  ὁ τρισγέρων 〈ἐνταῦθα〉 γίνεται μάντις,
  ὃν εἰς γυναῖκα μετετύπωσε Τριτωνίς.
  Ἀθάμας μανεὶς ἐνταῦθα παῖδα Λέαρχον
  τόξοις ἀνεῖλεν εἰς νεβρὸν τυπωθέντα.
  ἐνθένδε Ἰνὼ ἥλατ´ εἰς βυθοῦ κῦμα
  σὺν τῷ Μελικέρτῃ τῷ νεογνῷ λυσσώδης.
  ἐνθένδε πηρὸς Οἰδίπους ἀπηλάσθη
  ταγαῖς Κρέοντος· οὗ τὸ βάκτρον Ἰσμήνη.
  οὗτος δ´ ὁ ποταμὸς ἐκ μέσου Κιθαιρῶνος
  Ἰσμηνός ἐστι Βάκχιον φέρων ὕδωρ.
  ἐλάτην ὁρᾷς εἰς ὕψος ἀρθεῖσα〈ν〉 κλάδοις;
  ἐν τῇδε Πενθεὺς τοὺς χοροὺς κατοπτεύων
  πρὸς τῆς τεκούσης δυστυχὴς διεσπάσθη.
  πηγὴν ὁρᾷς βρύουσαν αἱμόχρουν ὕδωρ,
  ἐξ ἧς βοὸς μύκημα δεινὸν ἠχεῖται;
  τοῦτ´ ἐστὶν αἷμα τῆς σεσυρμένης Δίρκης.
  ὁρᾷς ἐκείνην 〈ὑ〉στάτην ἀκρώρειαν
  τὴν ἐξέχουσαν αὖθι τῆς ἀταρπιτοῦ;
  ἡ Σφίγξ ἐπ´ αὐτῆς ἕζεθ´ ἡ τεραστία
  πρόσταγμα προστάττουσα δημόταις πᾶσιν,
  ἣν Οἰδίπους ἀνεῖλε πολλὰ μερμήρας.
  αὕτη θεῶν πηγή ´στι καὶ ἱερὰ κρήνη,
  ἐξ ἧς ἀναβλύζουσιν ἀργυραῖ νύμφαι.
  εἰς τάσδε λιβάδας Ἄρτεμις κατελθοῦσα
  φαίδρυνε χρῶτας· ὁ δὲ δύσαγνος Ἀκταίων,
  ἃ μὴ θέμις, κατεῖδε λουτρὰ Λητῴας.
  〈μετ〉αλλαγεὶς 〈δ´ ἐς〉 ἔλαφον ἀκλεῶς σῶμα
  κυσὶν ὠμοδαίτοις διὰ τὸ λουτρὸν ἠγρεύθη.
  † ἐν πᾶσιν † Ἄρης ἐπολέμησε τὰς Θήβας.
  ἔνθα Πολυνείκης ἦρξεν Ἀργείου λεώ
  στράπτων λοχαγὸς ἑπτὰ φρουρίων λόγχης.
  ἐνταῦθα Καπανεὺς παρὰ τὸ χεῖλος ἐφλέχθη.
  τὰς μὲν πύλας καλοῦσι 〈ταύ〉τας Ἠλέκτρας.
  †† πύλαις δὲ ταύταις προστεθείσαις ἡμῖν ἀρρήκτες
  Ἀμφιάραον χαίρουσα δεχοιοίτε γαῖα.
  Ὠγυγίαις πύλεσιν ἐν τρίταις κλῆθρε
  〈Ἱπ〉πομέδοντα τὸν μέγαν εὐσθενεῖτ´ **
  εἶπεν τὸ κεδίστεσὶν παρὰ πύλαις Παρθενοποιός
  ὅτε ἦν μόλην γαίης πύλαις
  ὀλώλης μυριέσιν ἐκλήθη. ††
  * * *
  * * *
  θανόντα ἔθαψε τὸν λοχαγὸν Ἀργεῖον.
  ἐλέησον, ἁγνὰ λίσσεταί σε Καδμεία.
  † αὗται Λυέου τοῦ φιλέα υἱὸς ὡς οὗ Θῆβαι †
  † αὗται πέφυκαν ἃς ἐπὶ σέσωπω βακχίους, †
  ἅς σὺ κελεύεις ἐκ βάθρων καθαιρεῖσθαι.
  ὁρᾷς σὺ σηκὸν Ἡρακλέους πυρούμενον
  τοῦ σοῦ γενεάρχου καὶ πατρός 〈σου〉 Φιλίππου;
  σεαυτοῦ τεμένη ἀγνοῶν θέλεις φλέξαι;
  τί τοὺς γονῆας τοὺς τεκόντας ὑβρίζεις,
  γένος Ἡρακλῆος 〈ὤν τε〉 καὶ κλυτοῦ Βάκχου;’

  Τοσαῦτα μὲν ἱκετεύσας Ἰσμηνίας ἔπεσεν παρὰ ποσὶν Ἀλεξάνδρου βασιλέως.

  ὁ δὲ Μακεδὼν ὄμμα πρὸς αὐτὸν μηκύνας
  καὶ τοὺς ὀδόντας τοῖς ὀδοῦσι συντρίζων
  ὀργὴν ἀναπνέων τοῖον εἶπε τὸν μῦθον·
  ‘ὦ παγκάκιστον ἐκλόχευμα Καδμείων,
  ὦ παγκάκιστον ζῷον καὶ θεοῖς μῖσος,
  ὦ δήμιον βλάστημα βαρβάρου ῥίζης,
  ὦ τῆς ἐπ´ Ἰσμήνῃ σὺ λείψανον λύπης.
  σοφιστικούς μοι καὶ πεπλασμένους μύθους
  εἰπὼν ὑπέλαβες, ὅτι πλανᾷς Ἀλέξανδρον;
  εἰ γὰρ πρόπασαν τὴν πόλιν καθαιρήσω
  καὶ πυρὶ τεφρώσω * * *
  καὶ πάντας ὑμᾶς μετὰ πάτρας κατασκάψω
  τὴν τῶν γονέων * * *
  εἰ γὰρ σὺ γινώσκεις μου τὴν σπορὰν πᾶσαν
  καὶ πόθεν ἔφυσα καὶ τίνες λοχεύσαντες,
  οὐκ ἦν σε Θηβαίοις〈ι〉 ταῦτα κηρύττειν;
  ’ὅτι ἐστὶν ἡμῖν συγγενὴς Ἀλέξανδρος,
  μὴ πρὸς πολίτην ἀποκαταστῶμεν, δῶμεν
  στρατηγίαν 〈καὶ〉 σύμμαχοι γενηθῶμεν.
  ἡμεῖς πολῖται συγγενεῖς Ἀλεξάνδρου,
  δόξα ´στὶν ἡμῖν τῆς γεραιτάτης ῥίζης,
  ἐὰν οἱ Μακεδόνες ἐπιπλακῶσι Θηβαίοις.‘
  ὅτε δ´ εἰς ἄμυναν οὐδὲν ηὐτονήσατε
  καὶ τὸ θράσος ὑμῶν τῆς μάχης κατῃσχύνθη,
  τότε 〈δὴ〉 μεταβολὴ καὶ δέησις ἀγνώμων
  μὴ δυναμένη † συνεχόντων † ἀναιρῆσαι,
  ὅτι οὐ δύνασθε πρὸς μάχην Ἀλεξάνδρου.
  ἀλλ´ οὐδὲ Θηβαίοισιν οὐδὲ σοὶ πρώτῳ
  ** κάκιστα τοῦ τέλους 〈ἐπ〉ελθόντος.
  Θήβας δὲ * αὐτὸς * καταφλέξω.
  καὶ Ἰσμηνίαν σε τὸν κράτιστον αὐλητὴν
  τῶν ἡμιφλέκτων δωμάτων ἐφεστῶτα
  οὕτως κελεύω δίδυμον ὀργάνων ἦχος
  διὰ τὴν 〈Βοιωτίας〉 ἅλωσιν αὐλῆσαι.’
  οὕτως [εἰπὼν] ἐκέλευσε τοῖς στρατοῖς κατασκάπτειν
  ἑπτάπυλα τείχη καὶ πόλισμα Θηβαίων.
  πάλιν Κιθαιρὼν ἐπεχόρευε Θηβαίοις,
  Ἰσμηνὸς αὐτὸς αἱμόφυρτος 〈ἦν〉 ῥεύσας.
  βέβλητο τείχη καὶ πόλισμα Θηβαίων.
  καὶ πᾶσα γαῖα ταῖς σφαγαῖς κοπωθεῖσα
  καταρριφέντων δωμάτων πολυκλαύστων
  βαρὺ στένουσα † ἀπελθὼν ἐμυκᾶτο.
  Ἰσμηνίας δὲ δίδυμον ὀργάνων ἦχος
  ἦν ἀρμοσάμενος τῶν ἐρειπίων εἴσω,
  ὅπερ ἐκέλευσεν ὁ Μακεδὼν Ἀλέξανδρος.
  ἐπεὶ δὲ τείχη πάντ´ ἔπιπτε Καδμείων
  καὶ μέλαθρα Λύκου καὶ τὸ Λαβδάκου δῶμα,
  εἰς εὐσέβειαν τῆς πάροιθε παιδείας
  † τὴν Πινδάρου κάτανα τύμβον,
  † ἐν ᾧ ἦλθε παῖς ὢν καὶ μετέσχε ταῖς Μούσαις
  πρὸς τὸν λυρῳδὸν τὸν γέροντα φοιτήσας.
  πολλοὺς μὲν ἄνδρας περὶ πάτραν κατασφάξας
  ὀλίγους κατέλιπε παντελῶς ἔτι ζῶντας,
  καὶ τοὔνομ´ αὐτῶν τοῦ γένους ἀπήλειψεν.
  Θήβας γὰρ εἶπε μηκέτι λαλεῖν Θήβας,
  ἀλλ´ ἄπολιν αὐτῶν τὴν πόλιν γενηθῆναι,
  ὡς ἄνομον εἶναι τὸν τοιοῦτον ἄνθρωπον.

Συνέβη δὲ ταῖς Θήβαις † ὑπὸ γενναίως· πρώην γὰρ κατασκευαζομένων τῶν τειχῶν καὶ τελουμένων ἡ Ἀμφίονος λύρα μελῳδοῦσα ἐτέλεσε τὰ τείχη, κατασκαπτομένων δὲ αὐτῶν ὁ Ἰσμηνίας ἐπηκολούθει. τὰ οὖν ὑπὸ μουσικῆς μελῳδίας κατασκευασθέντα ὑπὸ μουσικῆς μελῳδίας πάλιν κατέπεσεν. Ἅπαντες οὖν 〈οἱ〉 Θηβαῖοι σὺν τῇ πόλει ἀπώλοντο. ὀλίγων δὲ καταλειφθέντων ἐκήρυξεν ὁ Ἀλέξανδρος, ὅπου ἐὰν ἐπιβῶσι πόλεως Θηβαῖοι, ἀπόλεις αὐτοὺς εἶναι. κἀκεῖθεν ὥδευσεν ἐπὶ τὰς ἄλλας πόλεις.

[47] E   Οἱ δὲ καταλειφθέντες Θηβαῖοι ἔπεμψαν εἰς Δελφοὺς χρησμὸν λαβεῖν, εἰ ὅλως ποτὲ ἀνακτήσονται Θήβας. ὁ δὲ Ἀπόλλων ἐχρησμῴδησεν αὐτοῖς οὕτως·
  Ἑρμῆς καὶ Ἀλκείδης καὶ ἱμαντομάχος Πολυδεύκης
  οἱ τρεῖς ἀθλήσαντες ἀνακτίσουσί σε Θήβη.
Οὕτως τοῦ χρησμοῦ δοθέντος ἐξεδέχοντο Θηβαῖοι τὸ ἀποβησόμενον. Ὁ δὲ Ἀλέξανδρος παραγίνεται εἰς Κόρινθον καὶ καταλαμβάνει ἐκεῖ τῶν Ἰσθμίων τὸν ἀγῶνα ἀγόμενον. παρακαλοῦσι δὲ αὐτὸν οἱ Κορίνθιοι ἄξαι τὸν ἀγῶνα· ὁ δὲ πεισθεὶς ἐκάθισε. καὶ εἰσελθόντων τότε τῶν ἀγωνιστῶν καὶ στεφανουμένων τῶν νικώντων ὑπὸ Ἀλεξάνδρου, ἔτι δὲ καὶ δωρεὰς αὐτοῦ διδόντος τοῖς καλῶς ἀθλήσασιν, εἷς τῶν ἀθλητῶν, παράδοξος ἀνήρ, Θηβαῖος τῷ γένει, Κλειτόμαχος ὀνόματι, ἀπεγράψατο πάλην, παγκράτιον 〈καὶ πυγμὴν〉, τὰ τρία· καὶ ἐν μὲν τῷ σταδίῳ 〈κατὰ〉 τὴν πάλην πολυποικίλοις παλαίσμασι χρησάμενος ἔρρηξεν τοὺς ἀνταγωνιστάς, ὥστε ἔπαινον αὐτὸν λαβεῖν παρὰ Ἀλεξάνδρου. ἐπελθόντος δὲ αὐτοῦ στεφανωθῆναι τὸν τῆς πάλης στέφανον εἶπεν αὐτῷ ὁ Ἀλέξανδρος· ‘Ἐὰν καὶ τὰ ἄλλα δύο νικήσῃς ἅπερ ἀπεγράψω, στεφανώσω σε τοὺς τρεῖς στεφάνους καὶ αἴτημά σοι δίδωμι, ὅπερ ἐὰν αἰτήσῃ.’ Νικήσαντος οὖν αὐτοῦ καὶ τὴν πυγμὴν καὶ τὸ παγκράτιον, ἔτι μὴν καὶ τὴν πάλην, ἦλθε πρὸς τὸν Ἀλέξανδρον στεφανωθῆναι τοὺς τρεῖς στεφάνους. τοῦ δὲ κήρυκος πυθομένου αὐτοῦ· ‘Τίς καλεῖ καὶ ποίας πόλεως τυγχάνεις, ἵνα σε ἀναγορεύσω;’ εἶπεν· ‘Κλειτόμαχος μὲν καλοῦμαι, πόλιν δὲ οὐκ ἔχω.’ Ὁ βασιλεὺς εἶπεν· ‘Ὦ γενναῖε, τοιοῦτος τυγχάνων ἔνδοξος ἀθλητής, ἐφ´ ἑνὸς σταδίου τὰ τρία νικήσας, πάλην πυγμὴν παγκράτιον, στεφανωθεὶς δὲ ὑπ´ ἐμοῦ κοτίνους στεφάνους, πόλιν οὐκ ἔχεις;’ Εἶπεν ὁ Κλειτόμαχος· ‘Εἶχον πρὶν γένηται Ἀλέξανδρος βασιλεύς, γεναμένου δὲ Ἀλεξάνδρου βασιλέως ἀπώλεσά μου τὴν πατρίδα.’ Νοήσας ὁ Ἀλέξανδρος, τί λέγει καὶ τί μέλλει αἰτεῖσθαι, εἶπεν· ‘Ἀνακτιζέσθωσαν Θῆβαι εἰς τιμὴν θεῶν τριῶν, Ἑρμοῦ Ἡρακλέους Πολυδεύκους, ἵνα ἐξ ἐμοῦ γένηται δωρεὰ καὶ μὴ σοῦ αἴτησις.’ Καὶ οὕτως ἀπέβη ὁ χρησμὸς τοῦ Ἀπόλλωνος·
  Ἑρμῆς καὶ Ἀλκείδης καὶ ἱμαντόμαχος Πολυδεύκης
  οἱ τρεῖς ἀθλήσαντες ἀνακτίσουσί σε Θῆβαι.



Attalus' home page   |   28.02.15   |   Any comments?